← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§602.21-604.8

一的原初含义:连续事物与整体

针对亚里士多德在《形而上学》第10卷第1章中列举“一”的四种原初含义的开篇,亚历山大阐释了依本性连续的事物(尤其是进行单一、不可分圆周运动的天球)以及具有形态和相的整体。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§10.1#1

" Τὸ ἓν ὅτι μὲν λέγεται πλεοναχῶς, ἐν τοῖς περὶ τοῦ ποσαχῶς διῃρημένοις εἴρηται πρότερον." Ἐν τῷ Δ τῆσδε τῆς πραγματείας εἴρηκε περὶ τῶν τοῦ ἑνὸς σημαινομένων, ὅτε καὶ περὶ τῶν ἄλλων ἁπάντων ὧν ἐκεῖσε ἐμνήσθη ἐπεσκέπτετο ποσαχῶς ἕκαστον λέγεται. καὶ νῦν πάλιν ὑπομιμνήσκει λέγων τὸ ἓν ὅτι μὲν λέγεται πλεοναχῶς εἴρηται ἐν ἐκείνοις· οἱ συγκεφαλαιούμενοι δὲ τρόποι τῶν πρώτων καὶ καθ’ αὑτὰ λεγομένων ἕν,1 τουτέστιν οἱ πρῶτοι τῶν τοῦ ἑνὸς σημαινομένων τρόποι, ἀλλὰ μὴ οἱ κατὰ συμβεβηκὸς λεγόμενοι (οὗτοι γὰρ πάμπολλοί εἰσιν), οἱ πρῶτοι δὴ τέσσαρές εἰσι, καὶ τίνες οὗτοι καταλέγει. τό τε γὰρ συνεχές, φησίν, ἓν λέγεται· τὸ δὲ συνεχὲς ἢ ἁπλῶς καὶ καθόλου λέγεται (ἁπλῶς συνεχὲς καὶ οὐ κυρίως λέγεται τὸ ἁφῇ καὶ δεσμῷ ἢ κόλλῃ), τὸ δὴ συνεχὲς ἓν λέγεται ἢ τὸ ἁπλῶς ὂν συνεχές, ἢ τὸ μάλιστά γε τῇ φύσει συνεχὲς ἕν ἐστιν· φύσει δὲ συνεχῆ τά τε ζῷα καὶ τὰ φυτὰ καὶ ὅλως τὰ ἐκ φύσεως γινόμενα ἀλλὰ μὴ ἀπὸ τέχνης. καὶ τούτων πάλιν τῶν φύσει συνεχῶν μάλιστα καὶ κυριώτατα ἓν λέγεται οὗ ἡ κίνησις ἀδιαιρετωτέρα καὶ μᾶλλον ἁπλῆ. τοιοῦτον δ’ ἂν εἴη τὸ κυκλοφορητικὸν σῶμα· τῶν μὲν γὰρ ζῴων αἱ κινήσεις οὐκ εἰσὶν ἁπλαῖ, οὐδ’ ἀδιαίρετοι. ᾗ μὲν γὰρ στάσει διαλαμβάνονται (ἐν γὰρ ταῖς τῶν ποδῶν ἀντερείσεσιν, ὅτε κινοῦνται, στάσεις γίνονται) οὐκ εἰσὶν ἁπλαῖ· ᾗ δὲ οὐ πᾶν ἅμα τὸ ζῷον κινεῖται ἀλλ’ οὐδὲ τὰ μόρια αὐτοῦ (κινουμένου γὰρ τοῦ δεξιοῦ ποδὸς καὶ προηγουμένου ὁ λαιὸς ἵσταται, πάλιν τούτου προηγεῖσθαι μέλλοντος ἵσταται ὁ δεξιός) εἰσὶ διαιρεταί· διαιροῦνται γὰρ ἐν ταῖς στάσεσι. τοῦ δ’ οὐρανοῦ ἅτε ἄρθρα μὴ ἔχοντος ἀλλ’ ἑνὸς ὄντος καὶ συνεχοῦς, οὐ δυνατόν ἐστι τὸ μὲν αὐτοῦ κινεῖσθαι τὸ δὲ μή, ἀλλ’ ἅπαντα τὰ μόρια αὐτοῦ ἅμα κινοῦνται· ὥστε κυριώτερον ἓν τῶν ἐνταῦθα τὸ κυκλοφορητικόν ἐστιν. ὅτι δὲ τοῦτο λέγει κυρίως ἕν, μετ’ ὀλίγον καὶ αὐτὸς δηλώσει. ἔτι, φησί, τοιοῦτον καὶ μᾶλλον, τουτέστιν ἔτι ἓν λέγεται καὶ μᾶλλον ἓν τὸ ὅλον καὶ ἔχον τινὰ μορφὴν καὶ εἶδος. καὶ συμπεριείληφε διὰ τούτου τοῦ τρόπου πάντα τὰ φυσικὰ μεγέθη τά τε κυκλοφορητικὰ καὶ τὰ ὑπὸ σελήνην. ἐπειδὴ δὲ εἶδός τί ἐστι καὶ ἡ ναῦς καὶ ἡ οἰκία, λέγει μάλιστα δὲ εἴ τι φύσει τοιοῦτον ἐστὶ καὶ μὴ βίᾳ, ὥσπερ ὅσα κόλλῃ ἢ γόμφῳ ἢ συνδέσμῳ. γόμφῳ μέν ἐστιν ἓν ἡ ναῦς, κιβώτιον, συνδέσμῳ ὁ φάκελος, κόλλῃ δὲ βιβλίον. ὅσα δὴ ἔχει μορφὴν καὶ εἶδος φύσει ἀλλὰ μὴ βίᾳ, ὥσπερ ὅσα γόμφῳ ἐστὶν ὡς ἡ ναῦς, ἀλλ’ ἔχει ἐν ἑαυτοῖς τὸ αἴτιον τοῦ συνεχῆ εἶναι, ἓν λέγεται. ταῦτα δ’ ἐστὶ τὰ ἐν ἑαυτοῖς ἔχοντα τὸ αἴτιον τοῦ συνεχῆ εἶναι, ὧν ἡ κίνησις μία καὶ ἀδιαίρετος τόπῳ καὶ χρόνῳ. εἰ γὰρ ἐν ἄλλῳ μὲν τόπῳ κινεῖταί τι, ἐν ἄλλῳ δὲ ἕτερον, ἐξ ἀνάγκης διαιρετή ἐστιν ἡ κίνησις, ὥσπερ ἔχει ἡ τῶν ζῴων βάδισις· ἐν ἄλλῳ μὲν γὰρ χρόνῳ κινεῖται ὁ δεξιὸς ποὺς καὶ ἐν ἄλλῳ ὁ λαιός. εἰ δὴ ταῦθ’ οὕτως ἔχει, ἔκδηλον ὅτι εἴ τι φύσει κινήσεως ἀρχὴν ἔχει τῆς πρώτης τὴν πρώτην,2 ὅτι τοῦτο πρῶτον μέγεθος ἕν.3 ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν. δέδεικται ἐν τῷ Θ τῆς Φυσικῆς ἀκροάσεως ὡς ἡ κατὰ τόπον κίνησις προτέρα ἐστὶ τῶν ἄλλων κινήσεων, αὐξήσεως φθίσεως καὶ τῶν ἄλλων, τῆς δὲ κατὰ τόπον πάλιν δέδεικται ἐκεῖσε προτέρα ἡ κύκλῳ. τούτων ἐκεῖσε δειχθέντων λέγει, ἐπειδὴ τὸ κυκλοφορητικὸν σῶμα ἀρχὴν ἔχει ἐν ἑαυτῷ κινήσεως, ἡ δὲ κύκλῳ κίνησις πρώτη ἐστὶ τῆς κατὰ τόπον, ἥτις πάλιν ἡ κατὰ τόπον πρώτη τῶν ἄλλων, τὸ κυκλοφορητικὸν σῶμα δῆλον ὅτι πρῶτόν ἐστι μέγεθος· ἡ γὰρ τῶν μορίων αὐτοῦ κίνησις οὐκ ἐν ἄλλῳ καὶ ἄλλῳ χρόνῳ γίνεται, ἀλλ’ ἅμα πάντα ἐν τῷ αὐτῷ χρόνῳ κινοῦνται. ἔστιν οὖν, ὥσπερ εἴρηται, ἡ κυκλοφορία πρώτη τῆς φορᾶς. καὶ τὸ ἔχον ἄρα ταύτην τὴν ἀρχὴν πρῶτόν ἐστι μέγεθος τοῦ ἔχοντος τὴν τῆς φορᾶς ἀρχήν.

