← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§60.11-61.16

善恶的原因归属与先行学说向四因的总结

本节注解形而上学第1卷第6章结尾(988a14–17)中柏拉图及前苏格拉底哲学家对善恶动因的处理,以及第7章开头(988a18–23)对学说史的总结。在此确证,前人所提及的一切原因都归属于物理学所确立的四种原因,并未发现任何新的原因类型。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.58

" Ἔτι τε καὶ τὴν τοῦ εὖ καὶ τὴν τοῦ κακῶς αἰτίαν τοῖς στοιχείοις ἀπέδωκεν ἑκατέροις ἑκατέραν." Καὶ τοῦτο περὶ Πλάτωνος λέγει, ὅτι τὴν τοῦ εὖ τε καὶ τοῦ κακῶς αἰτίαν, τουτέστι τὴν τῶν ἀγαθῶν τε καὶ τὴν τῶν κακῶν αἰτίαν, τοῖς στοιχείοις ἀπέδωκεν ἑκατέροις ἑκατέραν, τὴν μὲν τοῦ εὖ τῷ ἑνί (τοῦτο γὰρ τὸ ὁρίζον αὐτὸ καὶ τὸ εἰδοποιοῦν), τὴν δὲ τοῦ κακῶς τῇ ἀορίστῳ δυάδι· αὕτη γὰρ τοῦ τε πλήθους καὶ τῆς ἀνισότητος καὶ τῆς ἐν τοῖς οὖσιν ἀοριστίας αἰτία κατ’ αὐτόν. εἰπὼν δὲ εἰρηκέναι Πλάτωνα περὶ τῆς ποιητικῆς αἰτίας (ἑκατέρῳ γὰρ τῶν στοιχείων ἀνατεθεικέναι αὐτὸν αἰτίαν ποιητικήν, τῷ μὲν ἑνὶ τὴν τοῦ εὖ, τῇ δὲ ἀορίστῳ δυάδι τὴν τοῦ κακῶς), ὑπέμνησεν ἡμᾶς ὡς περὶ τῆς τοιαύτης αἰτίας καὶ πρότερόν τινων ἐπιζητησάντων τε καὶ εἰπόντων, εἰπὼν ὥσπερ φαμὲν καὶ τῶν προτέρων ἐπιζητῆσαί τινας φιλοσόφων, οἷον Ἐμπεδοκλέα καὶ Ἀναξαγόραν· ὧν Ἐμπεδοκλῆς μὲν οὐ μόνον τῷ τοῦ εὖ αἰτίῳ ἐχρήσατο ἀλλὰ καὶ τῷ τοῦ κακῶς, διελὼν τὸ ποιητικὸν αἴτιον, ὡς εἴρηκε καὶ περὶ Πλάτωνος· Ἀναξαγόρᾳ δὲ ὁ νοῦς τοῦ εὖ τε καὶ κακῶς μόνον ἦν ποιητικὸν αἴτιον,1 ὡς εἴρηκεν.

“此外,他还把善的原因与恶的原因分别赋予了各个元素。” 他[亚里士多德]关于柏拉图也指出了这一点:即他把善的原因与恶的原因——也就是善事物的原因与恶事物的原因——分别赋予了各个元素,把善的原因赋予了一(因为这本身是加以规定并赋予形式者),把恶的原因赋予了不定的二元;因为按照他的看法,这乃是存在者中多数、不平等与不确定性的原因。而在指出柏拉图谈论过动因之后(因为他[柏拉图]把动因归属于每个元素,把善的原因归属于一,把恶的原因归属于不定的二元),他[亚里士多德]提醒我们,前人中也有某些人探讨并谈论过此类原因,他说“正如我们所说,早期的哲学家中也有某些人探讨过它,例如恩培多克勒和阿那克萨戈拉”;在这些人中,恩培多克勒不仅使用了善的原因,而且也使用了恶的原因,划分了动因,正如他关于柏拉图所说的那样;而对于阿那克萨戈拉来说,正如他所说的,唯有心灵是善[与恶]的动因。

