← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§593.32-594.36

现实高于潜能的优越性与相反者

针对亚里士多德主张现实比优秀的潜能更好、更尊贵的论述(1051a4),亚历山大阐明了其论证结构:潜能同等地关涉相反双方,而善的现实因其不与对立的较劣者相混杂而更为优越。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9.19

" Ὅτι δὲ βελτίων καὶ τιμιωτέρα τῆς σπουδαίας δυνάμεως ἡ ἐνέργεια, ἐκ τῶνδε δῆλον." Δείξας ὅτι ἡ ἐνέργεια τῆς δυνάμεως προτέρα καὶ συμπεραινόμενος εἰπὼν “ὅτι μὲν οὖν πρότερον ἐνέργεια δυνάμεως καὶ πάσης ἀρχῆς μεταβλητικῆς” ἤτοι καὶ πάσης δυνάμεως καὶ φύσεως, “φανερόν,” τοῦτο δείξας πάλιν δείκνυσιν ὅτι οὐ μόνον τῆς μὴ σπουδαίας δυνάμεως ἡ ἐνέργεια προτέρα ἀλλὰ καὶ τῆς σπουδαίας. ὅτι δέ εἰσι δυνάμεις καὶ σπουδαῖαι καὶ μὴ σπουδαῖαι πᾶσι δῆλον· ὧν γὰρ δυνάμεων αἱ ἐνέργειαι σπουδαῖαι, καὶ αἱ δυνάμεις καθ’ ἃς δύνανται ταύτας ἐνεργεῖν σπουδαῖαί εἰσι.1 τέως δέ, φησί, φανερόν ἐστιν ὅτι ὅσα κατὰ τὸ δύνασθαι λέγεται, ταὐτόν ἐστι δυνατὸν τἀναντία. ὃ γὰρ δύναται ὑγιαίνειν, τοῦτο καὶ νοσεῖν ἅμα. καὶ οὐ τοῦτό φησιν ὅτι ἅμα νοσεῖ καὶ ὑγιαίνει, ἀλλ’ ὅτι ἅμα ἔχει τὴν τοῦ νοσεῖν καὶ ὑγιαίνειν δύναμιν· ἡ αὐτὴ γὰρ δύναμις τοῦ ὑγιαίνειν καὶ κάμνειν καὶ τοῦ ἠρεμεῖν καὶ κινεῖσθαι, καὶ ὥσπερ εἴρηται, ἡ μὲν τῶν ἐναντίων δύναμις ἅμα ὑπάρχει, τὰ δ’ ἐναντία ἅμα καὶ τὰς ἐνεργείας ἀδύνατον ὑπάρχειν· ἀδύνατον γὰρ ἅμα ὑγιαίνειν καὶ νοσεῖν. ὥστε ἀνάγκη θάτερον τῶν ἐναντίων εἶναι τἀγαθόν. οἷον τὸ μὲν θερμὸν φέρε εἰπεῖν ἀγαθόν, τὸ δὲ ψυχρὸν φαῦλον, καὶ ὑγίεια μὲν ἀγαθόν, νόσος δὲ φαῦλον, καὶ ὅλως ὅσα εἴδει καὶ ἕξει ἀναλογεῖ ἀγαθά ἐστιν, ὅσα δὲ στερήσει καὶ ἀποφάσει φαῦλα. εἰπὼν δὴ ὅτι τῶν ἐναντίων ἀνάγκη θάτερον εἶναι ἀγαθόν, ἐπάγει τὸ δὲ δύνασθαι ὁμοίως ἀμφότερον ἢ οὐδέτερον·2 ἡ ἄρα ἐνέργεια βελτίων. καὶ ἔστιν οἶμαι κατασκευὴ τοῦ ὅτι ἡ ἐνέργεια καὶ τῆς σπουδαίας δυνάμεως βελτίων ἐστίν. ἀσαφῶς δὲ ὄντως ἐπήγγελται καὶ μαντείας δεόμενον. ἔστι δὲ τὸ μὲν διὰ τοῦ τὸ δὲ δύνασθαι ὁμοίως ἀμφότερον ἢ οὐδέτερον λεγόμενον τοιοῦτον. τὸ τὴν δύναμιν ἔχον τοῦ ὑγιαίνειν (ἔστω δὴ τοῦτο εἰς ὑπόδειγμα), τὸ οὖν τὴν δύναμιν ἔχον τοῦ ὑγιαίνειν ὁμοίως ἔχει καὶ τοῦ νοσεῖν· εἰ δὲ μή, οὐδετέρου· διὰ τίνα γάρ ποτε αἰτίαν ἔχει μὲν δύναμιν τοῦ ὑγιαίνειν, μὴ ἐπίσης δ’ ἔχει καὶ τοῦ νοσεῖν; καὶ οὕτω δείξας ὅτι ἀμφοτέρων τὴν δύναμιν ὁμοίως ἔχει, ὅπως διὰ τούτου συνήγαγε τὸ τὴν ἐνέργειαν βελτίω εἶναι καὶ τῆς σπουδαίας δυνάμεως, λίαν ἐστὶ μεμελανωμένον.3 συνάγεται δὲ οἶμαι οὑτωσί. τόπος παρεδόθη αὐτῷ ἐν τοῖς Τοπικοῖς λέγων ‘τὸ ἄμικτον τοῦ χείρονος κρεῖττον καὶ βέλτιόν ἐστι τοῦ μεμιγμένου μετὰ τοῦ χείρονος.’ εἰ δὲ τοῦτο ἀληθές, καὶ ἡ σπουδαία δύναμις μέμικται τῇ τοῦ χείρονος δυνάμει (ὁ γὰρ ἔχων τὴν σπουδαίαν δύναμιν καὶ κατ’ ἐκείνην πράττων καὶ ἐνεργῶν περὶ τὰ σπουδαῖα, οὗτος οὐκ ἀπώλεσε τὴν τοῦ χείρονος δύναμιν ἀλλ’ ἔχει αὐτήν, ὥστε τῇ σπουδαίᾳ δυνάμει ἐπιμέμικται ἡ τοῦ χείρονος δύναμις), εἰ δὴ ἡ σπουδαία δύναμις ἐπιμέμικται τῇ τοῦ χείρονος δυνάμει, ἡ δὲ ἐνέργεια τοῦ κρείττονος οὐ σύνεστι τῇ τοῦ χείρονος ἐνεργείᾳ, ἀλλ’ ἔστιν εἰλικρινὴς καὶ ἄμικτος, κρείττων ἄρα ἐστὶ τῆς σπουδαίας δυνάμεως διὰ τὸ τὰ ἄμικτα, ὡς ὁ τόπος διορίζεται, τῶν μεμιγμένων κρείττονα εἶναι. ἔμπαλιν δὲ ἐπὶ τῶν κακῶν ἡ ἐνέργεια τοῦ κακοῦ χείρων ἐστὶ τῆς δυνάμεως, διότι ἡ δύναμις τοῦ κακοῦ ἐπιμέμικται τῇ τοῦ ἀγαθοῦ δυνάμει, ἡ δὲ τοῦ κακοῦ ἐνέργεια ἄμικτός ἐστι τῇ τοῦ ἀγαθοῦ ἐνεργείᾳ.