“‘一’是在多种意义上被述说的,这在先前关于区分事物‘在几种意义上被述说’的诸篇章中已经谈过。” 在本论著的第Δ卷中,他谈到了“一”的诸种含义,当时他也考察了在那里提及的所有其他事物各自在几种意义上被述说。而现在他又一次提醒道:“一”在多种意义上被述说,已在那些章节中谈过;但归纳起来的原初的且依自身被称为一的诸方式——即“一”的诸含义中原初的诸方式,而非偶性地被述说的诸方式(因为后者极其众多)——原初的方式确实有四种,并且他列举了这些方式是什么。因为他说,连续者被称为一。而连续者要么是在一般且宽泛的意义上被述说(由接触、绑扎或胶粘结合的事物,被称为一般的连续者而非严格意义上的连续者),因此,要么一般而言是连续的事物被称为一,要么最主要的是本性上连续的事物是一。本性上连续的是动物、植物,以及总的来说由本性而非出于技艺产生的事物。而在这些本性上连续的事物中,其运动更为不可分割且更为单纯的事物,反过来最主要且最严格地被称为一。而这样的事物当属作圆周运动的物体;因为动物的运动既不单纯,也不是不可分割的。就它们被静止所隔断而言(因为在运动时,双足的踩踏支撑中会产生静止),它们不是单纯的;就并非整个动物同时运动,甚至其各部分也不同时运动而言(因为右足运动前行时左足静止,而左足准备前行时右足又静止),它们是可分的;因为它们在静止中被分断。至于天球,由于它没有关节,而是一且连续的,不可能一部分运动而另一部分不运动,相反,它的所有部分同时运动;因此作圆周运动的物体比此界的事物更严格地是一。而他将这称为严格意义上的一,不久之后他自己也将予以阐明。他说:“此外,具有此类性质者,而且更是如此”——也就是说,此外,整体且具有某种形态和相的事物,被称为一且更是一。他通过这种方式囊括了所有的自然量度,既包括作圆周运动的,也包括月下界的。但由于船和房屋也是某种相,所以他说:“尤其是,如果某物在本性上是如此,而非出于强力,就像那些由胶、钉或绑带结合的事物一样。”由钉结合成一的是船、箱子,由绑带结合成一的是包袱,由胶粘结合成一的是书籍。凡是在本性上而非出于强力具有形态和相——并不像由钉结合的事物如船那样——而是在自身内部具有使其连续的原因者,便被称为一。这些在自身内部具有使其连续的原因者,乃是其运动在位置和时间上皆为单一且不可分割的事物。因为如果某物在一个位置运动,而另一物在另一位置运动,则运动必然是可分的,正如动物的行走那样;因为在某一时刻是右足运动,而在另一时刻是左足运动。既然这些情况是如此,显而易见,若某物在本性上具有第一运动之第一者作为其运动的本原,则这是原初的单一量度。而他的意思如下:《自然学讲义》第Θ卷中已经证明,位置运动先于其他运动,先于增多、减少及其他运动,而在位置运动中,圆周运动又在那里被证明是原初的。既然这些在那里已被证明,他说,由于作圆周运动的物体在自身内部具有运动的本原,而圆周运动在位置运动中是原初的,此位置运动在其他运动中又是原初的,所以作圆周运动的物体显然是原初的量度;因为它的各部分的运动并不是在不同时间发生的,而是一切部分皆同时在同一时间运动。因此,正如所说过的,圆周运动在空间位移中是原初的。因此,具有这种本原的量度,先于具有位移本原的量度。

