← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§599.36-600.36

单纯实体的无虚妄性与不生不灭性

对亚里士多德《形而上学》卷九第十章(1051b17起)的注疏。亚历山大阐明非复合的单纯实体由于缺乏组合,因而不可能产生假或欺骗,只有通过理智触及而达到的真或无知(未触及),并论证单纯实体是纯粹现实且不生不灭的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9.23#2

ὅταν οὖν ταῦτα οἷον ὁρᾷ ὁ νοῦς, φάσιν αὐτῶν ἔχει ἀλλ’ οὐ κατάφασιν· ἡ γὰρ κατάφασις ἐπὶ συνθέτου λέγεται ὑποκειμένου καὶ κατηγορουμένου. ἢ οὖν θιγγάνει καὶ ἅπτεται αὐτῶν καὶ ἀληθεύει, ἢ οὐ θιγγάνει οὐδ’ οἷον ὁρᾷ αὐτὰ οὐδ’ ὅλως ἐννοεῖ τι περὶ αὐτῶν, καὶ λέγεται ἔχειν περὶ αὐτῶν ἄγνοιαν, οὐ μὴν ψεύδεσθαι, ἐπεὶ οὐδ’ ἡ ὄψις ὅταν ἐν νυκτὶ μὴ ὁρᾷ τὰ χρώματα, λέγεται ψεύδεσθαι ἀλλ’ ἀγνοεῖν αὐτά. τὸ γὰρ ψεύδεσθαι ἐπὶ συνθέτων λέγεται, ὅταν τὸ μὴ ὂν τόδε τι λέγῃ εἶναι αὐτό, οἷον τὸ μὴ ὂν λευκὸν ξύλον λέγῃ αὐτὸ λευκόν, ἢ τὸ ὂν λέγῃ μὴ ὄν, οἷον τὸ ἄνθρωπον μὴ εἶναι ζῷον. ὥστε ἀληθεύει μὲν περὶ τὰ ἁπλᾶ ὁ νοῦς, ὅταν καθάπερ εἰσὶ καὶ ἁπλαῖς ἐπιβολαῖς ἅπτηται αὐτῶν. ἔστι μὲν οὖν περὶ τὰ ἁπλᾶ ἀληθεύεσθαι, ὅταν αὐτῶν θιγγάνῃ ὁ νοῦς, καὶ οἷον φάσιν ἔχειν ἀλλ’ οὐ κατάφασιν, ἀπατηθῆναι δὲ ἢ ψεύδεσθαι περὶ αὐτὰ οὐκ ἐνδέχεται· ἡ γὰρ ἀπάτη καὶ τὸ ψεῦδος περὶ τὰ σύνθετα ὑφίσταται, ὅταν τὸ μὴ κατά τινος ὑπάρχον ὑπάρχειν λέγηται ἢ τὸ ὑπάρχον μὴ ὑπάρχειν. εἰπὼν δὲ ὅτι ἀπατηθῆναι περὶ τὸ τί ἐστι καὶ τοὺς ὁρισμοὺς οὐκ ἔστιν (οὐ γὰρ χωρίζονται τῶν ὧν εἰσιν ὁρισμοί, ὡς τὸ καθῆσθαι καὶ γράφειν τῶν καθημένων καὶ γραφόντων), λέγει ὅτι οὐδὲ περὶ τὰς μὴ συνθέτους καὶ ἁπλᾶς ἔστιν ἀπατηθῆναι οὐσίας, περὶ ὧν ἤδη πεπαύμεθα λέγοντες· κατὰ συμβεβηκὸς δὲ ἔστιν ἀπατηθῆναι, εἴ τις τὸ μὴ θιγγάνειν ἀπάτην βούλεται λέγειν. εἰσὶ δὲ πᾶσαι αἱ ἁπλαῖ οὐσίαι ἐνέργειαι, ἀλλ’ οὐ δυνάμει· πρῶτον μὲν ὡς εἴπερ ἦσαν δυνάμει, ἐγίνοντο ἂν περὶ αὐτὰς ἀπάται. εἰ γὰρ εἶχον ἔννοιαν περὶ τῆς ἁπλῆς οὐσίας ὡς ἔστι τοδί, αὕτη δὲ δυνάμει οὖσα τόδε τι κεκίνητο εἰς ὃ ἐδύνατο, ἠπατήθησαν ἄν·1 ὥσπερ γὰρ ὁ καθήμενος ὅταν σταίη, ὁ καθήμενον ἔτι αὐτὸν ὑπολαμβάνων ἀπατᾶται καὶ ψεύδεται, οὕτω δὴ συνέπεσεν ἂν καὶ ἐπ’ αὐτῆς. ἔπειτα εἰ ἦσαν δυνάμει, ἐγίνοντο ἂν καὶ ἐφθείροντο· τὸ γὰρ δυνάμενον τόδε τι γενέσθαι γίνεται ἐκεῖνο ὅπως δύναται· καὶ εἰ ἐγίνοντο, ἔκ τινος ἂν ἐγίνοντο καὶ τοῦτο εἰς ἄπειρον. νῦν δὲ τὸ ὂν αὐτὸ οὐ γίνεται. καὶ εἴη ἂν λέγων ὅτι τὸ κυρίως ὂν καὶ ἡ ἁπλῆ ὑπερούσιος οὐσία καὶ ἀκινήτως κινοῦσα, ὁ πολυτίμητος θεός, οὐ γίνεται οὐδὲ φθείρεται. ἢ τὸ νῦν δὲ τὸ ὂν αὐτὸ οὐ γίνεται οὐδὲ φθείρεται ἴσον ἄν εἴη τῷ νῦν δὲ τὸ ὂν καὶ ἡ οὐσία τοῦ ἁπλοῦ, ὁποῖον ἄν ποτε εἴη, οὐ γίνεται οὐδὲ φθείρεται· πᾶν γὰρ τὸ γινόμενον σύνθετόν ἐστιν. ὅσα δέ, φησί, τῶν ὄντων ἐστὶν ὅπερ εἶναί τι καὶ ἐνεργείᾳ,2 τουτέστιν ὅσα ἐστὶν ὅπερ ὄντα καὶ ἐνεργείᾳ, τουτέστιν ὅσα εἰσὶν ἐνέργειαι καὶ εἴδη, περὶ ταῦτα οὐκ ἔστιν ἀπατηθῆναι, ἀλλ’ ἢ ἅπτεσθαι αὐτῶν τὸν νοῦν καὶ ἀληθεύειν ἢ μὴ ἅπτεσθαι, καὶ οὐκ ἔστι τοῦτο ἀπάτη. καὶ ζητεῖται τὸ τί ἐστι περὶ αὐτῶν οὐχ ὡς κατηγοροῦντες αὐτῶν τι, ἀλλὰ μόνον νοοῦντες καὶ οἱονεὶ ὁρῶντες. τὸ δὲ ταῦτα οἷον ὁρᾶν ἐγγίνεται τοῖς εἰς ἄκρον ἐπιστήμης ἐλθοῦσι καὶ εὖ ζήσασιν.

