- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:600.37-601.33
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大阐释了亚里士多德《形而上学》卷IX(Θ)第10章中命题复合的真假与单纯实体的真假(理智的触及与无知)之间的区别,并通过几何与数的属性说明不动的事物绝不容许依时间而定的欺骗,从而结束了对本卷的注解。
" Τὸ δὲ εἶναι ὡς τὸ ἀληθὲς καὶ τὸ μὴ εἶναι ὡς τὸ ψεῦδος, ἓν μέν ἐστιν, εἰ σύγκειται, ἀληθές." Τὸ ὂν τὸ ὡς ἀληθές, φησί, καὶ τὸ μὴ ὂν τὸ ὡς τὸ ψεῦδος, ἕνα μέν ἐστι τρόπον,1 εἰ σύγκειται ὁ κατηγορούμενος τῷ ὑποκειμένῳ καί φαμεν αὐτὸν συγκεῖσθαι, τοῦτό ἐστιν ὂν τὸ ὡς ἀληθές· εἰ δὲ μὴ σύγκειται, λέγεται δὲ συγκεῖσθαι, μὴ ὂν τὸ ὡς ψεῦδος. τὸ δὲ ἕν, τουτέστιν ἄλλον δὲ τρόπον, εἴπερ ὂν οὕτως ἐστί, ἤτοι ἄνπερ ἐστὶν ἁπλοῦν, οὕτως ἐστὶν ἡ περὶ αὐτὸ ἀλήθεια, οὐχ ὥστε καταφάσκειν τι αὐτοῦ ἀλλὰ κατά τινα φάσιν αὐτὸ νοεῖν καὶ οἷον ὁρᾶν. εἰ δὲ μὴ οὕτως, δηλονότι εἰ δὲ μή ἐστιν ἁπλοῦν, οὐκ ἔστι περὶ αὐτὸ τὸ ἀληθεύειν μόνον θιγγάνοντα. καὶ σαφηνίζει αὐτὸ λέγων τὸ δὲ ἀληθὲς τὸ νοεῖν ταῦτα, ἀπάτη δὲ περὶ αὐτὰ οὐκ ἔστιν ἀλλ’ ἄγνοια, ἄγνοια δ’ οὐχ οἵα ἡ τυφλότης ὡς μὴ δυνηθῆναί ποτε νοῆσαι,2 ἀλλὰ τοιαύτη οἵα ὑπάρχει, ὅταν τις μὴ περί τινος λογίζηται· ἡ δὲ τυφλότης τοιοῦτόν ἐστιν, ὁποία ἐστὶν ἡ ἄγνοια ὅταν τὸ νοητικὸν μηδαμῶς τις ἔχῃ· ὁ γὰρ τούτου ἐστερημένος οὐδέποτε ἄν τι νοήσειεν, ὥσπερ οὐδὲ ὁ ἐστερημένος τῶν ὀφθαλμῶν βλέψειέ ποτε.
“作为真的‘是’与作为假的‘不是’,若存在复合,则是真的一种方式。” 他说,作为真的存在与作为假的不存在:在一种方式下,如果被谓述者与主体复合在一起,并且我们说它是复合的,这就是作为真的存在;但如果没有复合,却被说成是复合的,就是作为假的不存在。而“另一个”——即在另一种方式下——如果存在是以这种方式,也就是说如果它是单纯的,那么关于它的真理就是这样的:不是去对它有所肯定,而是在某种宣说中通过理智把握并仿佛看见它。如果不以这种方式——显然,如果不属于单纯的——仅仅通过触及而关于它说真话就不成立。他阐明了这一点,说真就是理智把握这些事物,关于它们并没有欺骗而是无知;但这种无知并非像眼瞎那样永远无法通过理智把握,而是如同某人未加思考某事时所具有的那样。至于眼瞎则是这样一种情况,正如某人完全不具备理智能力时的无知;因为被剥夺了这种能力的人永远不可能通过理智把握任何事物,正如被剥夺了眼睛的人永远看不见一样。
"Φανερὸν δὲ καὶ ὅτι καὶ περὶ τῶν ἀκινήτων οὐκ ἔστιν ἀπάτη κατὰ τὸ ποτέ, εἴ τις ὑπολαμβάνει ἀκίνητα." Εἰ ἡ κατὰ τὸ ποτὲ ἀπάτη περὶ τὰ ἐνδεχόμενα καὶ ἄλλως ἔχειν ἐστί, τὰ δὲ ἀκίνητα καὶ ἀίδια οὐκ ἐνδέχεται ἄλλως ἔχειν, οὐκ ἂν εἴη περὶ αὐτὰ ἀπάτη ἡ κατὰ τὸ ποτέ, ἀλλ’ ἢ ὥσπερ εἴρηται πρὸ ὀλίγου, ἢ ἀεὶ ἀπατηθήσεται ἢ ἀεὶ ἀληθεύσει. εἰ γάρ τις καὶ μὴ οἴοιτο μεταβάλλειν τὸ τρίγωνον ἀλλ’ ἀκίνητον αὐτὸ ὑπολαμβάνοι, οὐκ ἂν ὑπολάβοι ὡς αἱ τρεῖς αὐτοῦ γωνίαι ποτὲ μὲν δυσὶν ὀρθαῖς ἴσαι εἰσὶ ποτὲ δὲ οὔ. εἰ γὰρ τοῦτο νοήσοι, ὑπολήψοιτο ἂν αὐτὸ καὶ μεταβάλλειν· ἀλλ’ ὑπόκειται ὑπολαμβάνειν αὐτὸ ἀμετάβλητον. ἀλλὰ τοῦτο μὲν ὑπολαβεῖν οὐκ ἐνδέχεται, ἀλλὰ τὸ μὲν τὶ δ’ οὔ,3 τουτέστιν ἄρτιον μὲν ἀριθμὸν πρῶτον ὑπολαμβάνειν μηδένα εἶναι ἐνδέχεται, ἢ τινὰς μὲν εἶναι ἀρτίους πρώτους τινὰς δὲ οὔ, καὶ τοῦτο ἐνδέχεται· τὸ δὲ τὸν δύο λαβεῖν αὐτὸν καθ’ αὑτὸν καὶ ὑπολαμβάνειν αὐτὸν ποτὲ μὲν ἄρτιον πρῶτον ποτὲ δὲ οὐ πρῶτον, οὐκ ἐνδέχεται. τὸ δὲ οὐ γὰρ ἔτι τινὰ μὲν τινὰ δὲ οὐκ οἰήσεται τοιοῦτον ἂν εἴη· οὐ γὰρ οἰήσεται ὁ τοὺς ἀριθμούς, ὥσπερ τὸ τρίγωνον, ἀκινήτους οἰόμενος ὅτι τὶς μὲν ἀριθμὸς πρῶτος ὢν ποτὲ ἔσται καὶ μὴ πρῶτος, ὁ δὲ κινουμένους αὐτοὺς οἰόμενος οὗτος τοῦτο πείσεται· ὥστε ἢ ἀληθεύσει, εἰ τὸν δύο ἄρτιον ὑπολαμβάνει, ἢ ἀεὶ ψεύσεται, εἰ μὴ οὕτως αὐτὸν ἔχειν ὑπολήψεται. μέχρι τῶν ὧδε πεπλήρωνται αἱ εἰς τὸ Θ τῶν Μετὰ τὰ φυσικὰ σχολαί.
“同样显然的是,对于不动的事物,如果有人认定它们是不动的,就不存在依时间而定的欺骗。” 如果依时间而定的欺骗是关于那些可以处于不同状态的事物,而不动且永恒的事物不可能处于不同状态,那么关于它们就不会存在依时间而定的欺骗,而是正如不久前所说的那样,要么始终受欺骗,要么始终说真话。因为如果有人不认为三角形会变化,而是认定它是不动的,他就决不会认定它的三个内角有时等于两直角,有时又不等于。因为如果他这样想,他就会认定它也是在变化的;但他被预设为认定它是不可变化的。然而,认定这种情况是不可能的,而认定“有一部分是,有一部分不是”则是可能的——也就是说,认定没有任何偶数是素数是可能的,或者认定某些偶数是素数而某些偶数不是素数也是可能的;但是单独把“二”本身拿出来,认定它有时是偶素数,有时又不是素数,这是不可能的。而“因为他决不再认为有些是而有些不是”这句话的意思会是这样:把数字认定为如同三角形一样不动的人,决不会认为某个作为素数的数字有时又不是素数,而认为它们是运动的人则会陷入这种情况;因此,如果他认定“二”是偶数,他就会说真话,或者如果他认定它不是这样,他就会始终说假话。至此,对《形而上学》卷Theta的讲课记录便告完成。
- 9.24τὸ δὲ ἕν, τουτέστιν ἄλλον δὲ τρόπον
在亚里士多德原文 ἓν μέν... τὸ δὲ ἕν...(1051b33–35)的对照句式中,注解者先将前项 ἓν μέν 理解为 ἕνα τρόπον(“在一种方式下”),随后将 τὸ δὲ ἕν 转述为 ἄλλον δὲ τρόπον(“在另一种方式下”)。这明确了将中性单数宾格 ἕν 作副词性/方式性用法的构文解读。
- 9.24ἄγνοια δ’ οὐχ οἵα ἡ τυφλότης ὡς μὴ δυνηθῆναί ποτε νοῆσαι
οἵα 为关系代词,修饰先行词 ἄγνοια,后接表结果的 ὡς 连同不定式(ὡς μὴ δυνηθῆναι)。这表明关于单纯实体的无知并不是能力本身的剥夺(如目盲)以至于“永远无法进行理智把握”,而仅仅是当前未予思考的状态。
- 9.25ἀλλὰ τοῦτο μὲν ὑπολαβεῖν οὐκ ἐνδέχεται, ἀλλὰ τὸ μὲν τὶ δ’ οὔ
此句呼应亚里士多德原文 1052a7 的 ἀλλʼ ἢ τὸ μὲν τὸ δʼ οὔ。前半句中的 τοῦτο 指前文所说的随时间而变(有时等于两直角,有时不等于);后半句的宾格短语 τὸ μὲν τὶ δ’ οὔ 充当 ὑπολαβεῖν 的实质宾语,指代“有一部分是,有一部分不是”这一特称与全称的逻辑区分。
