- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:594.37-595.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德《形而上学》1051a17“恶并不外在于事物而存在”这一命题,阿芙洛狄西亚的亚历山大反驳了柏拉图认为恶作为普遍相独立实存的观点,阐明恶并非现实而是善的缺失,仅因质料的不适应性而附从产生,因此在永恒实在中绝无恶与舛误。
" Δῆλον ἄρα ὅτι οὐκ ἔστι τὸ κακὸν παρὰ τὰ πράγματα." Τοῦ Πλάτωνος λέγοντος ὅτι τοῦ ἀγαθοῦ ὄντος φύσεώς τινος, ὥσπερ ὁ καθόλου ἄνθρωπος ὁ κατηγορούμενος κατὰ τῶν μερικῶν ἀνθρώπων ἕτερος ὢν αὐτῶν, οὕτως καὶ τὸ ἀγαθὸν ἕτερόν ἐστι τῶν καθ’ ἕκαστα ἀγαθῶν καὶ λέγεται κατ’ αὐτῶν, τῶν δ’ ἐναντίων ἂν θάτερον ᾖ, καὶ θάτερόν ἐστιν, ἔστιν ἄρα καὶ τὸ κακὸν ἕτερόν τι παρὰ τὰ καθ’ ἕκαστα κατ’ αὐτῶν λεγόμενον. λέγει ὁ Ἀριστοτέλης ὅτι δῆλόν ἐστιν ἐκ τῶν δειχθέντων (δέδεικται δὲ ὅτι κακὸν χεῖρόν ἐστι τῆς δυνάμεως), ἐκ τῶν οὖν δειχθέντων, φησί, δῆλόν ἐστιν ὅτι οὐκ ἔστι τὸ κακὸν παρὰ τὰ πράγματα. ἐκείνων γάρ φαμεν εἶναί τι παρὰ τὰ καθ’ ἕκαστα ὅσα εἰσὶν ἐνέργειαι, τὸ δὲ κακὸν τοσοῦτον δέει τοῦ ἐνέργεια εἶναι ὅσον ὅτι καὶ χεῖρόν ἐστι δυνάμεως.1 ὅτι δὲ ἐπὶ τῶν ἐνεργειῶν λαμβάνεται τὸ κοινὸν δῆλον· λέγομεν γὰρ καθόλου ἄνθρωπον τῶν καθ’ ἕκαστα ἀνθρώπων ἐνεργείᾳ ὄντων καὶ καθόλου ἵππον καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως· καθόλου δὲ μὴ ἄνθρωπον ἢ μὴ ἵππον οὔ φαμεν διὰ τὸ στερήσεις εἶναι τὸν μὴ ἄνθρωπον τοῦ ἀνθρώπου καὶ τὸν μὴ ἵππον τοῦ ἵππου. εἰ δὲ καὶ τὸ κακὸν στέρησίς ἐστι τοῦ ἀγαθοῦ καὶ τῆς ἐνεργείας, καὶ παρυφίσταται τοῖς πράγμασι2 διὰ τὴν τῆς ὕλης ἀνεπιτηδειότητα (αὕτη γὰρ τὴν ἐνέργειαν καὶ τὸ ἀγαθὸν σκοπὸν ἔχουσα δέξασθαι καὶ μὴ δυνηθεῖσα ἔσχηκε τὸ κακὸν καὶ τὴν στέρησιν), οὐκ ἂν εἴη τι κακὸν παρὰ τὰ πράγματα. εἰ δὲ τὸ κακὸν διὰ τὴν ὕλην καὶ τὴν δύναμιν παρυφίσταται τοῖς πράγμασι, καὶ ἔστιν ἁμαρτήματα τῆς δυνάμεως, ἐν δὲ τοῖς ἀϊδίοις δέδεικται ὅτι δύναμις οὐκ ἔστιν (ἐνέργειαι γάρ εἰσιν), οὐκ ἔστιν ἄρα ἐν ἐκείνοις οὔτε κακὸν οὔτε ἁμάρτημα οὔτε διεφθαρμένον. ἡ γὰρ διαφθορὰ τῶν κακῶν ἐστιν.
“因此显然,恶并不外在于诸事物而存在。” 柏拉图主张:善作为某种本性而存在,正如被述说于个别人之上的普遍的人不同于他们那样,善同样也不同于各个个别的善事物并被述说于它们之上;并且如果相反者之一存在,另一者也存在,因此恶也是外在于个别事物的某种不同之物,被述说于它们之上。对此亚里士多德说道,从已表明的诸端来看是显然的(并且已经表明恶比潜能更劣)——他说,因此从已表明的诸端来看,恶并不外在于事物而存在,这是显然的。因为唯独对于凡是现实的事物,我们才说在个别事物之外存在某种东西;而恶离成为现实是如此之远,以至于它甚至比潜能还劣。而在现实的情形下普遍者才被把握,这是显然的;因为我们在个别人现实地存在时才谈论普遍的人,谈论普遍的马,在其他事物上亦是如此;但我们并不谈论普遍的非人或普遍的非马,因为非人是人的缺失,非马是马的缺失。而如果恶同样是善与现实的缺失,并且由于质料的不适应性而附从于事物产生(因为质料以接受现实和善为目的,但未能如此,因而招致了恶和缺失),那么就不会有任何外在于事物的恶存在。如果恶是由于质料与潜能而附从于事物产生,并且是潜能的舛误,而在永恒之物中已经表明并不存在潜能(因为它们是现实),那么在那些〔永恒之物〕中就既无恶,亦无舛误,亦无毁坏之物。因为毁坏属于恶事物。
- 9.20τὸ δὲ κακὸν τοσοῦτον δέει τοῦ ἐνέργεια εἶναι ὅσον ὅτι καὶ χεῖρόν ἐστι δυνάμεως
无人称习惯短语 τοσούτου δεῖ ὥστε...(远非……)的人称化及比较性变体。以 τὸ κακὸν 为语法主语,动词 δέει 后接表示分离或差距的属格不定式 τοῦ ἐνέργεια εἶναι,后文的 ὅσον ὅτι 则引出表程度的相关从句,意为“恶离成为现实是如此之远,以至于它甚至比潜能还劣”。
- 9.20παρυφίσταται τοῖς πράγμασι
复合动词 παρυφίσταμαι 由前缀 παρα-(附带、在旁)与 ὑφίσταμαι 结合而成,支配与格 τοῖς πράγμασι,意为“附从于诸事物而产生/存立”。这在句法上也表明,恶并非独立实体,而是由于质料的不适应而附带性、寄生性地产生之物。
