- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:610.23-611.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
论述了测度不可分的具体内涵(单位的绝对不可分与一尺之线的相对不可分之区别),以及测度为何必须与被测物同类(数的测度是单位而非数),并解释了知识、感觉与人(普罗泰戈拉)被称为尺度仅是一种转义用法,实际上乃是事物在测量认识。
δῆλον ἄρα ὅτι τὸ ἓν ἀδιαίρετον, ὅτι τὸ πρῶτον καὶ μέτρον ἕκαστον ἀδιαίρετον λαμβάνουσιν. οὐχ ὁμοίως δὲ τὴν ποδιαίαν γραμμὴν καὶ τὴν μονάδα ἀδιαίρετον λαμβάνομεν, ἀλλὰ τὴν μὲν μονάδα πάντῃ πάντως ἀδιαίρετον, τὴν δὲ ποδιαίαν ὡς πρὸς ὃ μετρεῖ μέγεθος καὶ πρὸς τὴν αἴσθησιν· ἀναίσθητος γὰρ καὶ ἀμερὴς δοκεῖ πρὸς τὸ ὑπ’ αὐτῆς μετρούμενον, καθάπερ εἴρηται καὶ πρότερον, ἐπεὶ καθ’ αὑτὴν ἡ ποδιαία ὡς μέγεθος ἐπ’ ἄπειρόν ἐστι διαιρετή. τὸ δὲ ἴσως πρόσκειται1 ἢ διὰ τοὺς λέγοντας ἐξ ἀτόμων συγκεῖσθαι τὰ μεγέθη, ἢ διὰ τὴν ἀσθένειαν τοῦ τε ὀργάνου, ᾧ χρῆται εἰς τὴν τμῆσιν, καὶ τοῦ τέμνοντος ζῴου, ἐπεὶ τῇ οἰκείᾳ φύσει πᾶν μέγεθος τμητόν ἐστιν. τὸ δὲ μέτρον, φησίν, ἀεὶ συγγενές ἐστι τῷ μετρουμένῳ· οὐ γὰρ μετροῦμεν μέγεθος γλυκύτητι ἀλλὰ μεγέθει καὶ φωνὴν φωνῇ καὶ βάρος βάρει καὶ μονάδας μονάδι. οὕτω γὰρ εἰκός ἐστι λέγειν ἀλλ’ οὐχὶ ὅτι τὸ τῶν ἀριθμῶν μέτρον ἀριθμός ἐστι· συμβήσεται γὰρ λέγειν τὴν μονάδα ἀριθμὸν μέτρον οὖσαν. ὁ δ’ ἀξιῶν τοῦτο, λέγω δὴ τὸ λέγειν ὅτι ὥσπερ τὸ μέτρον τῶν φωνῶν φωνή ἐστιν, οὕτω καὶ τὸ μέτρον τῶν ἀριθμῶν ἀριθμός, οὐχ ὁμοίως ἀξιοῖ. ἀλλ’ ὥσπερ ἂν εἴπερ ἠξίου ὅτι τὸ τῶν μονάδων μέτρον ἔστω μονάδες ἀλλὰ μὴ μονάς, ψεῦδος ἂν ἠξίου, οὕτως καὶ ὁ τὸ τῶν ἀριθμῶν μέτρον ἀξιῶν ἀριθμὸν εἶναι ψεῦδος ἀξιοῖ. οἱ γὰρ ἀριθμοὶ μονάδες εἰσίν, τῶν δὲ μονάδων οὐκ ἂν εἴη μέτρον ὁ ἀριθμός, ἀλλ’ ἡ μονάς. ἐπειδὴ δὲ μέτρον ἐκεῖνό φαμὲν τὸ ποιοῦν ἡμᾶς