← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§596.22-597.20

半圆内角的证明与作图的现实化

亚历山大援引欧几里得《几何原本》第三卷(命题31)的作图与证明,详细阐明了亚里士多德关于“半圆中的角为何是直角”的精练论证,由此证明数学对象的潜能是通过理智的现实活动而被带入现实并得以被发现的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9.21#2

πάλιν ἐρωτώμενοι ὅτι διὰ τί ἐν ἡμικυκλίῳ τηθείημεν ‘διὰ τί ἐν ἡμικυκλίῳ ὀρθή’ ἢ οὕτω ‘καθόλου διὰ τί ἡ ἐν ἡμικυκλίῳ ὀρθή’, ἐρωτώμενοι δὴ τοῦτό φαμεν1 ὅτι ἐὰν ἴσαι αἱ τρεῖς, ἥ τε βάσις δύο καὶ ἡ ἐκ μέσου σταθεῖσα ὀρθή, ἰδόντι δῆλον τῷ ἐκεῖνο εἰδότι·2 τουτέστι τῷ προεγνωκότι ὅτι ἐὰν αἱ τρεῖς εὐθεῖαι ἥ τε ἐπισταθεῖσα καὶ 〈αἱ〉 ἐκ μέσου δύο ἴσαι εἰσίν, ἐξ ἀνάγκης ἐκ τούτου δείκνυται ὅτι ὀρθή ἐστιν ἡ ἐν ἡμικυκλίῳ. εἰ γὰρ διαίρεσιν ποιήσομεν καὶ δείξομεν αὐτῷ ὅτι εὐθεῖαί εἰσι, δῆλον αὐτῷ γίνεται ὅτι ὀρθή ἐστιν. ἐπεὶ δὲ ἀσαφῶς καὶ αἰνιγματωδῶς τὸ παράδειγμα ἐπῆκται διὰ τὴν συνήθη βραχυλογίαν αὐτῷ, ῥητέον ὅπως δείκνυται ἐν τῷ τρίτῳ τῶν Εὐκλείδου Στοιχειώσεων βιβλίῳ ὅτι ἡ ἐν ἡμικυκλίῳ γωνία ὀρθή ἐστιν, ἵνα ἐκ τούτου σαφὲς τὸ ἐνταῦθα λεγόμενον γένηται. ἔστω κύκλος ὁ αβγ, κέντρον δὲ αὐτοῦ τὸ ε, διάμετρος ἡ βγ, καὶ ἐπεζεύχθω ἡ βα γα, ἤχθω δὲ πρὸς ὀρθὰς τῇ βγ ἡ αε καὶ διήχθω ἡ βα ἐπὶ τὸ ζ. ἐπεὶ οὖν ἴση ἐστὶν ἡ εβ τῇ εα (ἐκ γὰρ τοῦ κέντρου) τῶν δὲ ἰσοσκελῶν τριγώνων αἱ πρὸς τῇ βάσει γωνίαι ἴσαι ἀλλήλαις εἰσίν, ἴση ἄρα ἐστὶν ἡ ὑπὸ εαβ γωνία τῇ ὑπὸ αβε. διὰ τὰ αὐτὰ δὴ καὶ ἡ ὑπὸ εγα τῇ ὑπὸ εαγ. ὅλη ἄρα ἡ ὑπὸ βαγ ἴση ἐστὶ ταῖς ὑπὸ αβγ βγα. ἐστὶ δὲ καὶ ἡ ὑπὸ ζαγ ἐκτὸς τοῦ τριγώνου τοῦ αβγ δυσὶ ταῖς ὑπὸ αβγ αγβ ἴση, τὰ δὲ τῷ αὐτῷ ἴσα ἀλλήλοις ἐστὶν ἴσα· ἴση ἄρα καὶ ἡ ὑπὸ βαγ τῇ ὑπὸ ζαγ. ἐὰν δὲ εὐθεῖα ἐπ’ εὐθεῖαν σταθεῖσα τὰς ἐφεξῆς γωνίας ἴσας ποιῇ, ὀρθαί εἰσιν αἱ γωνίαι. ὀρθὴ ἄρα ἐστὶ καὶ ἡ ὑπὸ βαγ καὶ ἡ ὑπὸ ζαγ· ἴσαι γὰρ ἐδείχθησαν. οὕτω μὲν οὖν ἐκεῖσε δείκνυται ὅτι ἡ ἐν ἡμικυκλίῳ ὀρθή ἐστιν. αὐτὸς δὲ εἶπεν ὅτι ἐὰν ἴσαι αἱ τρεῖς, καὶ τίνες αὗται ἐπάγει, ἥ τε βάσις δύο, τουτέστιν ἡ βγ τοῦ αβγ τριγώνου (διῄρηται γὰρ εἰς δύο ἴσας τήν τε εβ καὶ εγ· κέντρον γάρ ἐστι τὸ ε) καὶ ἡ ἐκ τοῦ μέσου ἐπισταθεῖσα ὀρθή, τουτέστι καὶ ἐὰν ἡ αε εὐθεῖα ἐκ μέσου ἢ ἐν τῷ μέσῳ ἤτοι ἐν τῷ κέντρῳ ἐπισταθῇ πρὸς ὀρθάς, ἰδόντι δῆλον τῷ ἐκεῖνο εἰδότι, ἤτοι φανερὸν γίνεται τῷ προειδότι ὅτι ἐὰν οὕτως αἱ εὐθεῖαι ἔχωσι, δειχθήσεται ἡ ἐν ἡμικυκλίῳ ὀρθή. φανερὸν ἄρα ὅτι δυνάμει ὄντα καὶ ἐνεργήσας περὶ αὐτὰ ὁ νοῦς εὑρίσκεται·3 αὐτὸς γάρ ἐστιν ὁ αἴτιος ὁ ἄγων αὐτὰ εἰς ἐνέργειαν. ὥστε ἐξ ἐνεργείας ἡ δύναμις, ἤτοι ἐκ τοῦ ἐνεργεῖν ἡ δύναμις τῶν μαθημάτων εἰς ἐνέργειαν ἄγεται, καὶ ἐπὶ τούτῳ ποιοῦντες γινώσκουσιν. δῆλον ἄρα καὶ ἐκ τούτων ὅτι ἡ ἐνέργεια τῶν τὰ αὐτὰ ποιουσῶν δυνάμεων προτέρα· ἡ δὲ κατ’ ἀριθμὸν ἐνέργεια δυνάμεως ὑστέρα· εἴρηται γὰρ ἔναγχος ὅτι τῶν τὸ αὐτὸ εἶδος ποιουσῶν ἡ ἐνέργεια δυνάμεως προτέρα, ὡς ἐπὶ τοῦ Σωφρονίσκου καὶ τοῦ Σωκράτους ἐλέγομεν, τῷ δ’ ἀριθμῷ ὑστέρα.

