- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:608.3-609.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大借助几何学中的线、天文学中的恒星运动以及音乐中的四分之一音等实例,阐明了各类事物的测度如何模仿单子,并在与被测物的大小对比及感觉限度中作为“不可分的一”发挥作用。
" Ἐν πᾶσι δὴ τούτοις μέτρον καὶ ἀρχὴ ἕν τι καὶ ἀδιαίρετον." Εἰπὼν ὅτι ἀρχὴ μέν ἐστι καὶ μέτρον ἐν πλάτει ἐν βάθει ἐν βάρει, καὶ τὴν αἰτίαν θεὶς τοῦ τίνος ἕνεκεν ἐν βάρει εἰπὼν καὶ ἐν τάχει οὐκ εἶπε καὶ ἐν κουφότητι καὶ βραδυτῆτι, λέγει ὅτι ἐν ἅπασι τούτοις τῷ τε βάρει καὶ τοῖς λοιποῖς μέτρον καὶ ἀρχὴ τὸ ἕν ἐστι καὶ ἀδιαίρετον, καὶ πιστοῦται τὸ ὡς ἀδιαίρετῳ τῷ μέτρῳ καὶ τῇ ἀρχῇ ἐν ἅπασι κεχρῆσθαι τῇ τῆς ποδιαίας παραθέσει·1 ἐπεὶ γάρ, φησί, καὶ ἐν ταῖς γραμμαῖς χρῶνται ὡς ἀτόμῳ τῇ ποδιαίᾳ γραμμῇ. καὶ οὐ τοῦτο λέγει ὅτι ἄτομός ἐστι, (πᾶσα γὰρ γραμμὴ διαιρετή· οὐδὲ γὰρ σύγκειται ἐκ στιγμῶν), ἀλλ’ ὅτι ὡς πρὸς τὸ μέγεθος τῆς μετρουμένης ὑπὸ τῆς ποδιαίας ἄτομον αὐτὴν ὑπολογίζεσθαι χρή. ὡς γὰρ ἡ δεκὰς μονάδι ἔοικε πρὸς τὴν ἑκατοντάδα, οὕτως εἰ καὶ τὴν Ἀθήνηθεν ὡς Αἴγυπτον γραμμὴν ἡ ποδιαία μετρεῖ, ἀδιαίρετός ἐστι καὶ σημείου λόγον ἔχει πρὸς αὐτήν, ὥσπερ καὶ τὴν ὅλην γῆν τηλικαύτην οὖσαν τὸ μέγεθος σημεῖον πρὸς τὴν ἀπλανῆ πιστεύομεν. ὥστε πανταχοῦ τὸ μέτρον ὥσπερ ἕν τι ζητοῦσι καὶ ἀδιαίρετον· τοῦτο δέ, φησί, τὸ ἁπλοῦν, τουτέστι τοῦτο δὲ τὸ μέτρον ὅπερ ὡς ἀδιαίρετον ζητοῦσιν, ἁπλοῦν ἐστιν ἢ τῷ ποιῷ ἢ τῷ ποσῷ, τῷ μὲν ποσῷ ἁπλοῦν ἡ μονάς, τῷ δὲ ποιῷ, ἐπειδὴ καὶ ὑγρῶν καὶ ξηρῶν καὶ λευκῶν φύσεις μετροῦμεν, τούτων τὸ μέτρον ἁπλοῦν ἐστι τῷ ποιῷ ἀλλ’ οὐ τῷ ποσῷ· τὸ γὰρ ἁπλοῦν τῷ ποσῷ ἀδιαίρετον, ξηρὰ δὲ καὶ ὑγρὰ διαιρετά. ἀλλὰ καὶ τὸ λευκὸν διαιρετὸν κατὰ συμβεβηκός, τῷ τὸ ἐν ᾧ ἐστι διαιρετὸν εἶναι.2 ταῦτα εἰπὼν λέγει καὶ ποῖόν ἐστι κυρίως καὶ ἀκριβέστατα ἓν ὡς ἀδιαίρετον καὶ ὁποῖον οὐκ ἔστι, καί φησιν ὅπου μὲν οὖν δοκεῖ μὴ εἶναι ἀφελεῖν ἢ προσθεῖναι τοῦτο ἀκριβὲς τὸ μέτρον καὶ ἁπλῶς ἓν καὶ ἀδιαίρετον. διὰ τοῦτο δὴ ἀκριβέστατον μέτρον τὸ τοῦ ἀριθμοῦ ἡ μονάς· οὐκ ἔστι γὰρ προσθεῖναι τῇ μονάδι ἢ ἀφελεῖν· ἀδιαίρετον