← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§4.12-6.12

从经验到技术的过渡与对原因的认知

注解亚里士多德《形而上学》980b25–981a12,阐明从记忆产生经验、再由经验产生技术的进程。进而论证即使在行动中经验不亚于技术,但因能认知原因并能够施教,技术和知识在认知上更为尊贵,从而构成了真正的智慧。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.3

" Τὰ μὲν οὖν ἄλλα ταῖς φαντασίαις ζῇ καὶ ταῖς μνήμαις." Πρότερον εἰπὼν φύσει μὲν οὖν αἴσθησιν ἔχοντα γίγνεται τὰ ζῷα, ἐμπειρίας δὲ μετέχειν παρὰ τὸν ἄνθρωπον τὰ ἄλλα ζῷα μικρὸν εἶπεν, ἤτοι ὅτι μηδὲν λέγων, ἢ ὡς καὶ ἐν ἐκείνων τισὶν ἐπ’ ὀλίγον ἐγγιγνομένης ἐμπειρίας,1 ἀνάλογον ὥσπερ εἶπε καὶ περὶ φρονήσεως. ὅτι δὲ ὁ ἄνθρωπος πρὸς τῇ μνήμῃ καὶ ἐμπειρίας μετέχει, δείκνυσι διὰ τοῦ εἰπεῖν αὐτὸν τέχνην ἔχειν καὶ λογισμόν. τὴν δὲ τέχνην ἔδειξεν ἐξ ἐμπειρίας τὴν σύστασιν λαμβάνουσαν, τὸν δὲ περὶ τὰ πρακτὰ λόγον, περὶ ἃ καὶ ἡ φρόνησις ἰδίως, λογισμὸν ἐκάλεσεν. ὅτι δὲ τῶν ἀνθρώπων ἴδιον ἡ ἐμπειρία, ἐδήλωσεν εἰπὼν γίγνεται δὲ ἐκ τῆς μνήμης ἐμπειρία τοῖς ἀνθρώποις. πῶς δὲ γίγνεται ἡ ἐμπειρία ἐκ τῆς μνήμης, σαφῶς λέγει. λογική γάρ τις γνῶσις ἤδη ἡ ἐμπειρία, ταύτῃ τῆς τέχνης ἐλαττουμένη, ὅτι ἡ μὲν ἐμπειρία γνῶσίς τίς ἐστι καθολικὴ τοῦ πολλάκις μνημονευθέντος, ὅπερ ἦν τὸ καθ’ ἕκαστον, ἡ δὲ τέχνη οὐ μόνον τούτου γνῶσίς ἐστιν, ἀλλὰ καὶ παντὸς τοῦ τούτῳ ὁμοίου ὡς ἑνός· καὶ ἔχει ὡς ἐμπειρία πρὸς μνήμην οὖσαν ἑνός τινος κατ’ ἀριθμὸν ἢ πράγματος ἢ λόγου, οὕτως τέχνη καὶ ἐπιστήμη πρὸς ἐμπειρίαν.2 ἡ μὲν γὰρ ἐμπειρία τῶν πολλῶν τε καὶ καθ’ ἕκαστα ἤγουν αἰσθητῶν, ὧν ἐστιν ἡ μνήμη, εἰς μίαν περίληψιν καὶ γνῶσίν ἐστι συστολή, ἡ δὲ τέχνη τῶν πολλῶν ἐμπειριῶν συγκεφαλαίωσίς ἐστιν. ἐξ ἐμπειρίας μὲν γὰρ τὸ εἰδέναι ὅτι τοῖς τήνδε τὴν νόσον νοσοῦσι τόδε τὸ φάρμακον χρήσιμον, ἐκ τῆς τέχνης δὲ τὸ τοῖς τοιάνδε νόσον νοσοῦσι τοιοῖσδε συμφέρειν χρῆσθαι· ἐξ οὗ τὰ ὅμοια τοῖς ἐκ πείρας ληφθεῖσι συνορᾷ. τέχνης γὰρ ἡ τοῦ ὁμοίου μετάβασις, ὡς καὶ αὐτὸς σαφῶς ἔδειξε διὰ τῶν παραδειγμάτων. τήνδε τὴν νόσον ἀντὶ τοῦ τὴν τοιάνδε νόσον· οὐ γὰρ ἐπὶ τῶν βοηθημάτων μόνον ἀλλὰ καὶ ἐπὶ τῶν νόσων ἡ κατὰ τὸ ὅμοιον τῇ τέχνῃ μετάβασις. οὐχ ὅτι δὲ τέχνην ἀδύνατον ἀναλαβεῖν χωρὶς ἐμπειρίας λέγει, ἀλλ’ ὅτι τὴν ἀρχὴν ἡ τῆς τέχνης εὕρεσις δι’ ἐμπειρίας, ἐπεί, ὡς ἐρεῖ, ἐνδέχεται τινας τεχνίτας μὲν εἶναι μὴ ἐμπείρους δέ. ὅτι δὲ οἱ μὴ μετ’ ἐμπειρίας τι ποιοῦντες ἀπὸ τύχης ἀκολουθοῦν τὸ τέλος ἔχουσιν, ἀλλ’ οὐκ ἐκ προνοίας καὶ τέχνης, ὡς ἔλεγε Πῶλος, δῆλον.

