← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§611.27-612.33

一作为数量测度的限定与对其非实体的论证

亚里士多德得出结论说,根据名称的限定,一主要是数量的测度;注解者对此提出了“限定”的三种解释,随后探讨一究竟是自身独立的实体还是底层的本性,并依据第7卷关于普遍者的学说论证了一不可能构成实体。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§10.5

" Ὅτι μὲν οὖν τὸ ἓν εἶναι μάλιστά ἐστι κατὰ τὸ ὄνομα ἀφορίζοντι1 μέτρον τι, καὶ κυριώτατα τοῦ ποσοῦ, φανερόν." Δείξας ὅτι τῷ ἑνὶ πάντες ὡς μέτρῳ χρῶνται καὶ μάλιστα τῷ ἐν τῷ ποσῷ, ὃ καὶ μᾶλλον τῷ τοῦ ἑνὸς ὀνόματι ἐγγίζειν ἔφησεν, συμπεραίνεται τὸν λόγον λέγων ὅτι μὲν οὖν τὸ ἓν εἶναι μάλιστά ἐστι μέτρον, καὶ κυριώτατα μέτρον τὸ ἐν τῷ ποσῷ ἕν, δῆλον· ὅπερ μέτρον ἀφορίζουσιν ἤτοι ὀνομάζουσιν, ἢ ἀφορίζουσιν ἀντὶ τοῦ γινώσκουσι κατὰ τὸ ὄνομα τοῦ ἑνός. ἢ τὸ ἀφορίζουσιν ἀντὶ τοῦ χωρίζουσιν ἀπὸ τῶν ὑπ’ αὐτοῦ μετρουμένων κατὰ τὸ ὄνομα τοῦ ἑνός· τὰ γὰρ μεμετρημένα ἢ διπήχη κατὰ τὴν δυάδα λέγεται ἢ τριπήχη κατὰ τὴν τριάδα ἢ κατὰ ἄλλον ὁντιναοῦν ἀριθμόν, μόνον δὲ τὸ μετροῦν, αὐτὸ δὴ τὸ μέτρον, κατὰ τὴν μονάδα ὠνόμασται ἓν ἅπασι τοῖς μετρουμένοις. μέτρον δὲ τὸ μὲν ἔσται, ἐὰν ᾖ διαιρετὸν κατὰ τὸ ποσόν, ὡς ἡ ποδιαία, τὸ δὲ κατὰ τὸ ποιόν, ὡς τὸ λευκόν· τὸ γὰρ λευκὸν κατὰ ποιὸν διαιρεῖται. ἐπεὶ οὖν τὸ μὲν μέτρον πῶς μέν ἐστι διαιρετὸν πῶς δὲ ἀδιαίρετον, ἡ μὲν μονὰς πάντῃ πάντως καὶ ἁπλῶς ἐστιν ἀδιαίρετος· τὰ δὲ λοιπὰ ᾗ ἓν ἀδιαίρετα, ᾗ δὲ μεγέθη διαιρετά. ἐγὼ γὰρ ᾗ ἕν εἰμι ἀδιαίρετός εἰμι· οὐ γάρ εἰμι εἷς καὶ πολλοὶ ὡς ὁ καθόλου ἄνθρωπος, ὥστε καὶ διαιρεῖσθαί με εἰς ἑτέρους ἀνθρώπους· ὡς δὲ ποσὸν πάντῃ εἰμὶ διαιρετός. οὕτως οὖν τὰ περὶ τοῦ ἑνὸς διορίσας " Ζητητέον, φησί, ποτέρως ἔχει, καθάπερ ἐν τοῖς διαπορή μασιν ἐπήλθομεν, τί ἐστι τὸ ἓν καὶ πῶς δεῖ περὶ αὐτοῦ λαβεῖν." Πότερον οὖν οὐσία τίς ἐστι καὶ ἐν τῷ ἓν εἶναι οὐσίωται, καθάπερ οἵ τε Πυθαγόρειοί φασι πρότερον καὶ ὁ Πλάτων ὕστερον, ἢ μᾶλλον ὑπόκειται τῷ ἑνὶ φύσις τις, καὶ πῶς δεῖ γνωριμωτέρως λεχθῆναι, ἆρα ὥσπερ οἱ περὶ φύσεώς φασιν· ἐκείνων γὰρ ὁ μὲν Ἐμπεδοκλῆς ἓν τὴν φιλίαν εἴρηκεν, Ἀναξιμένης δὲ τὸν ἀέρα, ἄλλοι δὲ τὸ ἄπειρον, ὥστε τούτων ἕκαστος τῷ ἑνὶ φύσιν τινὰ ὑπετίθετο. ταῦτα θεὶς εὐθύνει τὸν λόγον δεικνὺς μὴ εἶναί τι ἓν αὐτὸ καθ’ αὑτὸ καὶ οὐσιωμένον ἐν τούτῳ, συλλογιζόμενος ὧδε· τὸ ἓν καθόλου ἐστίν· οὐδὲν τῶν καθόλου οὐσία τυγχάνει, τὸ ἓν ἄρα οὐκ ἔστιν οὐσία. καὶ ὅτι μὲν τὸ ἓν καθόλου ἐστί πώς φησι· κατὰ πάντων γὰρ τῶν ὄντων κατηγορεῖται. ὅτι δὲ καὶ τὰ καθόλου οὐκ εἰσὶν οὐσίαι, δέδεικται ἐν τῷ Ζ τῆσδε τῆς πραγματείας, ὅτε ἔλεγε περὶ ὅρου καὶ τῆς οὐσίας. εἰ δὴ ὥσπερ ἐκεῖσε δέδεικται μηδὲν τῶν καθόλου οὐσία ἐστίν, οὐδ’ αὐτὸ τοῦτο τὸ ὡς ἓν καὶ παρὰ τὰ πολλὰ ὑπάρχον οὐσία ἐστί· κοινὸν γάρ ἐστι τὸ παρὰ τὰ πολλὰ καὶ κατὰ τῶν πολλῶν λεγόμενον καὶ μόνον κατηγόρημα καὶ ὄνομα ἀλλ’ οὐ φύσις τις· εἰ δὴ ταῦθ’ οὕτως ἔχει, δῆλον ὅτι οὐδὲ τὸ ἓν οὐσία τίς ἐστιν. εἰ γὰρ τὰ καθόλου οὐκ οὐσίαι, τὸ ἓν καὶ τὸ ὄν, ὅσῳ τῶν ἄλλων ἐστὶ καθολικώτερα (κατὰ γὰρ τῶν δέκα γενικωτάτων γενῶν κατηγορεῖται), τοσούτῳ οὐκ ἔσονται οὐσίαι·2 ὥστε οὔτε τὰ γένη (λέγων γένη ἢ τὰ δέκα γενικώτατα γένη ἢ ἁπλῶς πᾶν ὃ ἂν εἴη καθόλου) εἰσὶ φύσεις τινὲς καὶ οὐσίαι χωρισταὶ τῶν κατὰ μέρος, οὔτε τὸ ἓν γένος ἐνδέχεται εἶναι καὶ φύσις τις αὐτὴ καθ’ αὑτήν, δι’ ἅσπερ αἰτίας οὐδὲ τὸ ὂν οὐδ’ ἡ καθόλου οὐσία δύναται εἶναι. αἱ δ’ αἰτίαι εἴρηνται ἐν τῷ Ζ ταύτης τῆς πραγματείας.