因此,当理智仿佛看见这些事物时,它具有对它们的一种宣说,但不是肯定;因为肯定是在主体与被谓述者的复合事物上被言说的。因此,理智要么触及并接纳它们而说真话,要么不触及,也不仿佛看见它们,更完全不对它们产生任何观念,它便被说成是对它们具有无知,决不是在说假话;正如视觉在夜间看不见颜色时,也不被说成是在说假话,而是对它们一无所知。因为说假话是在复合事物的情形下被言说的,即当某人把不是这个“某物”的东西说成是它时,例如把不白的木头说成是白的,或者把“是”的东西说成“不是”,例如说人不是动物。因此,当理智照其本来所是并且以单纯的把握接纳单纯事物时,它说的是真话。因此,就单纯事物而言,当理智触及它们时说真话,并且仿佛具有宣说而非肯定,这是成立的,但在它们身上被欺骗或说假话却是不可能的;因为欺骗与假产生于复合事物之中,即当不属于某物的东西被说成属于,或者属于的东西被说成不属于之时。在指出了关于本质定义和诸定义不可能受欺骗之后(因为它们不脱离它们作为其定义的事物,正如坐着和写字不脱离那些坐着和写字的人一样),他说对于非复合的和单纯的实体也不可能受欺骗,关于这些实体我们刚才已经讲完;但若有人愿意把未触及称为欺骗,那么附带地是可以受欺骗的。而且,一切单纯的实体都是现实,而不是潜能;首先,因为如果它们真是潜能,关于它们就会产生欺骗。因为如果[人们]对单纯实体抱有观念认为它是“这个”,而实体本身作为潜能的某个“这”,却运动到了它原本能够成为的状态,他们就会受欺骗了;因为正如坐着的人站起来时,仍然认为他在坐着的人便受了欺骗且说了假话一样,在单纯实体的情形下也必定会发生同样的事。其次,如果它们是潜能,它们就会生成与毁灭;因为能够成为某个“这”的东西,就会照其所能而成为那个东西;而如果它们生成,它们就必须从某种东西中生成,且这会走向无穷。但事实上,存在本身并不生成。这可以理解为他在说:严格意义上的存在,即单纯且超实体的实体、不动的推动者——备受尊崇的神,既不生成也不毁灭。或者,“但事实上,存在本身既不生成也不毁灭”等同于:“但事实上,单纯事物的存在与实体,无论它是何种存在,都既不生成也不毁灭;因为凡是生成之物都是复合的。”他说,在诸存在者中,凡是就其本性为某种存在且是现实的——也就是说,凡是就其本性为存在且是现实的,即凡是作为现实和形式的——关于这些事物是不可能受欺骗的,而是理智要么接纳它们并说真话,要么不接纳,而这不是欺骗。人们探索关于它们“是什么”,并不是作为对它们有所谓述,而仅仅是通过理智把握并仿佛看见它们。而这种对它们的“仿佛看见”,产生于那些达到知识顶峰并且度过了美好生活的人身上。