语法注3 条
  1. 10.1οἱ συγκεφαλαιούμενοι δὲ τρόποι τῶν πρώτων καὶ καθ’ αὑτὰ λεγομένων ἕν

    主语名词短语 οἱ συγκεφαλαιούμενοι ... τρόποι 在句中后部由谓语 τέσσαρές εἰσι 完成。其中 ἕν 作为内宾格或不受变格影响的补足语与 λεγομένων 结合,表示“在被称为‘一’的事物中”。

  2. 10.1κινήσεως ἀρχὴν ἔχει τῆς πρώτης τὴν πρώτην

    属格 τῆς πρώτης 修饰 κινήσεως(“第一种运动”,即位置移动),而宾格 τὴν πρώτην 则作为修饰语或同位语与 ἀρχήν 搭配,意为“在第一种运动中居于首位的(即圆周运动)”。

  3. 10.1ἔκδηλον ὅτι εἴ τι φύσει κινήσεως ἀρχὴν ἔχει τῆς πρώτης τὴν πρώτην, ὅτι τοῦτο πρῶτον μέγεθος ἕν

    由于条件从句 εἴ τι ... 插入在 ἔκδηλον ὅτι 之后,连词 ὅτι 在归结分句(τοῦτο πρῶτον μέγεθος ἕν,省略了系动词 ἐστί)前被重述(复指性 ὅτι)。这并非语法错误,而是在长插入成分后重新确立主从从属结构的古典惯用法。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:602.21-604.8