- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:595.22-596.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大注释亚里士多德《形而上学》1051a21,以三角形内角和与半圆内接角为例,论述了几何图形与数学对象并非自存的实体或现实,而是潜在的,唯有通过理智进行分割的现实活动才被发现。
" Εὑρίσκεται γὰρ καὶ τὰ διαγράμματα ἐνεργείᾳ· διαιροῦντες γὰρ εὑρίσκουσιν." Ἀντιλέγει πρὸς τοὺς τὰ μαθήματα ἐνεργείας λέγοντας καὶ οὐσίας, λέγων μὴ εἶναι ἐνεργείας ἀλλὰ δυνάμεις· τὰ δὲ δυνάμει οὐκ οὐσίαι. καὶ λέγει ὅτι τὰ διαγράμματα ἐνεργείᾳ διαιροῦντες εὑρίσκονται, τουτέστιν ἐνεργήσας ὁ νοῦς καὶ διαίρεσιν ποιησάμενος εὑρίσκει αὐτὰ καὶ τὸ εἶναι αὐτοῖς δίδωσι. πρὸ δὲ τοῦ ἐνεργῆσαι δυνάμει εἰσίν· εἰ δὲ ἦσαν ἐνεργείᾳ (τοῦτο γὰρ ἐδήλωσε διὰ τοῦ διῃρημένα),1 ἅμα τῷ θεάσασθαί τινα τὴν ἐν τῷ ἡμικυκλίῳ γωνίαν δήλη ἂν ἦν αὐτῷ ὅτι ὀρθή ἐστιν. ὥσπερ γὰρ οἰκίας οὔσης ἐνεργείᾳ ἅμα τῷ ἰδεῖν αὐτὴν δῆλόν ἐστιν ἡμῖν ὅτι οἰκία ἐστὶ καὶ οὐ δεόμεθα διαιρέσεώς τινος ἢ ἀποδείξεως, οὕτω καὶ τὰ μαθήματα εἰ ἦσαν ἐνεργείᾳ, ἅμα τῷ ἰδεῖν δύο στερεὰ παραλληλεπίπεδα ἔγνωστο ἂν ἡμῖν ὅτι ἀντιπεπόνθασιν αἱ βάσεις πρὸς τὸ ὕψος,2 καὶ ὡς τὸ ὕψος ἔμπαλιν πρὸς τὸ ὕψος, ἡ βάσις πρὸς τὴν βάσιν. νῦν δὲ οὐκ ἔστιν, ἀλλὰ διαιροῦμεν καί φαμεν ὅτι ἔστωσαν αἱ ἐφεστηκυῖαι εὐθεῖαι πρὸς ὀρθὰς ταῖς βάσεσι, καὶ ἔστω ἥδε ἡ εὐθεῖα τῇδε ἴση, καὶ ἄλλα ἄττα διαιροῦμεν καὶ λέγομεν, καὶ οὕτως ἐκ τῆς κατ’ ὀλίγον διαιρέσεως καὶ ἐκ τῶν δείξεων τῶν κατὰ τὰς διαιρέσεις γινομένων δῆλα ἡμῖν καὶ φανερὰ τὰ διαγράμματα γίνεται· ὥστε οὔκ εἰσιν ἐνεργείᾳ ἀλλὰ δυνάμει. εἰ δὲ τοῦτο ἀληθές, οὔκ εἰσιν οὐσίαι. αἱ γὰρ οὐσίαι καί τινος περὶ αὐτὰς μὴ ἐνεργοῦντος μηδὲ δεικνύντος εἰσί, ταῦτα δὲ τοῦ νοὸς περὶ αὐτὰ μὴ ἐνηργηκότος καὶ ὅλως μὴ εὑρηκότος καὶ τὸ εἶναι αὐτοῖς δεδωκότος οὐ δύνανται εἶναι. καὶ ὁ μὲν ὅλος τῶν λεγομένων νοῦς τοιοῦτος, ἐπισκεπτέον δ’ ἡμῖν πῶς τὰ καθ’ ἕκαστα λέγεται καὶ ὅπως ἑκάστη λέξις ἔχει. διὰ τί, φησί, δύο ὀρθαὶ τρίγωνον, τουτέστι διὰ τί τοῦ τριγώνου αἱ τρεῖς γωνίαι δυσὶν ὀρθαῖς ἴσαι εἰσίν, ἐρωτηθέντες φαμὲν διότι αἱ περὶ μίαν στιγμὴν γωνίαι δύο ὀρθαῖς ἴσαι εἰσίν. ἔστω δὴ τρίγωνον τὸ αβγ. εἴ τις ἔροιτο διὰ τί αἱ τρεῖς δύο ὀρθαῖς ἴσαι, φαμὲν ὅτι αἱ δύο αἱ περὶ μίαν στιγμὴν δυσὶν ὀρθαῖς ἴσαι εἰσίν, ταύταις δὲ ἴσαι εἰσὶν αἱ τρεῖς τοῦ τριγώνου γωνίαι. εἰ δὴ ἐκεῖνος τοῦτο προῄδει ὅτι αἱ περὶ μίαν στιγμὴν ἤτοι τὸ γ γωνίαι δυσὶν ὀρθαῖς ἴσαι εἰσί, καὶ ἀγάγωμεν τὴν βγ ἐπὶ τὸ δ (τούτου γάρ ἐστι δηλωτικὸν τὸ εἰ οὖν ἀνῆκτο ἡ παρὰ τὴν πλευράν), καὶ δείξομεν ὅτι αἱ ὑπὸ βαγ, αγβ, γβα, ἴσαι εἰσὶ ταῖς ὑπὸ αγβ, αγδ, δῆλον εὐθύς ἐστιν ἐκείνῳ τοῦτο εἰσὶν ἰδόντι3 ὅτι αἱ τρεῖς τοῦ τριγώνου δύο ὀρθαῖς ἴσαι. ὥστε οὔκ ἐνεργείᾳ τὰ διαγράμματα. εἰ γὰρ ἦσαν, δῆλον ἂν ἦν εὐθὺς ἰδόντι τρίγωνον ὅτι αἱ τρεῖς δυσὶν ὀρθαῖς ἴσαι εἰσίν, ὥσπερ τὴν οἰκίαν θεασαμένοις εὐθὺς δῆλόν ἐστιν ὅτι οἰκία ἐστίν· οὐκ ἔστι δὲ εἰ μὴ δειχθῶσιν ὅτι αἱ περὶ μίαν στιγμὴν ἴσαι εἰσί.