语法注2 条
  1. 9.23εἰ γὰρ εἶχον ἔννοιαν περὶ τῆς ἁπλῆς οὐσίας ὡς ἔστι τοδί, αὕτη δὲ δυνάμει οὖσα τόδε τι κεκίνητο εἰς ὃ ἐδύνατο, ἠπατήθησαν ἄν

    反事实条件句(εἰ γὰρ εἶχον... ἠπατήθησαν ἄν)。动词 εἶχον 以及主句中的 ἠπατήθησαν 的主语是根据上下文补出的认识主体/人们(第三人称复数),从认识者的角度具体展开了前文“关于它们就会产生欺骗”(ἐγίνοντο ἂν περὶ αὐτὰς ἀπάται)的主张。插入的分句 αὕτη δὲ... κεκίνητο 具有独立的主语(αὕτη 指单纯实体),动词为过去完成时,属于假设施设的一部分。

  2. 9.23ὅσα δέ, φησί, τῶν ὄντων ἐστὶν ὅπερ εἶναί τι καὶ ἐνεργείᾳ

    由关系代名词 ὅσα 引导的关系从句中的述谓结构。短语 ὅπερ εἶναί τι 源自亚里士多德的术语 τὸ ὅπερ ἔστιν(本质自身),指其自身的存在与其本质同一、无须复合的事物。注疏者随即用 τουτέστιν ὅσα ἐστὶν ὅπερ ὄντα καὶ ἐνεργείᾳ(即,凡是就其本性为存在且是现实的)加以解释,指非复合的形式与现实态。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:599.36-600.36