“因此显然,对于根据名称来限定的人而言,‘是一’主要就是某种测度,并且最严格地说是数量的[测度]。” 在指明了所有人都把一当作测度使用,特别是把数量中的一当作测度使用——他也说过这更接近于一的名称——之后,他得出论证的结论说,显然,‘是一’主要就是测度,而最严格意义上的测度就是数量中的一;对于这个测度,人们加以限定,即命名;或者“他们限定”是用来表示根据一的名称“认识”。或者“他们限定”是用来表示根据一的名称把测度从被它所测量的诸事物中“分离出来”;因为被测量的事物要么根据二元被称为两腕尺长,要么根据三元被称为三腕尺长,或者根据任何别的数来称呼,但唯独进行测量者,即测度本身,对所有被测量者而言都是根据单位而被命名为一。如果测度在数量上是可分的,它就会像一尺之线那样是[数量的测度],而在性质上[可分的],就会像白色那样是[性质的测度];因为白色是依性质而被划分的。因此,既然测度在某种意义上是可分的,而在某种意义上又是不可分的,那么单位就是在一切方面以一切方式且绝对不可分的,而其余事物作为一是不可分的,但作为量则是可分的。因为我自己作为一也是不可分的;因为我不像普遍的人那样既是一又是多,以至于我也会被分割为其他的人;但作为数量,我在一切方面都是可分的。在这样限定了一的事项之后,“他说,应当探讨究竟是哪一种情形,正如我们在疑难篇中所考察过的那样:一究竟是什么,以及应当如何把握它。” 究竟它是某种实体并且在其为一中被实体化,正如早先的毕达哥拉斯学派和后来的柏拉图所说的那样;还是宁可说有某种本性作为一的底层,以及应当如何更明白地表达这一点——是否正如自然哲学家们所说的那样。因为在他们当中,恩培多克勒称爱为一,阿那克西美尼称气为一,其他人则称无限者为一,以至于他们每一个人都设定了某种本性作为一的底层。设定了这些之后,他检验了该学说,指出并不存在某种自身独立且在此[为一]中被实体化的一,并如下进行推论:一是普遍者;普遍者没有一个是实体;因此一不是实体。他说一在某种意义上是普遍者;因为它对所有存在者都被述说。而普遍者不是实体,也已在本著作的第7卷(Ζ)中讨论定义与实体时被证明了。如果确实正如在那里所证明的,普遍者没有一个是实体,那么这个作为一且存在于诸多个别者之外的东西自身也不是实体;因为存在于诸多个别者之外并就诸多个别者而被述说者乃是共同之物,仅仅是述词和名称,而非某种本性;如果这些确实如此,显然一也不是某种实体。因为如果普遍者不是实体,那么一与存在比起其他事物越是普遍(因为它们对十个最高类都被述说),它们就越不是实体;因此,各类(所谓类,指的是十个最高类,或者单纯指任何可能是普遍者的东西)既不是脱离个别事物的某种本性与实体,一也不可能是类和自身独立的某种本性,正因这些缘故,存在和普遍实体也同样不可能存在。而这些原因已在本著作的第7卷中说明过了。

语法注2 条
  1. 10.5ἀφορίζοντι

    与格分词 ἀφορίζοντι 用作表示判断视角的“判断者与格”(dativus iudicantis),修饰整个主句 φανερόν [ἐστι]。注解者自身将此词解释为相当于 ὀνομάζουσιν(他们命名)、γινώσκουσι(他们认识)或 χωρίζουσιν(他们区分/分离),并以此展开对其语义的训诂。

  2. 10.6ὅσῳ τῶν ἄλλων ἐστὶ καθολικώτερα ..., τοσούτῳ οὐκ ἔσονται οὐσίαι

    由 ὅσῳ ... τοσούτῳ(越是……就越……)构成的相关结构。从属节中的中性复数谓词 καθολικώτερα 与双重主语 τὸ ἓν καὶ τὸ ὄν(一与存在)搭配,依规则使用单数动词 ἐστί;而主节中的谓语则转换为复数动词 οὐκ ἔσονται οὐσίαι,用以表明这两者缺乏实体性的程度与普遍性成正比。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:611.27-612.33