← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§59.9-60.10

柏拉图的质料原因与动力因及目的因的省略

亚历山大阐述了亚里士多德对柏拉图质料原因(不定二元)的论述及其异文,探讨了亚里士多德在柏拉图学说中未提及动因和目的因的原因,并考察了早期哲学家关于质料始基的分类。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.57

" Καὶ τίς ἡ ὕλη ἡ ὑποκειμένη, καθ’ ἧς τὰ εἴδη." Εἰπὼν δύο αἰτίαις αὐτὸν κεχρῆσθαι, καὶ μνημονεύσας τῆς κατὰ τὸ εἶδος αἰτίας, καὶ δείξας πῶς αὕτη ἐστὶν αἰτία, προστίθησι τὴν δευτέραν, καί φησι ταύτην εἶναι τὴν ὑλικήν. τίς γὰρ ἦν ἡ ὕλη ἡ ὑποκειμένη, καθ’ ἧς τὰ εἴδη ἔν τε τοῖς αἰσθητοῖς καὶ ἐν ταῖς ἰδέαις, λέγεται ὑπ’ αὐτοῦ. εἰπὼν δὲ τὰ γὰρ εἴδη τοῦ τί ἐστιν αἴτια τοῖς ἄλλοις, τοῖς δὲ εἴδεσι τὸ ἕν, λέγων καὶ περὶ τῆς ὕλης τῆς ὑπὸ τῶν προειρημένων εἰδοποιουμένης, τῆς ἐν ἀμφοτέροις ἐμνημόνευσεν1 εἰπὼν καθ’ ἧς τὰ εἴδη τὰ μὲν ἐπὶ τῶν αἰσθητῶν τὰ δὲ ἐπὶ τοῖς εἴδεσι λέγεται, ἴσον λέγων τῷ καθ’ ἧς τὰ εἴδη λέγεται τά τε ἐπὶ τοῖς αἰσθητοῖς καὶ τὰ ἐπὶ τοῖς εἴδεσι, τουτέστι ταῖς ἰδέαις· λέγεται γὰρ καὶ ἐν ἐκείναις καὶ ἐν τοῖς αἰσθητοῖς εἶναί τις ὕλη ὑποκειμένη, καθ’ ἧς τὰ εἴδη, τουτέστιν ἡ εἰδοποιουμένη. ὅτι γὰρ δυάς ἐστιν αὕτη, δυὰς δὲ ποταπή, διὰ τῆς προσθήκης ἐδήλωσεν· οὐ γὰρ ἡ ὡρισμένη καὶ ἐν τοῖς ἀριθμοῖς, ἀλλ’ ἡ ἀόριστος· τοιαύτη γὰρ τὸ μέγα καὶ τὸ μικρόν. γράφεται καὶ οὕτως καθ’ ἧς τὰ εἴδη μὲν ἐπὶ τῶν αἰσθητῶν, τὸ δὲ ἓν ἐν τοῖς εἴδεσι λέγεται, καὶ εἴη ἂν τὸ λεγόμενον, καθ’ ἧς ὕλης τὰ μὲν εἴδη ἔστι τε καὶ λέγεται ἐν τοῖς αἰσθητοῖς (ἐν γὰρ τῇ ὕλῃ ταύτῃ τὰ εἴδη ἐστὶ τὰ τῶν αἰσθητῶν), τὸ δὲ ἓν ἐν τοῖς εἴδεσι καὶ ταῖς ἰδέαις· ἡ γὰρ ἐν ἐκείνοις ὕλη ὑπὸ τοῦ ἑνὸς εἰδοποιεῖται. ζητήσαι δ’ ἄν τις πῶς λέγοντος Πλάτωνος2 καὶ ποιητικὸν αἴτιον, ἐν οἷς λέγει “τὸν μὲν οὖν ποιητὴν καὶ πατέρα τοῦ παντὸς εὑρεῖν τε καὶ δεῖξαι ἔργον”, ἀλλὰ καὶ τὸ οὗ ἕνεκεν καὶ τέλος, δι’ ὧν πάλιν λέγει “περὶ τὸν πάντων βασιλέα πάντα ἔστι κἀκείνου ἕνεκα πάντα”, οὐδετέρου τούτων τῶν αἰτίων ἐμνημόνευσεν ὁ Ἀριστοτέλης ἐν τῇ δόξῃ τῇ Πλάτωνος; ἢ ὅτι ἐν οἷς περὶ αἰτίων ἔλεγεν, οὐδενὸς τούτων ἐμέμνητο, ὡς ἐν τοῖς Περὶ τἀγαθοῦ δέδειχεν· ἢ ὅτι τῶν ἐν γενέσει καὶ φθορᾷ οὐ τίθεται ταῦτα αἴτια, ἀλλ’ οὐδὲ ἐξειργάσατό τι περὶ αὐτῶν. εἰπὼν δὲ τὴν ὑλικὴν ἀρχὴν τοὺς μὲν σωματικὴν τοὺς δὲ ἀσώματον ὑποτιθέναι, πρώτου ἐμνημόνευσε τῶν ἀσώματον λεγόντων Πλάτωνος, ὃς τὸ μέγα καὶ τὸ μικρὸν ἔλεγεν, καὶ τῶν Πυθαγορικῶν, οἳ τὸ ἄπειρον, τοῦτο δ’ ἦν τὸ ἄρτιον. οὐκ ἐμνημόνευσε δὲ Λευκίππου τε καὶ Δημοκρίτου, καθ’ οὓς καὶ σῶμά τι καὶ ἀσώματον ἡ ὕλη· τὸ γὰρ κενὸν οὕτως ἦν. φθάνει δὲ καὶ προειρηκέναι3 περὶ τούτων. προσέθηκε δὲ τῇ ἱστορίᾳ καὶ τὴν Ἀναξιμάνδρου δόξαν, ὃς ἀρχὴν ἔθετο τὴν μεταξὺ φύσιν ἀέρος τε καὶ πυρός, ἢ ἀέρος τε καὶ ὕδατος· λέγεται γὰρ ἀμφοτέρως.