γὰρ αὐτὴν τίθεται. ἀπὸ σταδίου δὲ καὶ ταλάντου καὶ ἀεὶ τοῦ μείζονος μᾶλλον ἂν ἀφέλοι τις ἢ τοῦ ἐλάττονος· μᾶλλον γὰρ ἀπὸ τοῦ μείζονος ἀφελεῖν τις δύναται ἢ ἀπὸ τοῦ βραχυτάτου· εἰ δὲ μᾶλλον ἀφελεῖν δυνατὸν ἀπὸ τοῦ μείζονος, δῆλον ὡς καὶ μᾶλλον προσθεῖναι· τὸ γὰρ ἀφαιρεθὲν δυνάμεθα πάντως προσθεῖναι. τὸ δὲ ἐν δὲ τοῖς ἄλλοις μιμοῦνται τὸ τοιοῦτον μεταξὺ παρεμβέβληται. λέγοι δ’ ἂν δι’ αὐτοῦ ὅτι ἀπὸ τοῦ μέτρου τοῦ ἀριθμοῦ, τοῦτο δ’ ἐστὶν ἡ μονάς, κατὰ μίμησιν δὴ τοῦ μέτρου τοῦ ἀριθμοῦ καὶ τὰ ἄλλα ἀδιαίρετά φασι καὶ μέτρα, τὴν ποδιαίαν λέγων τἆλλα καὶ τὸ στάδιον. καὶ εἴρηται ὅπως ἀδιαίρετον τὸ στάδιον λέγεται, ὅτι πρὸς τὸ μῆκος ὃ μετρεῖ ἕκαστον τούτων ἀδιαίρετον εἶναι νομίζομεν, ὥσπερ καὶ τὴν ἅπασαν γῆν ὡς πρὸς τὴν ἀπλανῆ. ὥστε ἀφ’ οὗ πρώτου κατὰ τὴν αἴσθησιν μὴ ἐνδέχεται,3 τουτέστιν ὅπερ πρῶτον ἀναίσθητον καὶ ἀμερὲς καὶ ἀδιαίρετον καὶ ὅλως μὴ ἐνδεχόμενον διαιρεθῆναι νομίζουσι, τοῦτο μέτρον ἐστί. καὶ ἐλέχθη πῶς ἀδιαίρετα λέγεται, ὅτι ὡς πρὸς τὰ μετρούμενα. πρὸς γὰρ τὸν ἐν Ῥόδῳ κολοσσὸν ἢ τὸν Καύκασον τὸ ὄρος ἡ λίτρα οὐδενὸς βάρους αἴσθησιν ἐμποιεῖ, ἀλλ’ ἀναίσθητος πάντῃ πάντως δοκεῖ· καὶ τότε δὴ ἴσασι τὸ ποσὸν τῆς ξηρότητος ἢ τοῦ βάρους, ὅταν εἰδῶσι διὰ τούτου τοῦ μέτρου τοῦ ἀμεροῦς καὶ ἀναισθήτου δοκοῦντος ὁπόσον ἐστὶ τὸ μετρηθέν. καὶ δὴ τὴν κίνησιν τῇ ἁπλῇ καὶ ταχυτάτῃ καὶ βραχείᾳ κρίνουσιν. ἐν γὰρ τῇ ἀστρολογίᾳ ἓν καὶ ἀρχὴ καὶ μέτρον ἡ τοιαύτη κίνησίς ἐστιν· ἔστι δὲ κίνησις ἁπλῆ καὶ ταχυτάτη καὶ διὰ τοῦτο βραχεῖα ἡ τῆς ἀπλανοῦς, αὕτη ἄρα μέτρον καὶ ἕν. καὶ ἐν μουσικῇ ἡ δίεσις· ἔστι δὲ ἡ δίεσις ὁ λίαν σμικρότατος φθόγγος τῆς χορδῆς, οὗ δὴ καὶ πρῶτον αἰσθανόμεθα καὶ ἀναίσθητοι τοῦ βραχυτέρου καὶ σμικροτέρου ἐκείνου ἐσμέν, εἰ τέως ἔστι σμικρότερος ἐκείνου. ἀλλὰ καὶ ἐν φωνῇ μέτρον τὸ στοιχεῖον. καὶ ἔστι ταῦτα πάντα ἓν οὕτως ὡς ἀδιαίρετα, οὐχ ὡς κοινὸν δέ τι καὶ γένος τὸ ἓν κατ’ αὐτῶν λέγεται, ἀλλ’ ὡς ὁμώνυμος φωνή, ὥσπερ εἴρηται, ἢ μᾶλλον ὡς τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἕν.