再次,当我们被问及“为什么在半圆中”时——无论我们是表述为“为什么半圆中的[角]是直角”,还是这样表述“普遍而言,为什么半圆中的[角]是直角”——,在被这样问及之时,我们说:“如果这三条[线]相等,即底部的两条以及从中间垂直立起的一条相等,那么对于知道那一点的人,一看到就是显而易见的”;这就是说,对于预先知道如果这三条直线——即立起的一条和来自中间的两条——相等,由此必然证明半圆中的[角]是直角的人来说[是显而易见的]。因为如果我们进行分割并向他证明它们是直线,那么它是直角对他来说就变得显然了。但是,由于他惯常的简略,这个例子被引入得含混而晦涩,因此必须说明在欧几里得《几何原本》第三卷中是如何证明半圆中的角是直角的,以便由此使这里所说的内容变得清晰。设圆为αβγ,其圆心为ε,直径为βγ,连接βα和γα,作αε垂直于βγ,并将βα延长至ζ。既然εβ等于εα(因为它们是从圆心引出的线),而在等腰三角形中底角彼此相等,因此角εαβ等于角αβε。完全由于同样的理由,角εγα也等于角εαγ。因此整个角βαγ等于角αβγ与角βγα[之和]。并且三角形αβγ的外角ζαγ也等于两个角αβγ与αγβ[之和],而等于同一样事物的事物彼此也相等;因此角βαγ也等于角ζαγ。但是,如果一条直线立在另一条直线上使得相邻的角相等,那么这些角就是直角。因此角βαγ和角ζαγ都是直角;因为它们已被证明是相等的。在那里就是这样证明半圆中的[角]是直角的。而他自己[亚里士多德]说“如果这三条[线]相等”,并接着指出它们是哪几条:“即底部的两条”——也就是三角形αβγ的[底边]βγ(因为它被分成了两段相等的部分εβ和εγ;因为ε是圆心)——,“以及从中间垂直立起的一条”,这就是说,如果直线αε从中间或在中间即在圆心处垂直立起,“那么对于知道那一点的人,一看到就是显而易见的”,也就是对于预先知道如果直线处于这种关系中半圆中的[角]将被证明是直角的人来说,这是显而易见的。因此显而易见的是,当它们处于潜能中时,是通过理智就它们现实地发挥作用而被发现的;因为理智本身就是将它们引导至现实的原因。因此潜能来自现实,也就是说,数学对象的潜能是通过现实的活动而被引导至现实中的,并且正是在这一基础上,人们通过操作而获得认识。因此,由这些也清楚地表明:现实先于产生相同事物的诸潜能;但在数目上现实后于潜能;因为刚才已经说过,在产生相同形式的事物中,现实先于潜能——正如我们在索弗罗尼斯科与苏格拉底的例子中所说的那样——,但在数目上则是后于潜能的。