“而现实比优秀的潜能更好、更尊贵,由下述诸端即可明白。” 在表明了现实先于潜能并在下结论时说道“由此可见,现实先于潜能以及一切变化的始基”——即先于一切潜能和本性——“是显然的”之后,在表明了这一点的前提下,他再次表明:现实不仅先于不优秀的潜能,而且也先于优秀的潜能。而存在优秀的潜能和不优秀的潜能,这对所有人都是显而易见的;因为那些其实际现实活动是优秀的潜能,依据它们而能够进行这些现实活动的潜能也是优秀的。他说道,暂且显然的是,凡是按照能够而言的事物,同一者能够具有相反者。因为能健康的同一者,同时也能够生病。他并不是说它同时生病和健康,而是说它同时具有生病和健康的潜能;因为健康与患病、静止与运动的潜能是同一的,并且正如所说过的,相反者的潜能同时存在,但相反者以及诸现实活动却不可能同时存在;因为不可能同时既健康又生病。因此,相反者之中的一者必然是善。例如,比方说,热是善,冷是恶;健康是善,疾病是恶;普遍而言,凡是相当于形式和状态的都是善,凡是相当于缺失和否定的都是恶。既然说明了相反者之中的一者必然是善,他就补充道:“但能够如此,对于两者是同样的,或者两样都不能;因此现实更好。”并且我认为,这是对现实甚至比优秀的潜能更好这一点的论证。然而,这确实表达得非常晦涩,需要加以揣摩。而通过“但能够如此,对于两者是同样的,或者两样都不能”所表达的意思乃是如此:具有健康的潜能者(姑且以此为例)——于是具有健康的潜能者,同样也具有患病的潜能;否则,两者都不能具有。因为究竟出于什么原因,它具有健康的潜能,却不同样具有患病的潜能呢?在如此表明了它同样具有两者的潜能之后,他如何借此推导出现实甚至比优秀的潜能更好,则被极度掩蔽了。但我认为,这是如下推导出来的:《论题篇》中由他传授的一条论题说道:“不与较劣者相混的事物,优于且好于与较劣者相混的事物。”如果这是真的,而且优秀的潜能与较劣者的潜能混杂在一起(因为具有优秀潜能并按照它关于优秀事物而行动和实现者,并未丧失较劣者的潜能,而是保有它,从而较劣者的潜能与优秀的潜能相掺杂),如果优秀的潜能确实与较劣者的潜能相掺杂,而较优者的现实并不与较劣者的现实并存,而是纯粹而不混杂的,那么由于正如该论题所规定的不混杂者优于混杂者,[现实]因而优于优秀的潜能。反过来,在恶的事物上,恶的现实比其潜能更劣,因为恶的潜能与善的潜能相掺杂,而恶的现实却不与善的现实相混杂。