“因此在所有这些之中,测度与本原乃是某种单一且不可分的东西。” 在说明了在宽度中、在深度中、在重量中有着本原与测度,并且给出了他为何在说了在重量中、在速度中之后却没有也说在轻与慢之中的原因之后,他说,在所有这些之中,无论在重量中还是在其余事物中,测度与本原乃是一且不可分的东西;而且他通过引述一英尺长[的线],确证了在一切事物中人们都把测度与本原作为不可分者来使用。因为他说,在诸线段中,人们也是把一英尺长的线作为不可分者来使用的。他这样说并不是指它本身不可分(因为一切线都是可分的,它也不是由点组成的),而是指相对于由一英尺[的线]所测量的[线]的大小而言,应当把它算作不可分者。因为正如十相对于一百而言类似于单子一样,即便一英尺[的线]测量的是从雅典到埃及的线,它相对于后者也是不可分的,并具有点的地位,正如我们确信整个地球尽管体积如此之大,相对于恒星天而言却是一个点一样。因此,人们在各处所寻求的测度都仿佛是某种一且不可分的东西。他说,而这单纯者——也就是他们作为不可分者所寻求的这测度——要么在质上是单纯的,要么在量上是单纯的:在量上单纯的是单子,而在质上,由于我们也测量液体、干物和白色的本性,这些事物的测度是在质上单纯而非在量上[单纯];因为在量上单纯者是不可分的,而干物与液体则是可分的。不过白色也是偶性地可分的,这是由于它所在其中的东西是可分的。在说了这些之后,他也说明了何种东西是本来的、最精确的作为不可分的一,何种东西则不是,并且说:“因此,凡是看来不可能有所减去或增加之处,这便是精确的测度,并且是单纯的一与不可分者。”正因如此,数之测度即单子乃是最精确的测度;因为不可能对单子有所增加或从中减去,因为他将它设定为不可分者。但从一斯塔德、从一塔兰同、以及总是从较大的东西中,人们能减去的东西要多于从较小的东西中;因为比起从极小者中,人们更能从较大者中有所减去;而如果可能从较大者中减去更多,显然也可能增加更多;因为减去之物我们完全能够重新加上。“而在其他事物中人们模仿这样的东西”这句话是作为插语被插入的。他通过这句话的意思大概是:从数的测度(即单子)出发,正是模仿数的测度,人们才把其他事物也称为不可分者与测度,他所说的其他事物指的是一英尺[的尺度]和斯塔德。而斯塔德如何被称为不可分,之前已经说明过:因为相对于每一尺度所测量的长度而言,我们认为它是不可分的,正如同我们认为整个地球相对于恒星天而言也是不可分的一样。因此,“凡是依感觉最初不可[增减]之处”——也就是他们最初认为是感觉不到的、无部分的、不可分的且完全不可能被分割的东西——这就是测度。而它们如何被称为不可分,也已经说明了:即相对于被测量之物而言。因为相对于罗德岛的巨像或高加索山而言,一磅完全不会产生任何重量的感觉,而是在各方面都显得完全感觉不到;而当人们通过这个显得无部分且感觉不到的测度获知被测量者有多大时,他们在那时才知道干燥度或重量的量。人们确实也用单纯、最快且短促的[运动]来判定运动。因为在天文学中,这样的运动是一、本原和测度;而单纯、最快并因此短促的运动是恒星天的运动,因此这便是测度与一。在音乐中则是四分之一音;四分之一音是琴弦极微小的发音,我们确实最初感知到它,而比它更短、更小者我们则是感觉不到的(假若确实存在比它更小者的话)。而在发音中,字母也是测度。所有这些事物都是以此种方式作为不可分者而成为一的;一并不是作为某种共通物和类述说它们的,而是如前所述作为同名异义词,或者更确切地说是作为源于一且归向一者而被述说的。
- 10.3πιστοῦται τὸ ὡς ἀδιαίρετῳ τῷ μέτρῳ καὶ τῇ ἀρχῇ ἐν ἅπασι κεχρῆσθαι τῇ τῆς ποδιαίας παραθέσει
中动动词 πιστοῦται(“确证”)带冠词不定式短语 τὸ ... κεχρῆσθαι 作直接宾语,τῇ τῆς ποδιαίας παραθέσει 为方式/手段与格(“通过引述一英尺长[的线]”)。不定式 κεχρῆσθαι 支配与格宾语 τῷ μέτρῳ καὶ τῇ ἀρχῇ,而 ὡς ἀδιαίρετῳ 则充当其表语性与格。
- 10.3τῷ τὸ ἐν ᾧ ἐστι διαιρετὸν εἶναι
由表示原因的与格冠词 τῷ 加上不定式 εἶναι 构成的句式。不定式的主语是实质化的关系从句 τὸ ἐν ᾧ ἐστι(“它所在其中的东西”,即白色这一偶性的基底),διαιρετόν 则是与其相应的宾格表语。
- 10.3ἀφ’ οὗ πρώτου κατὰ τὴν αἴσθησιν μὴ ἐνδέχεται
引用亚里士多德 1052b33–34 原文的关系从句。作为 ἐνδέχεται 补足语的不定式 ἀφελεῖν ἢ προσθεῖναι(“减去或增加”)依上下文承前省略。亚历山大紧接着以 τουτέστιν ὅπερ πρῶτον ἀναίσθητον... 进行转述,明示此句指依感觉而言无法再察觉其增减分割的最初极限量度。