§1.59

"Συντόμως μὲν οὖν καὶ κεφαλαιωδῶς." Συντόμως φησὶ καὶ ἐπὶ κεφαλαίων ἐπεληλυθέναι τίνες τὰ περὶ ἀρχῶν εἶπον τῶν πρὸ αὐτοῦ καὶ πῶς. περὶ δὲ τῆς ἀληθείας. ἀλήθειαν ἔθος αὐτῷ λέγειν τὴν θεωρητικὴν φιλοσοφίαν. ὅμως δὲ τοσοῦτον ἔχομεν ἐξ αὐτῶν. οὗ χάριν ἦλθεν ἐπὶ τὴν περὶ τῶν ἀρχῶν ἱστορίαν, ὑπέμνησεν ἡμᾶς· τοῦ γὰρ βεβαιώσασθαι ὅτι μηδεὶς τρόπος αἰτίας ἄλλος ἔστι2 παρὰ τοὺς τέσσαρας τοὺς δεδειγμένους ἐν τῇ Φυσικῇ ἀκροάσει. ὃ δῆλον γέγονε· πάντες γὰρ οἱ περὶ αἰτίων εἰρηκότες τούτων τινὸς τῶν αἰτίων μνημονεύουσιν· εἰ γὰρ καὶ μὴ ἐναργῶς μηδὲ διηρθρωμένως εἰρήκασιν ἀλλ’ ἀμυδρῶς καὶ ἀδιαρθρώτως, ἀλλ’ οὖν ἐκείνων πως ἁπτόμενοι φαίνονται. ὅτι δὲ καὶ τὸν περὶ τῶν τεσσάρων αἰτίων λόγον ἐν τῷ πρώτῳ τῆς Φυσικῆς ἀκροάσεως προηγουμένως πεποίηται, πρόχειρον εἰδέναι τοῖς ἐντυγχάνουσι· διὸ εἶπε τῶν ἐν τοῖς περὶ φύσεως ἡμῖν διωρισμένων. καὶ ἔπεισι καὶ δείκνυσι πῶς οὐδεὶς ἔξω τῶν ἐν τοῖς περὶ φύσεως αἰτίων εἰρημένων ἥψατο.

“那么,简要地且提纲挈领地。” 他说,他已经简要地且提纲挈领地考察了他以前的人中有谁讨论了始基以及如何讨论。 “关于真理。” 他习惯于将理论哲学称为“真理”。 “然而从他们那里我们获益至此。” 他提醒我们,他是为了什么目的而进入对始基的历史考察的:是为了证实,除了在物理学中所证明的四种原因方式之外,并不存在其他原因方式。这一点已经变得显明;因为所有谈论过原因的人都提到了这些原因中的某一种;因为即使他们讲得既不清晰也不分明,而是模糊且未加分明地讲述,但他们无论如何显得在某种程度上触及了那些原因。而他在物理学第一卷中主要进行了关于四种原因的论述,这也是读者易于知晓的;因此他说“在我们关于自然的研究中所规定的那些”。接着他继续前行并证明,没有任何人触及了关于自然的研究中所陈述的诸原因之外的任何东西。

§1.60

"Οἱ μὲν γὰρ ὡς ὕλην τὴν ἀρχὴν λέγουσι." Καταριθμεῖται ὅτι τῶν ὡς ὕλην τὴν ἀρχὴν θεμένων οἱ μὲν μίαν οἱ δὲ πλείους ἔθεντο, καὶ οἱ μὲν σῶμα οἱ δὲ ἀσώματον. εἰπὼν δὲ τὴν ὑλικὴν ἀρχὴν τοὺς μὲν σωματικὴν τοὺς δὲ ἀσώματον ὑποθέσθαι, πρώτου ἐμνημόνευσε τῶν ἀσώματον ὑποθεμένων Πλάτωνος, ὃς τὸ μέγα καὶ τὸ μικρὸν ἔλεγεν, ἔπειτα καὶ τῶν Πυθαγορείων, οἳ τὸ ἄπειρον, τοῦτο δὲ ἦν τὸ ἄρτιον· οὗτος γὰρ ἦν ὁ ἀριθμὸς αὐτοῖς ἐν ὕλῃ τιθέμενος· ὁ γὰρ περισσὸς πεπερασμένος τε καὶ εἴδους ἐπέχων χώραν.

“因为有些人将始基说成质料。” 他列举道:在将始基设立为质料的人中,有人设立了一个,有人设立了多个,有人设立为物体,有人设立为无形体之物。而在指出有人将质料性始基假定为有形体的,有人假定为无形体的之后,在假定为无形体的人中,他首先提及了讲大与小的柏拉图,随后也提及了毕达哥拉斯派,他们讲无限——而这就是偶数;因为对他们而言,置于质料地位的数目就是这个;因为奇数是有限的,占据着形式的地位。

语法注2 条
  1. 1.58Ἀναξαγόρᾳ δὲ ὁ νοῦς τοῦ εὖ τε καὶ κακῶς μόνον ἦν ποιητικὸν αἴτιον

    与格 Ἀναξαγόρᾳ 是表判断或立场的与格(“在阿那克萨戈拉看来 / 按照阿那克萨戈拉的学说”)。副词 μόνον 修饰主语 ὁ νοῦς(“唯有心灵是动因”),用以与恩培多克勒将动因划分为两项(爱与斗争)的做法形成对比。

  2. 1.59τοῦ γὰρ βεβαιώσασθαι ὅτι μηδεὶς τρόπος αἰτίας ἄλλος ἔστι

    带冠词不定词的属格 τοῦ βεβαιώσασθαι 在此表示目的(“为了证实……”),直接承接并回答前句关于亚里士多德展开始基历史考察之目的的说明(οὗ χάριν ἦλθεν...)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:60.11-61.16