- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:604.9-605.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大总结了事物被称为“一”的四种方式(本性上的连续者、整体、不可分的个体以及普遍者/相),进而注解了亚里士多德关于“哪些事物被称为一”与“作为一的存在之本质”之间的区分,并阐释了“测度”比其他事物更切近于该名称因而更严格为一,而其他列举的诸形态相比之下只是潜在地为一。
τὰ μὲν δὴ οὕτως ἓν λέγεται ἢ τὸ συνεχὲς ἢ τὸ ὅλον (ὅλον δὲ ποῖον λέγεται εἴρηται ἐν τῷ Δ), τὰ δὲ λέγεται ὧν ἂν ὁ λόγος εἷς ᾖ. καὶ τίνων ὁ λόγος εἷς ἐστιν ἐπάγει· ὧν ἡ νόησις μία καὶ ἡ ἐπιστήμη. τίνων δὲ πάλιν ἡ νόησίς ἐστι μία ἐπιφέρει, ὧν ἀδιαίρετος ἡ νόησις. ἡ δὲ τοῦ ἀδιαιρέτου καὶ κυρίως ἑνὸς ἡ ἀδιαίρετος νόησίς ἐστιν ἢ εἴδει ἢ ἀριθμῷ.1 ὥστε ἐξ ὧν λέγει ὁ μὲν καθόλου ἄνθρωπος καὶ ἵππος καὶ ὅλως τὰ εἰδικώτατα εἴδη, καὶ ὁ Σωκράτης καὶ ὁ Πλάτων καὶ ἁπλῶς τὰ ἄτομά εἰσιν ἕν, τὸ δὲ ζῷον τὸ καθόλου ἓν οὐκ ἔστιν, ὅτι διαιρεῖται εἰς τε τὸ ζῷον πτηνὸν καὶ εἰς τὸ ζῷον πεζὸν καὶ εἰς τὸ ζῷον ἔνυδρον, ὧν αἱ νοήσεις καὶ ἐπιστῆμαι διάφοροι· ἄλλη γὰρ νόησις καὶ ἐπιστήμη ζῴου πτηνοῦ καὶ ἄλλη ζῴου πεζοῦ. ὁ δὲ ἄνθρωπος οὐ διαιρεῖται εἰς ἕτερα εἴδη εἰδικώτατον ὂν εἶδος, οὐδὲ οἱ κατὰ μέρος πολλῷ μᾶλλον ἄνθρωποι διαιροῦνται εἰς ἀνθρώπους. εἰ δὴ ἓν λέγομεν ὧν ἡ κίνησις μία καὶ ὧν ἡ νόησις καὶ ἡ ἐπιστήμη ἡ αὐτή, ταῦτα δὲ διὰ τὸ εἶδος συμβαίνει, ἓν ἂν εἴη πρῶτον τὸ ταῖς οὐσίαις αἴτιον τοῦ ἑνός· τοῦτο δ’ ἐστὶ τὸ εἶδος. καὶ ἐπανακεφαλαιοῦται διὰ βραχέων τὰ λεχθέντα λέγων λέγεται μὲν οὖν τὸ ἓν τοσαυταχῶς, τό τε συνεχὲς φύσει καὶ τὸ ὅλον (ὁ γὰρ μονόχειρ συνεχὴς μέν ἐστιν, ἀλλ’ οὐ καὶ ὅλος, ὥστε διαφέρει), καὶ τὸ καθ’ ἕκαστον καὶ ἄτομον, καὶ τὸ καθόλου καὶ τὸ εἶδος. λέγεται δ’ ἓν πάντα ταῦτα ἐν τῷ ἢ τὴν κίνησιν εἶναι ἀδιαίρετον ἢ τὴν νόησιν ἢ τὸν λόγον καὶ τὸ εἶδος. Δεῖ δὲ κατανοεῖν ὅτι οὐχ ὡσαύτως ληπτέον λέγεσθαι ποῖά τε ἓν λέγεται καὶ τί ἐστι τὸ ἑνὶ εἶναι καὶ τίς αὐτοῦ λόγος. Ἐπειδὴ ἑτέρα ἐστὶν ἡ φύσις τοῦ ἑνὸς καὶ ἕτερα τὰ καθ’ ὧν κατηγορεῖται (ἄλλο γὰρ Σωκράτης καὶ ἄλλο τὸ ἓν τὸ κατὰ τοῦ Σωκράτους κατηγορούμενον), λέγει ὅτι δεῖ κατανοεῖν ὅτι ἑτέρα ἐστὶν ἡ ζητοῦσα ζήτησις ποῖά τε τῶν φυσικῶν πραγμάτων ἓν λέγεται καὶ ἑτέρα ἡ τὸ ἑνὶ εἶναι καὶ τὸν λόγον καὶ τὴν φύσιν τοῦ ἑνὸς ζητοῦσα. τοῦτο δὴ θεὶς ἐπάγει ὅτι τὸ μὲν ἓν λέγεται τοσαυταχῶς ὁσαχῶς διωρίσθη (διωρίσθη δὲ τετραχῶς), καὶ ἕκαστον τῶν ὄντων ἓν λέγεται ᾧ ἄν τις τῶν τοῦ ἑνὸς διορισθέντων τρόπων ὑπάρξῃ. τὸ δὲ ἑνὶ εἶναι καὶ ἡ φύσις τοῦ ἑνὸς ὁτὲ μὲν τούτων τινὶ ὑπάρξει, λέγων τούτων, τὸ συνεχὲς φύσει, τὸ ὅλον, τὸ ἔχον μορφὴν καὶ εἶδος καὶ ὅσα ἄλλα εἴρηται, ὁτὲ δὲ ἡ φύσις τοῦ ἑνὸς ὑπάρξει ἄλλῳ τινὶ ἑτέρῳ ὄντι τῶν ἀπηριθμημένων, ὅπερ ἕτερον ἐγγὺς τῷ ὀνόματί ἐστι, τουτέστι μᾶλλον τῶν ἄλλων τῷ ἑνὶ ἐγγίζει καὶ πλησιαίτερον ἐκείνων τῇ τοῦ ἑνός ἐστι φύσει καὶ κυριωτέρως τὸ ἓν κατὰ τούτου λέγεται, καὶ ἔστι μεταξὺ τῆς τοῦ ἑνὸς φύσεως καὶ τοῦ συνεχοῦς καὶ τοῦ ὅλου καὶ τῶν τοιούτων. τοῦτο δὲ τὸ μᾶλλον ἐγγίζον τῷ ἑνὶ ὁποῖόν ἐστι μετ’ ὀλίγον εἰσόμεθα, ὅταν καὶ αὐτὸς περὶ αὐτοῦ λέγῃ, ὅταν λέγῃ οὑτωσί μάλιστα δὲ τὸ μέτρον εἶναι πρῶτον ἑκάστου γένους καὶ κυριώτατα τοῦ ποσοῦ. ἔστιν οὖν ἄλλο ὃ καὶ μᾶλλον ἐγγὺς τῷ ὀνόματί ἐστιν, ἐκεῖνα δὲ τὰ ἀπηριθμημένα ἓν δυνάμει εἰσὶν ἕν, ἤτοι φύσεις τινὲς καὶ κατ’ αὐτῶν λέγεται τὸ ἕν. ἀλλὰ μὴν καὶ ἐκεῖνο τὸ παρὰ τὰ ἄλλα, ὃ καὶ μᾶλλον ἐγγὺς τοῦ ὀνόματός ἐστι, φύσις τίς ἐστι καὶ κατηγορεῖται κατ’ ἐκείνου τὸ ἕν· οὐ γὰρ οὐσίωται ἐν τῷ ἑνὶ εἶναι. καὶ οἶμαι τὸ δυνάμει ἐκεῖνα2 ἶσον ἐστὶ τῷ ἐκεῖνα, τό τε συνεχὲς καὶ τὰ λοιπά, ὡς πρὸς τὸ ἄλλο, ὃ καὶ μᾶλλον ἐγγύς ἐστι τῷ ὀνόματι, ἐξεταζόμενα δυνάμει εἰσὶν ἕν, καθ’ αὑτὸ δὲ τοῦτο.
