- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:599.1-599.36
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚里士多德在《形而上学》卷九第十章探讨与复合事物相对的非复合与单纯事物中的“是/不是”与“真/假”,亚历山大对此进行注解,阐明非复合事物的真在于理智的单纯触及(直接把握),而假并非肯定或否定的错误,而是无知(未触及)。
" Περὶ δὲ δὴ τὰ ἀσύνθετα τί τὸ εἶναι ἢ μὴ εἶναι καὶ τὸ ἀληθὲς καὶ τὸ ψεῦδος." Περὶ μὲν τῶν συνθέτων πῶς τὸ εἶναι καὶ τὸ ἀληθές ἐστι καὶ τὸ μὴ εἶναι καὶ τὸ ψεῦδος, εἴρηται, περὶ δὲ τῶν ἁπλῶν καὶ ἀσυνθέτων καὶ ὧν οὐδέν τι κατηγορεῖται (εἰ γὰρ κατηγορεῖται, σύνθετον ἔσται πάντως), πῶς, φησί, τὸ εἶναι καὶ τὸ μὴ εἶναι, τουτέστι πῶς ἐν αὐτοῖς τὸ εἶναί ἐστι καὶ μὴ εἶναι, ἤτοι πῶς ἔχουσι κατὰ τὸ εἶναι καὶ μὴ εἶναι καὶ πῶς συμβαίνει ἐπ’ αὐτοῖς τὸ ἀληθὲς καὶ τὸ ψεῦδος; οὐ γάρ ἐστι τὰ ἁπλᾶ σύνθετα, ἵνα λέγωμεν ὡς ὅταν σύγκηται ὁ κατηγορούμενος καὶ ὑποκείμενος καὶ φῶμεν αὐτὸν συγκεῖσθαι ἀληθεύομεν, μὴ συγκειμένου δὲ καὶ λεγομένου συγκεῖσθαι ψευδόμεθα, ὥσπερ ἐπὶ τοῦ λευκοῦ ξύλου ἔχει καὶ ἐπὶ πάντων τῶν συνθέτων· ἐπὶ τούτων μὲν γὰρ λέγοντες περὶ τοῦ λευκοῦ ξύλου ὅτι τὸ ξύλον λευκόν ἐστιν ἀληθεύομεν, μὴ λευκὸν δὲ ψευδόμεθα· ἐπὶ δὲ τῶν ἁπλῶν καὶ ἀσυνθέτων τοῦτο οὐ συμβαίνει, οὐδὲ τὸ ἀληθὲς καὶ τὸ ψεῦδος ὁμοίως ὑπάρξει ἐπὶ τούτων τε καὶ ἐπ’ ἐκείνων ἤτοι τῶν συνθέτων, ἀλλὰ κατ’ ἄλλον δηλαδὴ τρόπον. εἰ γὰρ ὁμοίως ἐπ’ ἀμφοῖν ὑπάρξει, ἀδιάφορα ἔσται, ὅπερ ἄλογον· πολλὴ γὰρ πάνυ τῶν συνθέτων ἡ διαφορὰ πρὸς τὰ ἀσύνθετα. οὕτω δὴ τὸν λόγον ἐρωτήσας ἀποκρίνεται λέγων ἢ ὥσπερ οὐδὲ τὸ ἀληθὲς ἐπὶ τούτων τὸ αὐτό, οὕτως οὐδὲ τὸ εἶναι, ὃ ἴσον ἂν εἴη τῷ ὥσπερ ἐπὶ τῶν ἀσυνθέτων ἄλλως ἀληθεύομεν καὶ οὐχ ὥσπερ ἐπὶ τῶν συνθέτων, οὕτω καὶ τὸ εἶναι ἄλλως ἐστὶ τοῖς ἀσυνθέτοις καὶ ἑτέρως τοῖς συνθέτοις. ἐπειδὴ γὰρ ὡς τὸ πρᾶγμα ἔχει, οὕτω καὶ ὁ περὶ αὐτὸ λόγος καὶ ἡ ἀλήθεια, ὡς δ’ ἂν ἔχει τὰ ἁπλᾶ, οὕτως ἕξει καὶ ἡ περὶ αὐτὰ ἀλήθεια, καὶ ἔμπαλιν ὡς ἡ περὶ αὐτὰ ἀλήθεια, καὶ αὐτά· καὶ ἔσται τὸ μὲν ἀληθές, ὅταν αὐτοῦ θιγγάνῃ ὁ νοῦς, τὸ δὲ ψεῦδος, ὅταν μὴ θιγγάνῃ, τουτέστιν ἄγνοια· καταχρηστικώτερον γὰρ ἀντὶ τοῦ ἄγνοια εἶπε τὸ ψεῦδος. ὅτι δὲ ἐν τῇ λέξει τῇ ἀλλ’ ἔστι τὸ μὲν ἀληθὲς τὸ δὲ ψεῦδος τὸ ψεῦδος καταχρηστικώτερον καὶ κοινότερον ἀντὶ τῆς ἀγνοίας ἔλαβε, δῆλον πεποίηκεν εἰπὼν τὸ μὲν θιγεῖν καὶ φάναι ἀληθές,1 ἤτοι τὸ θιγεῖν καὶ φάσιν ἔχειν, ἀλλ’ οὐ κατάφασιν ἢ ἀπόφασιν, ἀληθές,2 τὸ δ’ ἀγνοεῖν ἐστι τὸ μὴ θιγγάνειν, ὥστε τὸ ψεῦδος ἀντὶ τοῦ ἀγνοεῖν εἴληπται. ἐπὶ μὲν οὖν τῶν ἁπλῶν, ὥσπερ εἴρηται, ἢ θιγγάνει ὁ νοῦς αὐτῶν καὶ καθάπερ εἰσὶν ἅπτεται τῆς φύσεως αὐτῶν καὶ ἁπλῇ ἐπιβολῇ, ὥσπερ καὶ ἡ ὄψις τῶν χρωμάτων· καὶ ἀληθεύει οὐχ ὡς καταφάσκων αὐτῶν τι ἀλλ’ οἷον ὁρῶν αὐτά, ὡς καὶ ἡ ὄψις τὰ χρώματα· οὐδὲ γὰρ αὕτη τι καταφάσκει αὐτῶν ἀλλὰ μόνον ὁρᾷ.
