← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§593.1-593.31

可灭元素对天体的模仿与对理念论的批判

注解亚里士多德《形而上学》卷9第8章1050b28,阐明月下元素(土与火)如何通过连续运动和总体的不可毁灭性模仿永恒天体,辨析有理性潜能与无理性潜能的差异,并依据现实活动的主体(有知识的动物)优先于潜能(知识自身)来论述对柏拉图理念论的反驳。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9.18

" Μιμεῖται δὲ τὰ φθαρτὰ καὶ τὰ ἐν μεταβολῇ ὄντα, οἷον γῆ καὶ πῦρ." Εἰπὼν ὅτι ἐν τοῖς ἀϊδίοις τὸ ἁπλῶς δυνάμει οὔκ ἐστιν, ἀλλ’, εἰ ἄρα, τὸ πῇ, λέγει ὅτι εἰ καὶ ἐν τοῖς φθαρτοῖς ἐστι τὸ δυνάμει, ἀλλ’ οὖν τὰ φθαρτὰ καὶ τὰ ἐν μεταβολῇ ὄντα μιμεῖται τὰ ἄφθαρτα. καὶ ποῖά ἐστι τὰ φθαρτὰ τὰ ἀΐδια μιμούμενα ἐπάγει οἷον γῆ καὶ πῦρ. καὶ πῶς μιμεῖται ταῦτα ἥ τε γῆ καὶ τὸ πῦρ τὰ ἀΐδια λέγει· ὡς γὰρ τὰ κυκλοφορητικὰ σώματα ἐν κινήσει εἰσὶ καὶ ἐνεργείᾳ, οὕτω καὶ ταῦτα ἀεὶ κινεῖται καὶ ἔχει καθ’ αὑτὰ κίνησίν τινα ἀεί· τὸ μὲν γὰρ πῦρ συμπεριφέρεται ἀεὶ τῇ σεληνιακῇ, ἢ τῇ τοῦ παντὸς φορᾷ, ἡ δὲ γῆ ἢ μανοῦται ἢ πυκνοῦται ἢ ὅλως πάσχει, ὥστε κατὰ τὴν συνεχῆ ταύτην κίνησιν μιμεῖται τὰ ἀΐδια. οὐ μόνον δὲ κατὰ τὴν συνεχῆ κίνησιν μιμεῖται τὰ φθαρτὰ τὰ ἀΐδια, ἀλλὰ καὶ κατὰ τὸ ἄφθαρτον· αἱ γὰρ ὁλότητες τῶν ὑπὸ σελήνην σωμάτων, πυρὸς ἀέρος ὕδατος καὶ γῆς, ἄφθαρτοί εἰσιν. ἀλλὰ τὰ μὲν οὐράνια σώματα, ὥσπερ εἴρηται, οὐκ ἔχει δύναμιν τῆς ἀντιφάσεως, αἱ δ’ ἄλλαι δυνάμεις ἐξ ὧν διώρισται1 τῆς ἀντιφάσεώς εἰσι, τουτέστι περὶ ὧν διώρισται. ἡ γὰρ ἰατρικὴ τοῦ ὑγιάζειν καὶ νοσάζειν καὶ αἱ ἄλλαι ὡσαύτως αἱ μετὰ λόγου· διαφέρουσι δὲ τῶν ἄνευ λόγου, ὅτι αἱ μετὰ λόγου οὐκ ἀνάγκη ἅμα τῷ παρεῖναι τό τε δυνάμενον ποιεῖν καὶ πάσχειν τὸ μὲν ποιεῖν τὸ δὲ πάσχειν,2 αἱ δ’ ἄλογοι δύνανται ἅμα τῷ παρεῖναι ποιεῖν καὶ τῷ μὴ παρεῖναι μὴ ποιεῖν. τὸ γὰρ θερμαντικὸν ἅμα τῷ πλησιάσαι τῷ θερμαντῷ τὸ μὲν θερμαίνει τὸ δὲ θερμαίνεται. ἐπειδὴ δὲ ὁ Πλάτων ἰδέας μὲν ἐτίθετο ἀνθρώπων καὶ ἵππων καὶ ἐπιστημῶν (αὐτοεπιστήμην γὰρ λέγει ὥσπερ καὶ αὐτοάνθρωπον), ἰδέαν δὲ ἐπιστημόνων ἀνθρώπων καὶ λευκῶν ἀνθρώπων καὶ ὅλως τῶν κατὰ συμβεβηκὸς ὄντων οὐκ εἶναι ἐβούλετο, ἐκ τῶν εἰρημένων πρὸς ταύτην τὴν δόξαν ἀντιλογίαν πορίζεται καί φησιν εἴπερ εἰσὶ φύσεις τοιαῦται ἢ οὐσίαι οἵας λέγουσιν οἱ ἐν τοῖς λόγοις ἤτοι τοῖς μαθήμασιν ἐντετραφότες, πολὺ μᾶλλον ἐπιστῆμον εἴη ἄν τι ζῷον ἤπερ αὐτοεπιστήμη· ταῦτα γὰρ τὸ κινούμενον καὶ τὸ ἐπιστῆμόν εἰσιν οὐσίαι καὶ ἐνέργειαι, ἐκεῖνα δέ, ἡ ἐπιστήμη καὶ ἡ κίνησις, δυνάμεις εἰσὶ τοῦ τ’ ἐπιστήμονος καὶ τοῦ κινουμένου, μὴ δυνάμεναι καθ’ αὑτὰς εἶναι.

