← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§609.20-610.23

形式与可感个别事物中测度的多数性

针对亚里士多德在《形而上学》第10卷第1章中关于测度在数目上并非总是一而是有时有多个的论述(1053a14),亚历山大解释说这是由于测度兼具定义/形式与具体可感事物这双重性,阐明了字母等极小单位作为测度的方式,并在介绍其师的解释之同时提出了自己的见解。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§10.4#1

" Οὐκ ἀεὶ δὲ τῷ ἀριθμῷ ἓν τὸ μέτρον, ἀλλ’ ἐνίοτε πλείω, οἷον ἡ δίεσις μὴ κατὰ τὴν ἀκοὴν ἀλλ’ ἐν τοῖς λόγοις." Ἐπειδὴ τὸ μέτρον διττόν, ὅ τε λόγος αὐτοῦ καὶ αὐτό, οἷον ὅ τε λόγος τοῦ πήχεος καὶ τὸ εἶδος αὐτοῦ τὸ ἐν τῇ ψυχῇ ἡμῶν καὶ αὐτὸς ὁ ξύλινος πῆχυς, καὶ ἡ δίεσις ὁμοίως διττή, ὅ τε λόγος αὐτῆς καὶ τὸ εἶδος καὶ αὐτὸς ὁ αἰσθητὸς τοῖς ὠσὶ φθόγγος, καὶ ἡ διάμετρος, τό τε εἶδος αὐτῆς καὶ αὐτὴ ἡ γραμμὴ ἡ ἐν τῷδε τῷ τετραγώνῳ οὖσα, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως, λέγει ὅτι τὸ μέτρον οὐκ ἀεὶ τῷ ἀριθμῷ ἕν ἐστιν, ἀλλ’ ἐνίοτε πλείω. αἱ διέσεις γάρ, φησί, δύο, ἀλλ’ οὐχὶ κατὰ τὴν ἀκοήν· αὕτη γὰρ μία τῷ ἀριθμῷ ἐστιν· ἀλλὰ μία μὲν αὕτη, ἑτέρα δὲ ἡ κατὰ τὸν λόγον καὶ τὸ εἶδος. καὶ αἱ φωναί (λέγων φωνὰς νῦν τὰ στοιχεῖα τῶν φωνῶν, τό τε ἄλφα καὶ τὸ βῆτα καὶ τὰ λοιπά) πλείονές εἰσιν, αὐτό τε τὸ ἄλφα καὶ τὸ ἐν τῷδε τῷ χάρτῃ γεγραμμένον. ὅτι δὲ ταῖς φωναῖς τῶν στοιχείων ὡς ἀρχαῖς καὶ μέτροις χρώμεθα διὰ τὸ ἐλαχίστοις εἶναι1 δῆλον. ἡ γὰρ Σωκράτης περιπατεῖ φωνὴ διαιρεῖται εἴς τε τὴν Σωκράτης καὶ εἰς τὴν περιπατεῖ· ἔστι δὲ ἡ Σωκράτης φωνὴ ἑτέρα τῆς [Σωκράτης] περιπατεῖ. ἀλλὰ καὶ ἡ Σωκράτης φωνὴ πάλιν διαιρεῖται εἴς τε τὴν σω καὶ κρα καὶ της συλλαβήν, καί εἰσιν ἕτεραι· καὶ ἡ σω συλλαβὴ εἴς τε τὸ σ καὶ ω, καὶ ἔστιν ὁ ὑπὸ τοῦ ω ἀποτελούμενος φθόγγος ἕτερος τοῦ ὑπὸ τοῦ σ. ὁ δὲ ὑπὸ τοῦ ω φθόγγος εἰς ἕτερον οὐ διαιρεῖται. ὥστε [ἐν] τούτοις τὰς φωνὰς μετροῦμεν ἐλαχίστοις τε οὖσι καὶ σημείοις ἐοικόσιν· ὡς γὰρ τὰ σημεῖα ἀδιαίρετα, οὕτω καὶ οἱ ὑπὸ τούτων φθόγγοι. καὶ ἡ διάμετρος δὲ δυσὶ μετρεῖται. εἰ γὰρ μετρεῖται φέρε εἰπεῖν δακτύλῳ, ὁ δάκτυλος διττὸς τό τε τοῦ δακτύλου τί ἦν εἶναι καὶ τὸ εἶδος καὶ αὐτὸς οὑτοσὶ ὁ μετρῶν αὐτήν· ὁμοίως καὶ ἡ πλευρὰ δυσὶ μετρεῖται μέγεθος οὖσα, εἴτε δάκτυλος εἴη τὸ μετροῦν εἴτε ἄλλο τι· διττὸν γὰρ κἀκεῖνο ἔσται. δῆλον δὴ γέγονεν ἐκ πάντων ὅτι μέτρον πάντων τὸ ἕν ἐστιν· δέδεικται γὰρ ὅτι πᾶν ᾧπερ ἄν ὡς μέτρῳ τις χρῷτο ὡς ἑνὶ τούτῳ χρῆται, ὅτι τὸ μετρούμενον διαιροῦντες εἰς αὐτό, οἷον τὸ δεκάπηχυ μέγεθος διαιροῦντες εἰς δέκα πήχεις, γνωρίζομεν τοὺς ἐξ ὧν ἐστι πήχεις ὁπόσοι εἰσίν. διαιρεῖται δὲ τὸ δεκάπηχυ ἢ κατὰ τὸ εἶδος ἢ κατὰ τὸ ποσόν, κατὰ μὲν τὸ εἶδος, ὅταν διέλωμεν αὐτὸ εἰς τὰ ἐξ ὧν συνίσταται, πυρὸς γῆς καὶ τοῖν μεταξύ, ἢ εἰς τὸ μέγεθος τὸ τοιονδί· κατὰ μέγεθος δέ, ὅταν διαιρεθῇ εἰς δέκα πήχεις. οὕτω μὲν οὖν ὁ ἡμέτερος καθηγεμὼν ἐξηγήσατο. μήποτε δὲ ἐπειδή, ὡς εἴρηται, ὁ πῆχυς διττὸς λέγεται,2 τό τε εἶδος αὐτοῦ καὶ ὁ λόγος καὶ οὑτοσὶ ὁ μερικὸς καὶ αἰσθητός, λέγει ὅτι τὸ δεκάπηχυ ἢ εἰς τοὺς λόγους τῶν ἐν αὐτῷ δέκα πηχῶν διαιρεῖται ἄτμητον ὂν κατὰ μέγεθος καὶ ἕν, ἢ οὐκ εἰς τοὺς λόγους ἀλλὰ κατὰ μέγεθος διαιρεθὲν οὐκέτι ἕν ἐστι καὶ συνεχὲς ἀλλὰ πλείω, ὥσπερ ἂν εἰ τὸν Σωκράτην διέλοιμεν εἴς τε τὸ ζῷον καὶ τὸ πεζὸν δίπουν, ἕνα καὶ συνεχῆ αὐτὸν διατηροῦμεν, εἰ δὲ εἰς κεφαλὴν καὶ χεῖρας διέλοιμεν, οὐ τῇ ἐπινοίᾳ ἀλλὰ κατ’ ἀλήθειαν οὐκέτι εἷς ἐστιν· οὕτως καὶ ἐπὶ τοῦ δεκαπήχεος ἔχει.

