← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§606.27-608.2

作为最初测度的一与诸量测度的类比

针对亚里士多德将“一”界定为各类、尤其是量的最初测度,亚历山大阐明了数凭一(单子)而被认识的结构如何类比地推广至其他诸量的测度,并解释了亚里士多德在列举测度时为何仅提重量与速度而未并提其对立项(轻与慢),指出这是由于这两个术语具有包含其相反者的涵括性意义。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§10.2

" Μάλιστα δὲ τὸ μέτρον εἶναι πρῶτον ἑκάστου γένους καὶ κυριώτατα τοῦ ποσοῦ." Εἰπὼν ὅτι τὸ ἑνὶ εἶναί ἐστι τὸ ἀδιαιρέτῳ εἶναι ἢ τόπῳ ἢ εἴδει καὶ τὰ λοιπὰ ὅσα κατελεξάμην, μάλιστα δέ, φησί, τὸ ἑνὶ εἶναι καὶ ἡ φύσις τοῦ ἑνός ἐστι τὸ μέτρον εἶναι πρῶτον ἑκάστου γένους καὶ ὑποκειμένου, κυριώτατα δὲ ἕν ἐστι τὸ πρῶτον μέτρον τοῦ ποσοῦ· ἔστι γὰρ καὶ ψόφων καὶ μελῶν μέτρον, ἀλλὰ κυριώτατα ἓν καὶ μέτρον τοῦ ποσοῦ ἐστι, καὶ τοῦτό ἐστι τὸ ἕν, ὅπερ πρὸ ὀλίγου ἔλεγεν ὅτι μάλιστα ἐγγίζει τῷ ὀνόματι, τὸ πρῶτον μέτρον τοῦ ποσοῦ. ἐντεῦθεν γὰρ καὶ ἐπὶ τὰ ἄλλα ἐλήλυθε,1 καὶ λέγεται ἓν καὶ μέτρον τὸ στάδιον τῶν ἑκατὸν σταδίων καὶ ἡ δίεσις τῶν φθόγγων καὶ ἡ λίτρα τοῦ βάρους. ἔστιν οὖν μέτρον καὶ κυρίως ἓν ᾧ τὸ ποσὸν γινώσκεται· γινώσκεται δὲ τὸ ποσὸν ᾗ ποσὸν ἢ ἑνί, ὡς ὁ δέκα ἀριθμὸς τῇ μονάδι, ἢ ἀριθμῷ, ὡς ὁ ἑκατὸν τῷ δέκα ἀριθμῷ· μονὰς γάρ ἐστιν ὁ δέκα ἀριθμὸς ὡς πρὸς τὸν ἑκατόν. κυριώτερον δὲ πᾶς ἀριθμὸς τῷ ἑνὶ γινώσκεται· εἰ μὲν οὖν τῇ μονάδι, αὐτόθεν δῆλον ὅτι τῷ ἑνί, εἰ δ’ ἀριθμῷ ὡς ὁ ἑκατὸν ὑπὸ τοῦ δέκα, τῇ δεκάδι ὡς ἑνὶ πάλιν χρώμεθα· ὥστε δῆλον ὅτι πᾶν ποσὸν ᾗ ποσὸν τῷ ἑνὶ γινώσκεται, καὶ ᾧ πρώτῳ πόσα ἐστὶ τὰ ἀπηριθμημένα, εἴτε εἴκοσιν εἴτε ἑκατὸν εἴτε ἄλλος ὁστισοῦν ἀριθμός, γινώσκεται, τοῦτο ἕν ἐστιν ἢ ἀνάλογόν γε ἑνί. ὥστε καὶ τὸ στάδιον, εἰ ὑπ’ αὐτοῦ πρώτου τὰ ἑκατὸν ἔγνωμεν στάδια, ἕν ἐστι. καὶ διὰ τοῦτο τὸ ἓν ἀριθμοῦ ἀρχὴ ἢ ἀριθμός. ἐντεῦθεν δὲ ἀπὸ τοῦ ἀριθμοῦ καὶ τοῖς ἄλλοις μέτρον λέγεται ᾧ πρώτῳ ἕκαστον γινώσκεται, καὶ ἔστιν ἐν ἑκάστῳ τὸ μέτρον ἓν καὶ χρώμεθα ὡς ἑνί. ἐν γὰρ τοῖς μήκεσιν ᾧ πρώτῳ γινώσκεται τὸ μετρηθὲν μῆκος ὡς ἑνὶ χρώμεθα, ὡσαύτως καὶ ἐν πλάτει καὶ ἐν βάρει καὶ ἐν τάχει. εἰπὼν δὲ ὅτι ἐν μήκει, ἐν πλάτει καὶ ἐν βάθει, καὶ προσθεὶς ἐν βάρει, ἐν τάχει, τὴν αἰτίαν τίθησιν τοῦ ὅπως τὰς μὲν τρεῖς διαστάσεις εἴρηκεν,2 μῆκος πλάτος βάθος, ἐπὶ δὲ τοῦ βάρους εἰπὼν βάρος οὐκ εἶπε καὶ κοῦφον, ὁμοίως εἰπὼν τάχος οὐκ εἶπε καὶ βραδυτῆτα. φησὶ δὴ ὅτι τὸ γὰρ βάρος καὶ τάχος κοινὸν ἐν τοῖς ἐναντίοις, ὡς εἰ ἔλεγε ‘διὰ τοῦτο εἰπὼν βάρος οὐκ εἶπον καὶ κουφότητα, καὶ τάχος οὐ βραδυτῆτα, ὅτι τὸ βάρος δύναται δηλοῦν καὶ τὸ κοῦφον, καὶ ἔστι κοινὸν ἀμφοῖν τοῦ τε βάρους καὶ τοῦ κούφου· ὡσαύτως καὶ τὸ τάχος τὴν βραδυτῆτα.’ καὶ λέγει ὅπως δηλωτικόν ἐστι τὸ βάρος αὐτοῦ τε τοῦ βάρους καὶ τοῦ κούφου. διττὸν γάρ ἐστιν ἑκάτερον· βαρὺ γὰρ λέγεται καὶ τό τινος βαρύτερον, λέγεται δὲ βαρὺ καὶ τὸ ὁποιανοῦν ἔχον βαρύτητα. ἀλλὰ καὶ ταχὺ λέγεται καὶ τό τινος ταχύτερον, λέγεται δὲ καὶ τὸ ὁποσηνοῦν ἔχον ταχυτῆτα. εἰ δὴ ταῦθ’ οὕτως ἔχει, τὸ βαρὺ δηλοῖ καὶ τὴν γῆν, ἥπερ ἐστὶν ἁπλῶς βαρύ, δηλοῖ καὶ τὸν ἀέρα, ὃς ὡς μὲν πρὸς τὸ ὕδωρ κοῦφος, ὡς δὲ πρὸς τὸ πῦρ βαρύς ἐστι. δηλοῖ ἄρα ἀμφότερα τὸ βαρύ, τήν τε γῆν ἁπλῶς οὖσαν βαρεῖαν καὶ τὸν ἀέρα κοῦφον ὄντα ὡς πρὸς αὐτήν. ἀλλὰ καὶ τὸ τάχος δηλοῖ μὲν καὶ τὴν τῆς ἀπλανοῦς κίνησιν, δηλοῖ δὲ καὶ τὴν τοῦ Σωκράτους, ἥτις τοῦ Σωκράτους εἰ καὶ πάνυ λίαν ἐστὶ βραδεῖα καὶ σχεδὸν οὐδὲ κίνησις ὡς πρὸς τὴν τῆς ἀπλανοῦς ἐξεταζομένη, ὅμως ἐστὶν ἄλλης τινὸς ταχυτέρα, οἷον τῆς κινήσεως τῆς χελώνης. δῆλον ἄρα ὡς καὶ τὸ τάχος σημαντικόν ἐστι τῆς βραδυτῆτος. λέγεται δὴ βάρος καὶ τὸ ὁποσηνοῦν ἔχον ῥοπὴν καὶ βαρύτητα καὶ τὸ ἔχον ὑπεροχὴν καί τινος ὂν βαρύτερον, καὶ τάχος καὶ τὸ ὁπηλικηνοῦν κίνησιν καὶ ταχυτῆτα καὶ τὸ ὑπεροχὴν κινήσεως καὶ τὸ ταχύτερον ὄν τινος.3 ἔστι γάρ τι τάχος καὶ τοῦ βραδέος, οἷον τοῦ Σωκράτους, καὶ βάρος τοῦ κουφοτέρου, οἷον τοῦ ἀέρος.