“至于非复合的事物,其‘是’或‘不是’,以及‘真’与‘假’究竟是什么?” 关于复合的事物,“是”与“真”以及“不是”与“假”是如何存在的,已经说明过了;但关于单纯且非复合的事物,以及没有任何东西被谓述于其上的事物(因为如果有东西被谓述于其上,它就必然完全是复合的),他问,其“是”与“不是”究竟如何,也就是说,在它们之中“是”与“不是”是如何存在的,或者说它们在“是”与“不是”方面处于何种状态,以及在它们身上“真”与“假”是如何产生的?因为单纯的事物并不是复合的,以致我们能够说:当被谓述者与主体结合而我们说它结合时,我们是在说真话,而当它未结合却被说成结合时,我们是在说假话;正如在白木头的情形中以及在一切复合的事物中所体现的那样;因为对于这些复合事物,关于白木头说“木头是白的”时我们说真话,说“不是白的”时我们说假话。但在单纯且非复合的事物的情形中,这种情况并不发生,真与假也不会以同样的方式既属于这些事物又属于那些事物(即复合的事物),而是显然以另一种方式属于它们。因为如果以同样的方式属于两者,它们就会毫无差别,而这是荒谬的;因为复合事物与非复合事物之间的差异极其巨大。在这样提出了问题之后,他回答说:“或者,正如真在这些事物中并不相同一样,‘是’也是如此”,这等同于说:正如在非复合事物的情形中我们以另一种方式说真话,而不像在复合事物中那样,同样,“是”对于非复合事物是一种方式,对于复合事物则是另一种方式。因为既然事物如何,关于它的言说与真也如何,而单纯的事物如何,关于它们的真也就如何,反之,关于它们的真如何,事物本身也如何;那么当理智触及它时,就是真,而当理智未触及它时,就是假,也就是说无知;因为他是借喻性地用假代替了无知。而他在“但是其一为真,另一为假”这一文句中,以较为借喻和较为宽泛的意义用假代替了无知,这一点他通过说“触及并宣说是真”——也就是说,触及并具有言说(但不是肯定或否定)是真——以及“无知就是不触及”表明得很清楚,因此假是被用来代替不认识的。因此,正如所说,在单纯事物的情形中,理智或者触及它们,并且如其本然地、通过单纯的把握执取其本性,正如视觉对颜色那样;并且理智说真话并不是作为对它们有所肯定,而是仿佛看见它们一样,正如视觉对颜色那样;因为视觉也不对它们〔颜色〕肯定任何东西,而仅仅是看见。
- 9.23ὅτι δὲ ἐν τῇ λέξει τῇ ἀλλ’ ἔστι τὸ μὲν ἀληθὲς τὸ δὲ ψεῦδος τὸ ψεῦδος καταχρηστικώτερον καὶ κοινότερον ἀντὶ τῆς ἀγνοίας ἔλαβε, δῆλον πεποίηκεν εἰπὼν τὸ μὲν θιγεῖν καὶ φάναι ἀληθές
整个句子的骨架在于前置的 ὅτι 从句构成了名词性从句(“……这一事实”),作主句动词短语 δῆλον πεποίηκεν(“使之显明”)的宾语。主句动词 πεποίηκεν 的省略主语是亚里士多德,分词 εἰπών(“通过说……”)表手段或根据。在 ὅτι 从句内部,τὸ ψεῦδος 作动词 ἔλαβε 的直接宾语,并带有状语短语 καταχρηστικώτερον καὶ κοινότερον ἀντὶ τῆς ἀγνοίας。
- 9.23ἤτοι τὸ θιγεῖν καὶ φάσιν ἔχειν, ἀλλ’ οὐ κατάφασιν ἢ ἀπόφασιν, ἀληθές
亚历山大对引文中 φάναι 一词的释义。φάσιν ἔχειν(“具有宣说/表述”)指单纯名称的发话或提示,有别于带有主谓结合的肯定(κατάφασις)或否定(ἀπόφασις)。在句法上,不定式短语 τὸ θιγεῖν καὶ φάσιν ἔχειν 作表语形容词 ἀληθές 的主语,插入语 ἀλλ’ οὐ κατάφασιν ἢ ἀπόφασιν 通过对比对 φάσις 的性质进行了限定说明。
