- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:602.2-602.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大作为《形而上学》卷Iota的序论,以柏拉图学派的“一本身”学说为背景加以对照,概述了亚里士多德在本卷中将探讨的主题:一的划分、作为尺度的功能、一是否具有独立的实体性本性,以及相反者与对立者的诸性质。
Ἐπεὶ οἱ τὰς ἰδέας τιθέμενοι καὶ αὐτοὲν ἐδόξαζον, τοῦτο αὐτὸ λέγοντες εἶναι τὴν φύσιν αὐτοῦ καὶ ἐν τούτῳ οὐσιῶσθαι ἐν τῷ ἓν εἶναι (οὐδὲ γὰρ ὥσπερ ὁ Σωκράτης ἓν ὂν ὑπόκειται αὐτός, κατηγορεῖται δὲ αὐτοῦ τὸ ἕν, οὕτως ἔλεγον καὶ ὡς αὐτοενὶ ὑποκεῖσθαί τινα φύσιν, λέγεσθαι δὲ κατ’ αὐτῆς τὸ αὐτοέν, οὔτε ὡς οἱ φυσικοὶ μίαν λέγοντες τὴν ἀρχὴν ὑπετίθουν αὐτῇ πῦρ ἢ ὕδωρ ἢ ἀέρα, ἀλλ’ οὐσιῶσθαι αὐτὸ ἐν τῷ ἓν εἶναι, καὶ εἶναι αὐτοῦ φύσιν τὸ ἕν, μηδὲ ὂν αὐτὸ λέγοντες ἀλλὰ μόνον ἕν· καὶ ὅτῳ φίλον πῶς ταῦτα λέγουσι μαθεῖν, ἐντυγχανέτω τὸν ἐπιγραφόμενον Παρμενίδην ἢ Περὶ ἰδεῶν τοῦ Πλάτωνος διάλογον)1 — ἐπειδὴ οὖν ταύτην εἶχον περὶ τοῦ ἑνὸς τὴν ἔννοιαν, ζητῆσαι ἐν τῷ παρόντι βιβλίῳ προτίθεται2 εἰ ἔστι τι τοιοῦτον ἓν ἢ μή. πρότερον δὲ διαίρεσιν ποιεῖται τοῦ ἑνὸς καὶ λέγει τίνα ἐστὶ τὰ κυρίως σημαινόμενα τοῦ ἑνὸς καὶ πῶς τὸ ἓν τέως ἐν τοῖς αἰσθητοῖς εἶναι ὑπολαμβάνομεν. λέγει δὲ ὅτι τῷ ἑνὶ πανταχοῦ ὡς ἀρχῇ μέτρου χρώμεθα καὶ ἐν ἀριθμοῖς καὶ ἐν μεγέθεσι καὶ ἐν μέλεσι· τὴν γὰρ δίεσιν ἀρχὴν τῶν μελῶν ποιούμεθα. περὶ δὴ τούτων καὶ ἄλλων τοιούτων πρότερον τὸν λόγον ποιεῖται, καὶ οὕτω ζητεῖ εἰ δύναται εἶναί τι τοῦτο αὐτὸ ἔχον φύσιν τὸ ἕν, εἶτα ζητεῖ καὶ περὶ τῶν ἐναντίων τίνα ἐστὶ καὶ ὅλως περὶ τῶν ἀντικειμένων καὶ πῶς εἰσι. τὰ μὲν οὖν ἐνταῦθα λεχθησόμενα τοιαῦτα, ἰτέον δὲ ἡμῖν ἐπὶ τὴν τῶν λεγομένων σαφήνειαν.
由于主张相论的人也主张“一本身”,声称这本身就是它的本性,并且其本质就在于作为一(因为他们并不像苏格拉底作为一个事物,其自身是作为底层的基体,而“一”被述及于他那样,声称对于“一本身”也有某种本性作为底层基体,而“一本身”被述及于这本性;他们也不像自然哲学家们那样,说起单一的本原时,便将火或水或气设定为它的底层基体;相反,他们声称它在“作为一”之中具有其本质,“一”就是它的本性,甚至不说它是“存在者”,而只说是“一”——如果有人愿意了解他们是如何这样说的,不妨去读柏拉图题为《巴门尼德,或论相》的对话录)——因此,既然他们关于一持有这样的观念,[亚里士多德]在本卷中便打算探究是否存在任何这样的“一”。但在此之前,他先对一作了划分,说明一的主要含义是什么,以及我们暂且如何在可感知事物中认定一的存在。并且他说,我们在任何地方,在数字中、在大小中以及在旋律中,都将一用作量度的本原;因为我们把半音程作为旋律的本原。因此,他首先就这些以及其他此类事情进行讨论,并由此探究是否能有某种事物以这“一”本身为其本性;随后他也探究关于相反者是什么,以及总体上关于对立者及其存在方式。在这里将被论及的事情就是这些,而我们必须进而阐明所谈论的文本。
- 10.0ἐντυγχανέτω τὸν ἐπιγραφόμενον Παρμενίδην ἢ Περὶ ἰδεῶν τοῦ Πλάτωνος διάλογον
动词 ἐντυγχάνω 通常支配与格,但此处支配表示书名的宾格补足语(τὸν ... διάλογον),意为“不妨阅读/查阅题为……的对话录”。
- 10.0Ἐπεὶ οἱ τὰς ἰδέας τιθέμενοι ... ἐπειδὴ οὖν ταύτην εἶχον περὶ τοῦ ἑνὸς τὴν ἔννοιαν, ζητῆσαι ἐν τῷ παρόντι βιβλίῳ προτίθεται
句首以 Ἐπεὶ 开始的因果从句在经过一段冗长的插入性解释(οὐδὲ γὰρ ... διάλογον)打断后,由 ἐπειδὴ οὖν 予以概括性重述(复取),从而引出主句 ζητῆσαι ... προτίθεται。