“但测度并不总是在数目上为一,而是有时有多个,例如并非按听觉而是在定义[逻各斯]中的四分之一音。” 由于测度是双重的——既是它的定义也是它自身,例如既是腕尺的定义和它在我们灵魂中的形式,也是木制的腕尺本身;而四分之一音同样也是双重的,既是它的定义和形式,也是对耳朵而言可感的声音本身;对角线也是如此,既是它的形式也是在这特定正方形中的线本身;在其他事物上也是同样——因此他说,测度并不总是在数目上为一,而是有时有多个。因为他说,四分之一音有两个,但并非按照听觉而言;因为按听觉而言它在数目上是一个;然而这是一个,而按照定义和形式而言则是另一个。发音也是如此(在此称发音是指发音的字母,即阿尔法、贝塔以及其余者),乃是多个,既是阿尔法本身,也是写在这张纸草上的阿尔法。而显然,我们把字母的发音作为本原和测度来使用,乃是因为它们是极小的。因为“苏格拉底在散步”这一发音被分割为“苏格拉底”和“在散步”;而“苏格拉底”这一发音是不同于“[苏格拉底]在散步”的。但是“苏格拉底”这一发音又被分割为“苏”、“格拉”、“底”这几个音节,它们也是互不相同的;而“苏”这一音节被分割为“斯”与“乌”,由“乌”所产生的声音不同于由“斯”所产生的。但由“乌”产生的声音不再分割为另一个。因此,我们用这些极小的且类似于点的[字母]来测量诸发音;因为正如诸点是不可分的,由这些[字母]产生的声音也是如此。而对角线也是被两个东西所测量的。因为比方说如果它是被一指之宽所测量的,一指之宽便是双重的,既是一指之宽的“何以是”及形式,也是测量它的这特定的个别事物本身;同样,作为大小的边也是被两个东西测量的,无论测量者是一指之宽还是其他什么;因为那个东西也将是双重的。于是从这一切中显然可见,一切事物的测度乃是一;因为已经表明,凡是人们作为测度使用的东西,都是作为一来使用的,因为我们将被测量者分割为它——例如将十腕尺的大小分割为十个腕尺——我们就认识到它由之构成的腕尺有多少个。而十腕尺之物要么按照形式要么按照量来分割:按照形式分割,是指当我们把它分割为它由之组成的元素即火、土以及二者之间的中介物时,或者分割为如此这般的大小时;而按照大小分割,则是指它被分割为十个腕尺时。我们的老师便是如此解释的。然而或许,由于如前所述腕尺以双重意义被述说——既是它的形式和定义,也是这个个别的即可感之物——他的意思乃是说:十腕尺之物要么被分割为其中所包含的十个腕尺的定义,同时在大小上保持未被切分且为一;要么并非被分割为诸定义而是按照大小被分割,从而不再是一和连续的,而是多个,正如我们若将苏格拉底分割为动物与两足步行者,我们便将他保持为单一且连续的,但若将他分割为头和双手,则不是在思想中而是在真实中他已不再是一了;在十腕尺之物上也是同样的情况。

语法注2 条
  1. 10.4διὰ τὸ ἐλαχίστοις εἶναι

    介词短语 διά 加上中性单数宾格定冠词 τὸ 所构成的带不定词 εἶναι 结构中,表语形容词 ἐλάχιστος 受其逻辑主语(即前面的与格短语 ταῖς φωναῖς τῶν στοιχείων)的吸引,变为与格复数形式 ἐλαχίστοις。这是古典希腊语中表语同化为与其相关的与格成分的典型用法,而非通常所见的宾格表语(διὰ τὸ ἐλάχιστα εἶναι)。

  2. 10.4μήποτε δὲ ἐπειδή, ὡς εἴρηται, ὁ πῆχυς διττὸς λέγεται

    μήποτε 在句首用作副词,引导委婉的假设或代选见解(“或许……不是吗”,“大概……”)。在紧接着前一句引用其师的解释(ὁ ἡμέτερος καθηγεμὼν ἐξηγήσατο)之后,注解者使用此词引入自己不同的诠释,支配主句谓语动词 λέγει(主语为亚里士多德)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:609.20-610.23