语法注3 条
  1. 9.19ὧν γὰρ δυνάμεων αἱ ἐνέργειαι σπουδαῖαι, καὶ αἱ δυνάμεις καθ’ ἃς δύνανται ταύτας ἐνεργεῖν σπουδαῖαί εἰσι

    关系代词从句将先行词纳入自身(ὧν γὰρ δυνάμεων),并在主句中由 καὶ αἱ δυνάμεις 予以承接。整体句式骨架为:“凡其实际活动是优秀的那些潜能,依据它们而能够实现这些活动的能力本身也是优秀的”。

  2. 9.19τὸ δὲ δύνασθαι ὁμοίως ἀμφότερον ἢ οὐδέτερον

    引用亚里士多德原文(1051a8)。带冠词的不定词 τὸ δύνασθαι 作主语,ἀμφότερον 与 οὐδέτερον 用作关系宾格或内宾语(“具有潜能,同样是对两者而言或两样皆非”)。后文中注解者用属格 τοῦ νοσεῖν 予以阐释,指明潜能同等地朝向相反的两方。

  3. 9.19ὅπως διὰ τούτου συνήγαγε τὸ τὴν ἐνέργειαν βελτίω εἶναι καὶ τῆς σπουδαίας δυνάμεως, λίαν ἐστὶ μεμελανωμένον

    全句句法骨架为:由 ὅπως 引导的间接疑问从句(“他是如何由此推导出……”)充当全句主语,述谓部分是 λίαν ἐστὶ μεμελανωμένον(“极其晦暗不清”)。在 ὅπως 从句内部,带冠词的不定词短语 τὸ τὴν ἐνέργειαν βελτίω εἶναι 充当动词 συνήγαγε 的直接宾语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:593.32-594.36