“因为几何图形也是通过现实而被发现的;因为他们是通过分割来发现的。” 他驳斥那些主张数学对象是现实和实体的人,指出它们不是现实而是潜能;而在潜能中的事物并不是实体。并且他说,通过分割,几何图形在现实中被发现,这就是说,理智通过运用现实并进行分割,发现了它们并赋予它们以存在。在理智现实地发挥作用之前,它们处于潜能中;但如果它们原本就在现实中(因为他通过“已被分割”所表明的正是这一点),那么只要有人一看到半圆中的角,该角是直角对他来说就会是显而易见的。因为正如房屋现实地存在时,只要我们一看到它,它是一所房屋对我们来说就是显然的,我们不需要任何分割或证明;同样地,数学对象如果原本就在现实中,只要我们一看到两个平行六面体,其底与高成反比、且正如高反过来与高之比,底与底之比也是如此,对我们来说就会是已知的了。但事实并非如此,而是我们进行分割,并说“设立于底面上的直线与底面成直角”,以及“设这条直线等于那条直线”,并且我们进行其他某些分割与述说,这样由于逐步的分割以及由于依照分割所作出的证明,几何图形才对我们变得清晰而显明;因此它们不是现实,而是潜能。如果这是真的,它们就不是实体。因为即使没有人就实体现实地活动或证明,实体也是存在的;而这些数学对象如果理智没有就它们现实地活动、完全没有发现它们并赋予它们以存在,就不能够存在。所论述的整体要旨就是如此,但我们必须考察个别论点是如何表述的,以及每一词句是如何构成的。 他说:“为什么三角形是两个直角?”也就是说,当被问及为什么三角形的三个角等于两个直角时,我们说:因为围绕一个点的角等于两个直角。设有一个三角形αβγ。如果有人问为什么这三个角等于两个直角,我们说围绕一个点的两个角等于两个直角,而三角形的三个角等于它们。那么,如果那人预先知道围绕一个点(即γ)的各角等于两个直角,并且我们把βγ延长至δ(因为“如果那条沿着侧面的线被画上去的话”这句话表明的正是这一点),并且我们证明角βαγ、αγβ、γβα等于角αγβ、αγδ,那么当他看到这一点时,三角形的三个角等于两个直角这件事情立刻对他显而易见。因此几何图形不是在现实中。因为如果是的话,任何看到三角形的人就会立刻清楚三个角等于两个直角,正如看到房屋的人立刻清楚它是一所房屋一样;但若不证明围绕一个点的角是相等的,事实就并非如此。
- 9.21διὰ τοῦ διῃρημένα
介词 διά 支配中性单数属格冠词 τοῦ,用来引出亚里士多德原文(1051a23:“εἰ δ’ ἦν διῃρημένα, φανερὰ ἂν ἦν”,即“如果已经被分割,它们就会显而易见”)中的中性复数完成时被动分词 διῃρημένα。
- 9.21ἔγνωστο ἂν ἡμῖν ὅτι ἀντιπεπόνθασιν αἱ βάσεις πρὸς τὸ ὕψος
非真实条件句的归结从句。ἔγνωστο 是 γιγνώσκω 的第三人称单数过去完成时中被动态直陈语气,非人称地表示“对我们来说原本就会是已知的”,以 ὅτι 引导的从句为实质主语。动词 ἀντιπεπόνθασιν(ἀντιπάσχω 的完成时)是几何学专业术语,意为“成反比例”。
- 9.21τοῦτο εἰσὶν ἰδόντι
抄本流传中的一处句式异文。ἰδόντι 是与 ἐκείνῳ 一致的与格阳性单数不定过去时主动分词(意为“对那看到了……的人来说”)。εἰσίν 疑似传抄衍文或语病,句子的基本骨架为:δῆλον εὐθύς ἐστιν ἐκείνῳ τοῦτο ἰδόντι ὅτι...(“对于看到这一点的人来说,……立刻是显而易见的”)。