γνωρίζειν τὸ πρᾶγμα, ποιεῖ δὲ ἡμᾶς καὶ ἡ ἐπιστήμη γνωρίζειν τὰ πράγματα ὥσπερ καὶ ἡ αἴσθησις, φαμὲν καὶ αὐτὰς μέτρον, ἐπεὶ κατὰ ἀλήθειαν ἥ τε ἐπιστήμη καὶ ἡ αἴσθησις μετροῦνται ὑπὸ τῶν πραγμάτων ἀλλ’ οὐ μετροῦσιν αὐτά· ὅπου γὰρ ἄν ὁρίσῃ ἤτοι περιορίσῃ καὶ περικλείσῃ τὰ αἰσθητὰ καὶ ἐπιστητά, ἐκεῖσε ἵστανται καὶ περαιτέρω προβαίνειν οὐ δύνανται· δυσκόλων γάρ τινων ὄντων πραγμάτων ἄχρι τινὸς αὐτοῖς πρόσεισιν ἡ ἐπιστήμη εἴκουσι καὶ δίοδον διδοῦσιν, εἶτα ὡσπερεὶ ἀποφράττουσιν αὐτὴν καὶ περαιτέρω προβαίνειν οὐκ ἐῶσιν· ὥστε ἐμέτρησαν τὴν δύναμιν αὐτῆς, καὶ ὅσον μὲν ἠδύναντο χωρῆσαι, συνεχώρησαν τούτου ἐφάψασθαι, ὅσον δὲ μή, ἐκώλυσαν. τοῦτο δὴ συμβαίνει καὶ ἐπὶ τῆς αἰσθήσεως· ὥστε μετροῦνται ἀλλ’ οὐ μετροῦσιν. ἀλλὰ συμβαίνει ὥσπερ ἂν εἴ τινος ἐμὲ μετροῦντος ἔγνων τυχὸν ὅτι δίπηχύς εἰμι, διὰ τὸ δὶς τὸν πῆχυν ἐμοὶ ἐπιβαλεῖν, εἶτα ἔλεγον2 ὅτι ἐμὲ ἐμέτρησα· καταχρηστικώτερον γὰρ ἂν εἶπον τοῦτο· διότι γὰρ ἔγνων ὁπόσος εἰμί, τοῦτο ἔμελλον λέγειν, ἐπεὶ τῇ ἀληθείᾳ ἐμετρήθην· οὕτω καὶ τὴν ἐπιστήμην φαμὲν μετρεῖν, ὅτι ποιεῖ ἡμᾶς εἰδέναι, ἐπεὶ μετρεῖται ὑπὸ τῶν πραγμάτων. ὁ δὲ Πρωταγόρας μέτρον πάντων τὸν ἄνθρωπόν φησιν, ὥσπερ εἰ τὸν ἐπιστήμονα εἰπὼν ἢ τὸν αἰσθανόμενον μέτρον.3 τοῦτο εἰπεῖν αὐτῷ συνέβη, ὅτι ἔχουσιν ὁ μὲν αἴσθησιν ὁ δὲ ἐπιστήμην, ἅ φαμεν μέτρα τῶν ὑποκειμένων· ὥστε τὸν ἄνθρωπον μέτρον λέγων ὁ Πρωταγόρας, τὴν ἐπιστήμην φησὶ μέτρον καὶ τὴν αἴσθησιν. οὐδὲν οὖν λέγων περιττὸν καὶ σοφὸν δοκεῖ σοφόν τι λέγειν. τίς οὖν ἀνάγκη ἦν εἰπεῖν ὅτι ὁ ἄνθρωπος μέτρον, ἀλλὰ μὴ ὅτι ἡ ἐπιστήμη καὶ ἡ αἴσθησις;