“因此其他动物依靠表象和记忆生活。” 此前在说了“动物生来就具有感觉”之后,他说除了人之外其他动物只是“微少地”分有经验,这要么是说它们根本不分有,要么是因为正如他就审慎所说的那样,在它们之中的某些动物里也按比例稍微产生经验。但他通过说人拥有技术和推演,表明人除了记忆之外还分有经验。他表明技术从经验中获得构成,而将关涉可行动事务的理性——审慎也恰好专门关涉这些事务——称作“推演”。经验是人类所特有的,他通过说“经验从记忆中在人身上产生”阐明了这一点。至于经验如何从记忆中产生,他讲得很清楚。因为经验已经是一种理性的认知,在这方面不及技术:即经验是对多次被记住之物的某种普遍认知,而这被记住之物原本是个别事物;但技术不仅是对这一事物的认知,而且也是对与此相似的所有事物作为一体的认知;正如经验相对于关涉数上为一的事物或言说的记忆,技术和科学也同样相对于经验。因为经验是将多数的且个别的、亦即可感的事物(记忆的对象正是这些)归拢为一个总括和认知,而技术则是多数经验的汇总结构。因为知道对于患有这种疾病的人这种药有用是出于经验,但知道对于患有如此这类疾病的人使用如此这类之物是有益的则是出于技术;由此人能够综合通观众多与从尝试中获得之物相似的事物。因为向相似者的过渡是属于技术的,正如他自己通过诸例证清楚表明的那样。“这种疾病”是用来代替“如此这类疾病”;因为对于技术而言,按照相似性的过渡不仅在补救方法上,而且在疾病上也成立。但他并不是说没有经验就无法掌握技术,而是说最初技术的发现是通过经验而来的,因为正如他将要说的那样,有些人可能是技术者但并不具备经验。显然,正如波罗斯所说的那样,那些没有经验而做某事的人,其达到的结果是出于偶然,而非出于预先谋划和技术。

§1.4

"Πρὸς μὲν οὖν τὸ πράττειν ἐμπειρία τέχνης οὐδὲν διήνεγκε." Διὰ τούτων ἤδη δείκνυσιν ὅτι ἡ γνῶσις τιμιώτερον τῆς πράξεως, καὶ ὅτι ἡ κυρίως σοφία ἐν γνώσει ἐστὶν ἀλλ’ οὐκ ἐν πράξει· εἰ γὰρ ἡ τέχνη τῆς ἐμπειρίας τιμιωτέρα, καίτοι μηδὲν πρὸς πρᾶξιν ἐλαττουμένης ἀλλὰ καὶ πλέον πραττούσης ἔσθ’ ὅτε, ἐλαττουμένης δὲ εἰς γνῶσιν,3 δῆλον καὶ ἐντεῦθεν ὡς τὸ εἰδέναι τοῦ πράττειν τοῖς ἀνθρώποις τιμιώτερον. εἰ γὰρ τοὺς τεχνίτας τῶν ἐμπείρων κατὰ τὸ εἰδέναι πλεονεκτοῦντας σοφωτέρους λέγομεν, δῆλον ὡς τὴν σοφίαν ἐπιστήμην καὶ γνῶσίν τινα εἶναι συμβέβηκε. διὰ τί δὲ οἱ ἔμπειροι τῶν χωρὶς ἐμπειρίας τεχνιτῶν πρὸς τὰς πράξεις πλέον ἔχουσι, σαφῶς εἶπεν. ἄνθρωπον δὲ ὑγιάζει κατὰ συμβεβηκὸς ὁ Καλλίαν ἰώμενος, ὅτι συμβέβηκε Καλλίᾳ ἀνθρώπῳ εἶναι. εἰπὼν δὲ ὅτι οἱ τεχνῖται καὶ οἱ σοφοὶ τῶν ἐμπείρων κατὰ τὴν γνῶσιν διαφέρουσι, καὶ τοῦτο συστήσας ἐκ τῆς κοινῆς προλήψεως (σοφοὺς γὰρ τοὺς εἰδότας καλεῖν πᾶσιν ἐν χρήσει), τί μάλιστά ἐστιν ἴδιον τοῦ εἰδότος προστίθησιν, ὅτι γὰρ ἡ γνῶσις τῆς αἰτίας,4 συνιστὰς καὶ δεικνὺς ὅτι μάλιστα τῆς σοφίας ἐστὶν ἴδιον τὸ τὰς αἰτίας γιγνώσκειν, περὶ ἧς ἡ προκειμένη πραγματεία, καὶ μάλιστα σοφία ἡ τῶν πρώτων γνῶσις αἰτίων. σαφῶς δὲ ἐπὶ τῶν ἀρχιτεκτόνων ἔδειξεν ὅτι τὴν σοφίαν οὐκ ἐπὶ πρᾶξιν ἀλλ’ ἐπὶ γνῶσιν τὴν ἀναφορὰν ἔχειν συμβέβηκε, καὶ ὅτι τιμιώτερον ἡ γνῶσις τῆς πράξεως· ἀλλὰ καὶ ὅτι τῆς ἐμπειρίας ἡ τέχνη τῇ γνώσει τε καὶ ἐπιστήμῃ τῆς αἰτίας διαφέρει, ἀπὸ τοῦ τοὺς μὲν δύνασθαι διδάσκειν, τοὺς δὲ ἐμπείρους οὔ, τοῦ δὲ ἐπιστήμονος ἴδιον εἶναι τὸ διδάσκειν. ὅτι δὲ καὶ ἡ τῆς αἰτίας γνῶσις ἐπιστήμη τέ ἐστι καὶ σοφία, καὶ ἀπὸ τῶν αἰσθήσεων ἐναργῶς παρέστησεν, ἃς καίτοι τῶν καθ’ ἕκαστα γνωστικωτέρας οὔσας οὐ λέγομεν σοφίας, ὅτι μὴ τῶν αἰτίων εἰσὶ γνωστικαί.