于是,有些事物以这种方式被称为一,即作为连续者或作为整体(至于什么样的东西被称为整体,已在第Δ卷中谈过),而另一些事物被称为[一],则是其定义为一的事物。随后他又指出哪些事物的定义是一:即其思想与知识为一的事物。他接着又说明哪些事物的思想是一:即其思想不可分的事物。而对于不可分且严格为一的事物,其不可分的思想乃是在相上或在数量上[不可分的思想]。因此根据他所说的,普遍的人与马,以及总的来说最具体的种相,还有苏格拉底与柏拉图,简言之各个体是一,但普遍的动物却不是一,因为它被分入有翼动物、陆生动物和水生动物,而这些动物的思想与知识是互不相同的;因为有翼动物的思想和知识是一回事,而陆生动物的则是另一回事。但人作为最具体的种相,并不被分入其他种相,个别的人就更不会被分入诸人了。因此,如果我们把那些运动为一的事物,以及思想与知识同一的事物称为一,而这些又是因相而产生,那么作为诸实体成其为一的原因者,就应当是原初的一;而这就是相。并且他简要地总结了所说过的话,说道:“一”因此在如此多的意义上被述说:本性上的连续者、整体(因为独臂人虽是连续的,却并非也是整体,所以二者有别)、个别者与个体,以及普遍者与相。而所有这些事物之所以被称为一,乃是在于其运动不可分,或是其思想不可分,抑或是其定义和相不可分。“必须认识到,哪些事物被称为一,与作为一的存在是什么以及它的定义是什么,不可被理解为是以同样的方式被述说的。”由于一的本性是一回事,而其所表述的主体又是另一回事(因为苏格拉底是一回事,而表述苏格拉底的一又是另一回事),所以他说,必须认识到,探求自然事物中哪些被称为一的探求是一回事,而探求作为一的存在以及一的定义和本性的探求又是另一回事。确立了这一点后,他接着指出,“一”依所界定的那样多的方式被述说(界定了四种方式),而且各个存在者之所以被称为一,乃因在其中具有所界定的一的诸方式之一。而作为一的存在以及一的本性,有时将属于这些事物之一——他说“这些事物”,是指本性上的连续者、整体、具有形态和相的事物以及所提及的一切其他事物——但有时一的本性将属于不同于所列举事物的某种别的事物,这别的事物切近于这一名称,也就是说,它比其他事物更切近于一,比它们更接近一的本性,并且“一”更为严格地表述它,它介于一的本性与连续者、整体及此类事物之间。至于这种更为切近于一的事物是怎样的,我们不久后就会知道,届时他自己也将论及它,他是这样说的:“尤其是作为每一类的第一测度,且最严格地是数量的[第一测度]。”因此,存在着另一种也更为切近于该名称的事物,而那些被列举的事物则是潜在地为一,即某些本性,并且“一”是就它们而被述说的。然而,除了其他事物之外的那个更为切近于该名称的事物,同样也是某种本性,并且“一”被表述于它;因为它的实质并不在于作为一的存在。我认为,“那些事物潜在地[为一]”这句话等同于:那些事物,即连续者及其他事物,若与更切近于该名称的另一事物相对照来考察,乃是潜在地为一,而这[另一事物]则是依自身为一。
- 10.1ἡ δὲ τοῦ ἀδιαιρέτου καὶ κυρίως ἑνὸς ἡ ἀδιαίρετος νόησίς ἐστιν ἢ εἴδει ἢ ἀριθμῷ
定冠词 ἡ 发生了复指重复(ἡ δὲ τοῦ ἀδιαιρέτου... ἡ ἀδιαίρετος νόησις),以此统摄复合主语“对不可分且严格为一者的不可分思想”。表语部分 ἢ εἴδει ἢ ἀριθμῷ 为表示方面或方式的与格,修饰系动词 ἐστιν,意指该思想在相上或在数量上是不可分的。
- 10.1τὸ δυνάμει ἐκεῖνα
中性单数定冠词 τὸ 将亚里士多德的原话(见 1052b7 τῇ δυνάμει δ’ ἐκεῖνα)名词化为引用:“‘那些事物潜在地[为一]’这一说法”,它充当语法主语并支配表语短语 ἶσον ἐστὶ τῷ...(“等同于……”)。