因此显然,一乃是不可分的,因为人们把在每一事物中的最初者与测度当作不可分者来把握。但我们并非以同样的方式把一尺之线与单位当作不可分的,而是把单位视作在一切方面以一切方式不可分的,而把一尺之线视作相对于它所测量的量以及相对于感觉而言是不可分的;因为相对于被它所测量的对象而言,它显得是不可感的且无部分的,正如前面也已说过的,因为就其自身而言,作为量,一尺之线是无限可分的。而加上“或许”这个词,要么是因为那些主张大小由不可分之物[原子]构成的人,要么是因为人们用来切割的工具以及实行切割的动物的软弱无力,因为依其本性而言,一切大小都是可切分的。他说,测度总是与被测量者同类的;因为我们不是用甜度来测量大小,而是用大小,用声音来测量声音,用重量来测量重量,用单位来测量诸单位。因为这样说才是合情合理的,而不能说数的测度是数;因为其结果将是把作为测度的单位说成是数。而坚持这一点的人——我是指坚持说正如声音的测度是声音,数的测度同样也是数的人——并不是以同样的方式提出要求。相反,正如若他要求“诸单位的测度是诸单位而非单个单位”,他便是要求了一件谬妄之事一样,要求数的测度是数的人同样也是要求了一件谬妄之事。因为诸数就是诸单位,而诸单位的测度不会是数,而是单位。而且,既然我们说测度乃是使我们认识事物的东西,而知识同感觉一样也使我们认识诸事物,所以我们把它们自身也称为测度,尽管实际上知识和感觉都是被诸事物所测量,而不是它们测量诸事物;因为无论可感觉者与可知者在何处划定界限,即限制并围定,知识与感觉就止步于何处,并且不能再往前推进;因为当某些事物是晦涩艰难的时,知识向它们进发到一定限度,只要它们退让并提供通道,随后它们便犹如将它封堵,并不许它再向前进;因此它们测量了它的能力,并且凡是它们能够容纳的,就允许它触及到这么大,凡是不能容纳的,就加以阻拦。这在感觉上也是如此发生的;因此它们是被测量,而非进行测量。但这就像如果有人在测量我时,因把腕尺量了我两次,我碰巧知道自己有两腕尺,随后便说是我测量了自己;因为这样说乃是极为滥用词义的;因为正由于我知道了自己有多大,我才打算这么说,而事实上我是被测量的;同样,我们也说知识在测量,乃是因为它使我们知道,尽管它是被诸事物所测量的。普罗泰戈拉说人是万物的尺度,这正如同说了具有知识者或感知者是尺度。他碰巧说出这话,乃是因为一方具有感觉而另一方具有知识,而我们称这些乃是底层事物的测度;因此普罗泰戈拉在说人是尺度时,乃是在说知识和感觉是尺度。因此他没有说什么非凡且智慧之言,却显得像在说什么智慧之言。那么何必非要说人是尺度,而不能说知识和感觉是尺度呢?
- 10.4τὸ δὲ ἴσως πρόσκειται
τὸ ἴσως 用作主语,是中性冠词引出词语 ἴσως(“或许”)的引语名词化用法,主动词为 πρόσκειται(“被附加上”)。注疏者在此探讨亚里士多德原文(1053a23)中插入限定词“或许”的两个可能缘由(出于对原子论者的关照,或是由于人与切割工具的物理局限)。
- 10.4ὥσπερ ἂν εἴ τινος ἐμὲ μετροῦντος ἔγνων τυχὸν ὅτι δίπηχύς εἰμι ... εἶτα ἔλεγον
由 ὥσπερ ἂν εἰ 引导的假设性比喻结构。τινος ἐμὲ μετροῦντος 为属格独立结构,表伴随情况。条件从句的动词 ἔγνων 与 ἔλεγον 均为过去直说法,在省略结论部的 ὥσπερ ἂν εἰ 结构中构成与过去事实相反或假想的情境(“正如如果……我碰巧知道……随后便说……”)。
- 10.4ὥσπερ εἰ τὸν ἐπιστήμονα εἰπὼν ἢ τὸν αἰσθανόμενον μέτρον
ὥσπερ εἰ 后面接分词 εἰπών(主格阳性单数),与主句主语(普罗泰戈拉)保持一致,意为“正如仿佛他说了……”。μέτρον 是双重宾格结构中的宾语补足语(“[把]具知者[说成]尺度”)。