“因此,就行动而言,经验与技术并无不同。” 通过这些论述,他现在表明认知比行动更尊贵,并且严格意义上的智慧在于认知而不在于行动;因为如果技术比经验更尊贵,尽管后者在行动方面毫无逊色,甚至有时比前者成就更多,但在认知上有所欠缺,那么从这里也能清楚看出,对于人类而言,知比行动更为尊贵。因为如果我们把在知上占优势的技术者称作比经验者更有智慧,那么显而易见,智慧正是一种科学知识和某种认知。至于为何经验者比缺乏经验的技术者在行动上更有优势,他清楚地作了说明。医治卡利亚斯的人是在偶性上医治了一个人,因为作为人乃是偶性地属于卡利亚斯。在说明了技术者和智慧之人是在认知上不同于经验者,并从普遍的预设中确立了这一点之后(因为普遍习惯于把懂得的人称为“智慧之人”),他补充了什么对于懂得的人来说是最固有的特征:因为对原因的认知正是这一特征,从而确立并表明认知原因最为智慧所固有——当下的论考正是关于智慧的——并且关于第一原因的认知才是最根本的智慧。而在大工匠的例子上,他清楚地表明智慧并非指向行动而是指向认知,并且认知比行动更为尊贵;不仅如此,他还从技术者能够教学而经验者不能、并且教学是具有知识之人所固有的这一事实出发,表明技术在对原因的认知和科学知识上区别于经验。对于原因的认知既是科学知识也是智慧这一点,他还从感觉中清晰地证明了:感觉虽然对于个别事物更具认知性,但我们并不称感觉为智慧,因为它们不是关于原因的认知。

语法注4 条
  1. 1.3ἤτοι ὅτι μηδὲν λέγων, ἢ ὡς καὶ ἐν ἐκείνων τισὶν ἐπ’ ὀλίγον ἐγγιγνομένης ἐμπειρίας

    对亚里士多德的“微少地”(μικρόν)提出了并列的两种解释:前者以现在分词 λέγων 支配 ὅτι μηδέν(“意指完全不[分有]”);后者以 ὡς 引出属格独立结构(ἐγγιγνομένης ἐμπειρίας)表示主观理由(“因为在它们中的某些身上也稍微产生经验”)。

  2. 1.3καὶ ἔχει ὡς ἐμπειρία πρὸς μνήμην οὖσαν ἑνός τινος κατ’ ἀριθμὸν ἢ πράγματος ἢ λόγου, οὕτως τέχνη καὶ ἐπιστήμη πρὸς ἐμπειρίαν

    比例类比结构(ὡς A πρὸς B, οὕτως C πρὸς D,“正如A相对于B,C亦相对于D”)。动词 ἔχει 呈关系性/非人称用法,分词 οὖσαν 与 μνήμην 性数格一致,限定记忆的特征(“关涉数上为一的事物或言说的记忆”)。

  3. 1.4εἰ γὰρ ἡ τέχνη τῆς ἐμπειρίας τιμιωτέρα, καίτοι μηδὲν πρὸς πρᾶξιν ἐλαττουμένης ἀλλὰ καὶ πλέον πραττούσης ἔσθ’ ὅτε, ἐλαττουμένης δὲ εἰς γνῶσιν

    条件从句中插入了由让步助词 καίτοι 引出的属格独立结构(ἐλαττουμένης... πραττούσης... ἐλαττουμένης)。分词在语义上的主语由前文中的“经验”(ἐμπειρίας)承前充当:尽管经验在行动上并不逊色(甚至有时成就更多),但在认知上却有所欠缺。

  4. 1.4ὅτι γὰρ ἡ γνῶσις τῆς αἰτίας

    对应前文间接疑问句“什么对懂得的人来说是最固有的特征”(τί μάλιστά ἐστιν ἴδιον τοῦ εἰδότος)的省略句。谓语 ἴδιόν ἐστι 省略,意为“因为[固有的特征正是]对原因的认知”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:4.12-6.12