“而可毁灭之物以及处于变化之中的事物也模仿[它们],例如土和火。” 在说明了在永恒之物中不存在无条件处于潜能之中的事物,即便有也仅是在某一方面之后,他说道:纵使在可毁灭之物中存在处于潜能之中的事物,但可毁灭之物以及处于变化之中的事物仍然模仿着不灭之物。关于模仿永恒之物的可毁灭之物是哪些,他补充道:“例如土和火”。而土和火这些事物如何模仿永恒之物,他解释道:因为正如做圆周运动的天体处于运动和现实之中,它们同样始终在运动,并且自身始终具有某种运动。因为火始终随着月球的运行或整个天球的周转而运行,而土要么变稀薄要么变致密,或普遍地遭受影响,因此按照这一连续的运动,它们模仿着永恒之物。并且可毁灭之物模仿永恒之物,不仅在连续运动上如此,在不灭性上亦然;因为月下物体(即火、气、水、土)的总体是不灭的。然而,天体正如前文所述并不具有矛盾对立的潜能,而其他潜能——即由此作出规定的那些——关涉矛盾对立,也就是说,它们关涉就其作出规定的那些事物。因为医术是产生健康与产生疾病的[潜能],其他伴随理性的潜能亦同样如此。它们与无理性的潜能不同,因为对于伴随理性的潜能而言,当能作用者与能受动者同时在场时,并非必然一者作用而另一者受动;而无理性的潜能则是一旦在场就能作用,不在场时就不作用。因为致热物一旦接近可受热物,一者便发热,另一者便被加热。由于柏拉图设定了人、马和知识的相(因为他既谈论“人自身”,也谈论“知识自身”),但并不认为存在有知识的人、白人以及普遍附属性存在的相,因此[亚里士多德]从上述讨论中得出对这一观点的反驳,并说道:如果确实存在那些在言论或各门学科中受熏陶的人所说的那样一些本性或实体,那么某种有知识的动物远比知识自身更应当存在。因为前者(即被推动者和有知识者)是实体和现实,而后者(即知识和运动)是有知识者和被推动者的潜能,自身并不能独立存在。

语法注2 条
  1. 9.18ἐξ ὧν διώρισται

    关于关系从句 ἐξ ὧν διώρισται,注释者自身用 τουτέστι περὶ ὧν διώρισται 进行了转述。前置词 ἐκ 在此处通常表示依据或来源(“据以界定的”),而注释者将其解释为 περί(“关于”),指理性潜能所关涉的那对矛盾对立项。

  2. 9.18οὐκ ἀνάγκη ἅμα τῷ παρεῖναι τό τε δυνάμενον ποιεῖν καὶ πάσχειν τὸ μὲν ποιεῖν τὸ δὲ πάσχειν

    包含两层带宾格的不定式结构。介词短语 ἅμα τῷ παρεῖναι(一旦在场)以宾格短语 τό τε δυνάμενον ποιεῖν καὶ πάσχειν(能作用者与能受动者)为逻辑主语,而紧随其后的宾格与不定式结构 τὸ μὲν ποιεῖν τὸ δὲ πάσχειν(一者作用而另一者受动)则充当非人称谓语 οὐκ ἀνάγκη(并非必然)的主语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:593.1-593.31