“尤其是,[作为一的存在乃是]各类的最初测度,而最严格地则是量的最初测度。” 在说明了作为一的存在乃是在位置上或在相上不可分、以及我所列举的一切其余情况之后,他说,尤其是作为一的存在以及一的本性,乃是各类及基底的最初测度,而最严格的一则是量的最初测度。因为固然也有声音和旋律的测度,但最严格的一与测度是属于量的,而这正是他刚才所说的最切近于该名称的一:量的最初测度。因为从这里出发,[这一名称]也转移到了其他事物上,百斯塔德中的[一]斯塔德、音调中的四分之一音以及重量中的磅,都被称为一和测度。因此,测度即严格意义上的一,乃是量凭以被认识的东西;而量作为量而言,或是由一被认识(如十这个数由单子被认识),或是由数被认识(如一百由十这个数被认识;因为相对于一百而言,十这个数就是一个单子)。但更严格地说,一切数都是由一被认识的:若是通过单子,则显然直接是由一被认识;若是通过数,如一百由十被认识,我们又是把十当成一来使用的。因此显而易见,一切量作为量而言都是由一被认识的,而且被计数的事物有多少——无论是二十、一百还是其他任何数——最初凭以被认识的东西,这就是一,或者至少是与一相类比的东西。所以,斯塔德若是我们最初凭以认识百斯塔德的东西,它也是一。正因如此,一乃是数的本原或数。从这里出发,即从数出发,对于其他事物而言,各物最初凭以被认识的东西也被称为测度,并且在每一事物中测度都是一,而我们把它作为一来使用。因为在长度中,被测量的长度最初凭以被认识的东西,我们作为一来使用;在宽度中、在重量中以及在速度中同样如此。而在他说过在长度中、在宽度中、在深度中,并补充说在重量中、在速度中之后,他给出了原因,说明他何以论述了三种维度(长度、宽度、深度),但在重量的情形中说了重量却没有也说轻,同样说了速度却没有也说慢。他于是说,重量和速度在相反者中是共通的,就好像他在说:“正因如此,我说了重量便没有也说轻,说了速度便没有说慢,因为重量也能够表示轻,并且对于重和轻两者都是共通的;速度对于慢也是同样。”接着他说明了重量如何同时指示重本身与轻。因为这两者各具双重含义:因为比某物更重者被称为重,具有任何重度者也被称为重。而且,比某物更快者被称为快,具有任何速度者也被称为快。如果这些确实如此,那么重既表示单单纯纯是重的土,也表示相对于水而言是轻、但相对于火而言是重的气。因此,重表示两者,既表示单纯是重的土,也表示相对于土而言是轻的气。不仅如此,速度既表示恒星天的运动,也表示苏格拉底的运动;苏格拉底的这一运动纵使与恒星天的运动相比极度缓慢且几乎算不上运动,然而仍然比某种别的运动更快,例如比乌龟的运动更快。因此显而易见,速度也指示着慢。由此可见,具有任何下倾倾向与重度者,以及具有超出且比某物更重者,都被称为重量;而具有任何程度的运动与速度者,以及具有运动的超出且比某物更快者,都被称为速度。因为即便是慢者(如苏格拉底)也有某种速度,而较轻者(如气)也有重量。