“以及底层的质料是什么,形式依它[而被述说]。” 在指出他[柏拉图]使用了两种原因,提及了依照形式的原因,并展示了这一原因如何是原因之后,他[亚里士多德]补充了第二种原因,并说这就是质料原因。因为无论是在感觉事物中还是在理念中,形式依它[而被述说]的底层质料是什么,都已被他指明。而在说了“因为形式对于其他事物是‘是什么’的原因,而对于形式,一则是[原因]”之后,他也论及被前述者赋予形式的质料,通过说“形式依它而被述说,一部分在感觉事物上,一部分在形式上”,提及了存在于两类事物中的[质料];这等于是在说“感觉事物上的形式以及形式即理念上的形式依它而被述说的[质料]”;因为无论是在那些[理念]中还是在感觉事物中,都被认为存在某种底层的质料,形式依它[而被述说],也就是被赋予形式的质料。因为这一质料是二元,且是何种二元,他通过补充说明展示了:因为它不是被规定的、在数目中的二元,而是不定的二元;因为大与小就是这样的。这一句也被写作:“形式在感觉事物上依它而被述说,而一则在形式中被述说”,其含义会是:依该质料,形式在感觉事物中既存在又被述说(因为感觉事物的形式就在这一质料中),而一则在形式与理念中[存在并被述说];因为在那些事物中的质料是被一赋予形式的。但有人或许会问,既然柏拉图在说“要寻找万物的创造者与父亲并宣示他乃是一件难事”之处也讲了动因,又在再次说“一切事物都围绕着万物之王,一切事物都是为了他”之处讲了‘为了什么’与目的,那么亚里士多德为何在柏拉图的观点中完全没有提及这两种原因中的任何一种呢?这是因为在他[柏拉图]讨论原因的篇章中,他完全没有提及这些,正如他[亚里士多德]在《论善》中所指明的那样;还是因为他没有将这些设立为处于生成与毁灭中之物的原因,也没有就它们做任何详尽的阐发?而在指出有人将质料性始基设定为有形体的,有人设定为无形体的之后,他在主张无形体的人中首先提及了讲大与小的柏拉图,以及讲无限——而这就是偶数——的毕达哥拉斯派。他没有提及留基伯与德谟克利特,按照他们的看法质料既是某种物体又是无形体的;因为虚空就是如此。但他此前已经预先论及了他们。他还在此历史考察中补充了阿那克西曼德的观点,后者将处于空气与火之间、或者处于空气与水之间的本性设立为始基;因为这两种说法都有流传。

语法注3 条
  1. 1.57τῆς ἐν ἀμφοτέροις ἐμνημόνευσεν

    属格短语 τῆς ἐν ἀμφοτέροις 用作动词 ἐμνημόνευσεν 的宾语,省略了紧接前文 περὶ τῆς ὕλης 中的名词 ὕλης。它指存在于感觉事物与理念“两者之中的[质料]”。

  2. 1.57ζητήσαι δ’ ἄν τις πῶς λέγοντος Πλάτωνος

    引导难问(aporia)的复合句结构。主句 ζητήσαι δ’ ἄν τις 引导间接疑问从句 πῶς ... οὐδετέρου τούτων τῶν αἰτίων ἐμνημόνευσεν(亚里士多德为何未提及这两种原因中的任何一种)。插入的属格独立结构 λέγοντος Πλάτωνος ... ἀλλὰ καὶ ... 带有让步语气(“尽管柏拉图讲了……”)。随后的 ἢ ὅτι ... ἢ ὅτι ... 则以省略形式给出了针对该疑问的两种可能解释。

  3. 1.57φθάνει δὲ καὶ προειρηκέναι

    动词 φθάνω 与完成时不定式 προειρηκέναι 连用的惯用表达,意为“在此之前已经预先讲过”,表示在先完成的动作,解释了此处为何未再提及留基伯和德谟克利特。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:59.9-60.10