← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§597.21-598.41

事物的结合分离与真假的产生

注解者针对《形而上学》卷九第十章开篇(1051a34)中关于“是”与“不是”的分类,阐明真与假如何对应于言辞与事物本身的结合及分离,并分析必然事物与偶性事物在真假形成上的差异。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9.22

" Ἐπειδὴ δὲ τὸ ὂν λέγομεν καὶ τὸ μὴ ὂν τὸ μὲν κατὰ τὰ σχήματα τῶν κατηγοριῶν." Τῶν πραγμάτων τῶν μὲν ὄντων τοιούτων ὥστε ἐνδέχεσθαι περὶ αὐτὰ καὶ ἀληθεύειν καὶ ψεύδεσθαι, τῶν δὲ ὡς ἀεὶ ἀληθεύειν, τῶν δὲ ὡς ἀεὶ ψεύδεσθαι, πρόκειται αὐτῷ περὶ τοιούτων διορίσαι, τίνα ἐστὶ τὰ ἐν οἷς ἀεὶ ἀληθεύομεν, καὶ τίνα τὰ ποτὲ μὲν ποτὲ δὲ μή, καὶ τίνα τὰ ἐν οἷς ἀεὶ ψευδόμεθα. πρῶτον δὲ διδάσκει ἁπλῶς καὶ καθόλου πότε γίνεται ἡ ἀλήθεια καὶ πότε τὸ ψεῦδος· καὶ οὕτω λέγει περὶ ὧν εἴπομεν προκεῖσθαι αὐτῷ εἰπεῖν. λέγει οὖν ὅτι ἐπεὶ τὸ ὂν λέγεται καὶ τὸ μὴ ὂν τὰ μὲν κατὰ τὰ σχήματα τῶν κατηγοριῶν, οἷον ὂν λέγεται ἡ οὐσία καὶ τὸ ποσὸν καὶ τὸ ποιὸν καὶ αἱ ἄλλαι κατηγορίαι, τὰ δὲ λέγεται ὄντα κατὰ δύναμιν ἢ ἐνέργειαν τούτων· λέγεται γὰρ ὂν καὶ λευκὸν καὶ τὸ μὴ ὂν λευκὸν δυνάμενον δὲ γενέσθαι λευκόν, ἀλλὰ λέγεται λευκὸν καὶ τὸ ἤδη ἐνεργείᾳ ὂν λευκόν, λέγεται δὲ πάλιν ἀὴρ καὶ τὸ μήπω ὂν ἀὴρ δυνάμενον δὲ γενέσθαι, ἀλλὰ λέγεται καὶ ὁ ὢν ἤδη. οὐ μόνον δὲ ὄντα λέγεται τὸ μὴ ὂν λευκὸν μηδ’ ἀήρ, δυνάμενα δὲ γενέσθαι, ἀλλὰ καὶ τἀναντία, τουτἔστιν ἀλλὰ λέγεται καὶ μὴ ὄντα· τὸ γὰρ μὴ ὂν λευκὸν δυνάμενον δὲ γενέσθαι λέγεται καὶ μὴ ὄν. κυριώτατα δὲ ὄν ἐστι τὸ ἀληθές, μὴ ὂν δὲ τὸ ψεῦδος· τὸ μὲν γὰρ καθημένου Σωκράτους λέγειν αὐτὸν καθῆσθαι ἀληθὲς ὂν κυριώτατόν ἐστιν ὄν, καθημένου δὲ λέγειν αὐτὸν μὴ καθῆσθαι ψεῦδος καὶ μὴ ὄν. ἄλλως δὲ ἐπὶ τῶν πραγμάτων ἐστὶ τὸ ὡς ἀληθῶς ὂν καὶ ἄλλως ἐπὶ τοῦ λόγου. ὅταν γὰρ ὑπάρχῃ τὸ καθῆσθαι τῷ Σωκράτει, ἔστι τὸ τοιοῦτον ἀληθὲς καὶ ὂν ἐπὶ τοῦ πράγματος· ἐπὶ τοῦ λόγου δέ ἐστιν, ὅταν ἐγὼ τὸ ὑπάρχον περὶ αὐτὸν λέγω ὅτι ὑπάρχει αὐτῷ, οἷον ὅταν φῶ ὅτι Σωκράτης κάθηται, ὑπάρχοντος αὐτῷ τοῦ καθῆσθαι· ὥστε ἀληθεύω μέν, ὅταν τὸ διῃρημένον καὶ μὴ ὑπάρχον τῷ Σωκράτει οἴωμαι μὴ ὑπάρχειν, ψεύδομαι δὲ οἰόμενος ὑπάρχειν. ἐπειδὴ οὖν ταῦθ’ οὕτως ἔχει, πότε ἔστιν ἢ οὐκ ἔστι τὸ ἀληθὲς λεγόμενον ἢ ψεῦδος; τουτέστι πότε ἐστὶν ἡ κατάφασις ἢ ἡ ἀπόφασις ἀληθὴς καὶ πότε οὐκ ἔστιν; οὐ γὰρ διὰ τὸ ἡμᾶς οἴεσθαι καὶ λέγειν ὅτι Σωκράτης κάθηται ἢ λευκός ἐστιν, ὑπάρχειν ἀληθὲς αὐτῷ ταῦτα,1 ἀλλ’ ἔμπαλιν διὰ τὸ ὑπάρχειν αὐτῷ ταῦτα ἡμεῖς ἀληθεύομεν. οὐ γὰρ διὰ τοὺς λόγους, ὡς ἐν τῷ δευτέρῳ τμήματι τοῦ Περὶ ἑρμηνείας δέδεικται, τὰ πράγματά ἐστιν, ἀλλὰ διὰ τὰ πράγματα οἱ λόγοι ἀληθεύουσιν ἢ ψεύδονται. οὕτω δὴ περὶ τούτων διορισάμενος λέγει ὅτι εἰ δὴ τὰ μὲν ἀεὶ σύγκειται καὶ ἀδύνατα διαιρεθῆναι (ἀεὶ γὰρ σύγκειται τὸ σφαιροειδὲς τῷ ἡλίῳ καὶ τὸ ἀσύμμετρον τῇ διαμέτρῳ καὶ ἀδύνατόν ἐστιν αὐτοῖν ταῦτα διαιρεθῆναι), τὰ δ’ ἀεὶ διῄρηται καὶ ἀδύνατα συντεθῆναι (ἀεὶ γὰρ διῄρηται ἀνθρώπου τὸ ἄψυχον καὶ ἀδύνατόν ἐστιν αὐτῷ τοῦτο συντεθῆναι), τὰ δ’ ἐνδέχεται τἀναντία (συγκειμένου γὰρ τοῦ καθῆσθαι τῷ Σωκράτει ἐνδέχεται διαιρεθῆναι αὐτοῦ), ἐστὶ δὲ τὸ μὲν εἶναι καὶ τὸ ἀληθές, ἵνα πάλιν τοῦτο ὑπομνησθεῖμεν, τὸ συγκεῖσθαι τὸν κατηγορούμενον τῷ ὑποκειμένῳ καὶ ἓν εἶναι, τὸ δὲ μὴ εἶναι καὶ τὸ ψεῦδός ἐστι τὸ μὴ συγκεῖσθαι ἀλλὰ πλείω εἶναι καὶ κεχωρισμένα ἀπ’ ἀλλήλων· εἰ δή, ὥσπερ εἴρηται,2 τὰ μὲν ἀεὶ σύγκειται τὰ δὲ ἀεὶ διῄρηται τὰ δ’ ἐνδέχεται τἀναντία, περὶ μὲν τὰ ἐνδεχόμενα τἀναντία ἡ αὐτὴ γίνεται ψευδὴς καὶ ἀληθὴς δόξα, καὶ ἐνδέχεται ὁτὲ μὲν ἀληθεύειν ὁτὲ δὲ ψεύδεσθαι, οἷον εἰ σοῦ καθημένου δοξάζω ὅτι κάθησαι ἀληθεύω, εἰ δ’ ἀναστάντος σου ἔτι τὴν αὐτὴν ἔχω δόξαν τὴν ὅτι κάθησαι, ἡ αὐτὴ δόξα γέγονε καὶ ἀληθὴς καὶ ψευδής, ἀληθὴς μὲν πρότερον ὅτε σοῦ καθημένου τοῦτο αὐτὸ ἐδόξαζον, ὕστερον δὲ ψευδής. περὶ δὲ τὰ ἀδύνατα ἄλλως ἔχειν οὐκ ἐνδέχεται ὁτὲ μὲν ἀληθεύειν ὁτὲ δὲ ψεύδεσθαι, ἀλλ’ εἰ μὲν δοξάζω ὅτι ὁ ἥλιος σφαῖρά ἐστιν ἀεὶ ἀληθεύσω· οὐ γὰρ ἐνδέχεται χωρισθῆναι αὐτοῦ τοῦτο τὸ σχῆμα, ὥστε δοξάζων αὐτὸν σφαῖραν ψεύδεσθαι, ὥσπερ ἀπό σου χωρισθὲν τὸ καθῆσθαι ψεύδομαι δοξάζων σε καθῆσθαι, ἀλλ’ ἀεί ἐστιν ὁ ἥλιος σφαῖρα· ὥστε καὶ ἐγὼ ἀεὶ δοξάζων τοῦτο ἀεὶ ἀληθεύσω, ἀλλ’ οὐ ποτὲ μὲν ποτὲ δ’ οὔ. πάλιν ὁ δοξάζων σύμμετρον τὴν πλευρὰν τῇ διαμέτρῳ ἀεὶ ψεύδεται· οὐ γὰρ δύναται σύμμετρος γενέσθαι, ὥστε οὐκ ἂν ἀληθεύσειέ ποτε ἀλλ’ ἀεὶ ψεύσεται.