语法注3 条
  1. 10.2ἐντεῦθεν γὰρ καὶ ἐπὶ τὰ ἄλλα ἐλήλυθε

    完成时动词 ἐλήλυθε 的语法主语未直接出现。结合上文语境,既可理解为省略了主语“名称”或“一与测度的概念”(τὸ ὄνομα / τὸ μέτρον),亦可视为非人称用法(“情况推移/延伸至”)。无论哪种读法,此处均指从数中的原初测度引申、推演至其他量的领域(长度、重量、音程等)之测度。

  2. 10.2τὴν αἰτίαν τίθησιν τοῦ ὅπως τὰς μὲν τρεῖς διαστάσεις εἴρηκεν

    属格冠词 τοῦ 统摄由 ὅπως 所引导的整个间接疑问从句(ὅπως... εἴρηκεν),作为名词 τὴν αἰτίαν 的说明性限定成分(“给出了关于他何以/为何如此表述的原因”)。连接词 ὅπως 在此作间接疑问副词“如何”或解释性“为何”。

  3. 10.2καὶ τάχος καὶ τὸ ὁπηλικηνοῦν κίνησιν καὶ ταχυτῆτα καὶ τὸ ὑπεροχὴν κινήσεως καὶ τὸ ταχύτερον ὄν τινος

    此句属于承前严格平行的省略结构,对应于紧接在前的 λέγεται δὴ βάρος καὶ τὸ ὁποσηνοῦν ἔχον ῥοπὴν...。动词 λέγεται 承前补出,以 τάχος 作表语([λέγεται] τάχος),分词 ἔχον 在 τὸ ὁπηλικηνοῦν κίνησιν καὶ ταχυτῆτα [ἔχον] 中被省略。句末的 καὶ τὸ ταχύτερον ὄν τινος 则与 καὶ τὸ ὑπεροχὴν κινήσεως [ἔχον] 构成同格性并列或换质说明。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:606.27-608.2