语法注3 条
  1. 9.21ἐρωτώμενοι ὅτι διὰ τί ἐν ἡμικυκλίῳ τηθείημεν ‘διὰ τί ἐν ἡμικυκλίῳ ὀρθή’ ἢ οὕτω ‘καθόλου διὰ τί ἡ ἐν ἡμικυκλίῳ ὀρθή’, ἐρωτώμενοι δὴ τοῦτό φαμεν

    开头的分词 ἐρωτώμενοι 与主句动词 φαμέν 呼应,但在插入关于提问方式的假设从句(τηθείημεν 代表 εἴτε θείημεν 或表示推测的希求法)之后,通过 ἐρωτώμενοι δὴ τοῦτο 复指复述分词,进而引出主句动词 φαμέν。其中的 ὅτι 为引导直接疑问句的引用标记(recitativum)。

  2. 9.21ἐὰν ἴσαι αἱ τρεῖς, ἥ τε βάσις δύο καὶ ἡ ἐκ μέσου σταθεῖσα ὀρθή, ἰδόντι δῆλον τῷ ἐκεῖνο εἰδότι

    引用亚里士多德《形而上学》1051a26–27极度简练的原文。条件从句 ἐὰν ἴσαι αἱ τρεῖς 省略了系动词(ὦσιν),同位语 ἥ τε βάσις δύο καὶ ἡ ἐκ μέσου σταθεῖσα ὀρθή 指明这三条线即底面直径的两半以及从圆心垂直立起的半径。结论部分 ἰδόντι δῆλον τῷ ἐκεῖνο εἰδότι 包含两个与格(ἰδόντι 和 τῷ εἰδότι),表示“对于看见它的人、即预先知晓那一定理的人而言是显然的”。

  3. 9.21δυνάμει ὄντα καὶ ἐνεργήσας περὶ αὐτὰ ὁ νοῦς εὑρίσκεται

    构文上的破格(anacoluthon)。谓语动词采用被动语态单数 εὑρίσκεται(在意义上承接中性复数的几何对象,意为“它们被发现”),其前有分词 δυνάμει ὄντα;但在其间插入了表示主动施事者的主格分词短语 καὶ ἐνεργήσας περὶ αὐτὰ ὁ νοῦς(“且理智就它们现实地发挥作用”),从而将主动的原因者融入到了被动句式之中。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:596.22-597.20