“因为我们说‘是’与‘不是’,其一乃是按照范畴的形式说的。” 在诸事物中,既然有些事物是如此这般的,以致关于它们既可能说真话也可能说假话,有些事物则是始终说真话的,另一些事物则是始终说假话的,因此他的任务就在于就这些事物做出规定:哪些是我们始终说真话的,哪些是有时如此而有时不如此的,哪些是我们始终说假话的。首先,他普遍且单纯地说明真在何时产生,假在何时产生;然后他就我们所说他立意要谈论的那些问题进行论述。于是他说:既然所谓“是”与“不是”,其一乃是按照范畴的形式说的,例如实体、数量、性质以及其他范畴被称为“是”,其二则是按照这些范畴的潜能或现实被称为“是”的——因为那不是白但能够变白的东西也被称为“是”与白,而那已经在现实中是白的东西也被称为白;同样,那尚未是空气但能够成为空气的东西也被称为空气,而那已经在现实中是[空气]的东西也被如此称谓。并且,那既不是白也不是空气但能够成为它们的东西,不仅被称为“是者”,而且也被称为其相反者,也就是说也被称为“不是者”;因为那不是白但能够成为白的东西,也被称为“不是者”。但在最本原的意义上,“是者”乃是真,“不是者”乃是假;因为在苏格拉底坐着时说他坐着,作为真的,乃是最本原意义上的“是者”;而在他坐着时说他没有坐着,则是假且是“不是者”。然而在事物之中的真正“是者”与在言辞之中的真正“是者”是不同的。因为当“坐着”属于苏格拉底时,这样的事情在事物之中是真且“是”的;而在言辞之中,则是我把属于他的东西说成属于他,例如在“坐着”属于苏格拉底时我说苏格拉底坐着;因此,当我把与苏格拉底相分离且不属于他的东西认为是不属于他时,我说的是真话,而认为它属于他时,我说的是假话。因此,既然这些情况如此,那么所谓的真或假何时存在或何时不存在?也就是说,肯定或否定何时是真的,何时不是真的?因为并不是由于我们认为并且说苏格拉底坐着或他是白的,这些东西属于他才是真的;相反,正是由于这些东西属于他,我们才说真话。正如在《解释篇》第二部分中所表明的那样,并非由于言辞而有事物,而是由于事物,言辞才说真话或说假话。 因此,在对这些事做出了界定之后,他说:如果有些事物是始终结合且不可能被分离的(因为球形始终与太阳结合,不可通约性始终与对角线结合,并且在它们那里不可能将这些分离),而有些事物是始终分离且不可能被结合的(因为无灵魂者始终与人相分离,并且在人那里不可能将它结合),另一些事物则容纳相反的情况(因为在“坐着”与苏格拉底结合时,它有可能从他那里被分离)——而“是”与“真”,为了让我们再次记起这一点,乃是谓词与主词结合而成为一体,而“不是”与“假”则是没有结合,反而是多且彼此分离——那么,正如所说,如果有些事物始终结合,有些始终分离,有些容纳相反的情况,那么对于那些容纳相反情况的事物而言,同一个意见就会变成假的也会变成真的,并且可能一时说真话而一时说假话;例如,如果你坐着时我认为你坐着,我说的是真话;但如果你站起来之后我仍持有关于你坐着的同一个意见,这同一个意见就既成了真的也成了假的,即早先在你坐着而我正这样认为时是真的,后来则是假的。但对于不可能处于其他状态的事物,就不可能一时说真话而一时说假话;相反,如果我认为太阳是一个球体,我将始终说真话;因为这种形状不可能从它那里分离,以致因认为它是一个球体而说假话(这不同于当“坐着”从你那里分离时,我因认为你坐着而说假话),相反太阳始终是球体;因此,如果我始终这样认为,我也将始终说真话,而不会有时真有时不真。反之,认为边与对角线可通约的人,始终在说假话;因为边不可能成为可通约的,以致他绝不可能说真话,而将始终说假话。

语法注2 条
  1. 9.22οὐ γὰρ διὰ τὸ ἡμᾶς οἴεσθαι καὶ λέγειν ὅτι Σωκράτης κάθηται ἢ λευκός ἐστιν, ὑπάρχειν ἀληθὲς αὐτῷ ταῦτα

    否定词 οὐ 并非仅修饰介词短语 διὰ τὸ ἡμᾶς οἴεσθαι...,而是否定整个因果命题(“并非由于我们认为和说……这些属于他才是真的”)。在不定式短语 ὑπάρχειν ἀληθὲς αὐτῷ ταῦτα 中,ταῦτα 为不定式的主格语义成分(宾格主语),ἀληθές 为表语形容词,与后文的 ἀλλ’ ἔμπαλιν διὰ τὸ ὑπάρχειν αὐτῷ ταῦτα ἡμεῖς ἀληθεύομεν 形成鲜明对照。

  2. 9.22εἰ δὴ τὰ μὲν ἀεὶ σύγκειται ... εἰ δή, ὥσπερ εἴρηται

    此为经过长句插入(具体例证以及关于“是/非是”与“真/假”的定义)后的条件句重申与再接(epanaphora / epanalepsis)。由最初的 εἰ δή 引导的条件分句在插入语之后通过 εἰ δή, ὥσπερ εἴρηται 得到重述,进而引出归结从句 περὶ μὲν τὰ ἐνδεχόμενα...

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:597.21-598.41