← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§592.7-592.40

永恒事物的现实性与天体运动中的潜能

亚历山大论证了不灭、永恒和必然的事物在实体上完全没有潜能,而纯粹是现实。他进一步说明,天体运动中的潜能仅限于空间位移(“从何处到何处”),由于不具备矛盾对立的潜能与造成疲劳的质料,天体在运动中永不疲劳并持续运转。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9.17#2

ὥστε εἴπερ δυνατὰ φαμὲν ἢ τὰ ἁπλῶς δυνάμενα φθαρῆναι ἢ τὰ πῇ, οὐδὲν τῶν ἀϊδίων καὶ ἁπλῶς ἀφθάρτων δυνάμει ἐστὶν ἁπλῶς, ὡς δύνασθαι τὴν φύσιν αὐτοῦ καὶ τὴν οὐσίαν φθαρῆναι.1 καὶ τὰ μὲν ὑπερκόσμια πάντα οὔτε ἁπλῶς εἰσι δυνάμει οὔτε κατά τι, τὰ δὲ κυκλοφορητικὰ καὶ θεῖα σώματα κατά τι εἶναι δυνατὰ οὐδὲν κωλύει, οἷον ποιὸν ἢ ποῦ, ποιὸν μὲν ὅτι ἡ σελήνη διχοτόμος οὖσα δύναται γενέσθαι πλησιφαής, ποῦ δὲ ὅτι ἐν διδύμοις ὢν ὁ ἥλιος δύναται γενέσθαι ἐν ταύρῳ. δῆλον ἄρα ὅτι ἐνεργείᾳ εἰσὶ τὰ ἁπλῶς ἄφθαρτα καὶ οὐ δυνάμει. οὔτε δὴ οὐδὲν τῶν ἁπλῶς ἀϊδίων ἐστὶ δυνάμει οὔτε τῶν ἐξ ἀνάγκης ὄντων. εἰ γὰρ τὰ δυνατὰ καὶ εἶναι2 καὶ μὴ εἶναι ἐνδέχεται, τὰ δ’ ἀναγκαῖα ἀεὶ ὡσαύτως ἔχει, οὐδὲν τῶν ἀναγκαίων ἂν εἴη δυνάμει. τὸ δὲ καίτοι ταῦτα πρῶτα, λέγων ταῦτα τὰ ἀΐδια, ἴσον τῷ ἀλλὰ μὴν ταῦτα πρῶτα εἴρηται.3 καὶ ἤρτηται τοῖς ἄνω· εἰπὼν γὰρ ὅτι ἐν τοῖς πρώτοις καὶ ἀφθάρτοις τὸ δυνάμει οὐκ ἔστι καὶ δείξας αὐτὸ ἐπήγαγε τὸ καίτοι ταῦτα πρῶτα, ὡς εἰ ἔλεγεν ‘ὅσα μὲν οὖν εἰσι πρῶτα, ἐν τούτοις τὸ δυνάμει οὐκ ἔστιν· ἀλλὰ μὴν τὰ ἀΐδια πρῶτα· ἐν αὐτοῖς ἄρα τὸ δυνάμει οὐκ ἔστι.’ καὶ τοῦ ὅτι πρῶτα τὰ ἀΐδια αἰτίαν ἐπήγαγεν εἰπὼν εἰ γὰρ αὐτὰ μὴ ἦν, οὐδὲν ἂν ἦν. εἰ γὰρ μὴ ἦν τὰ ἀΐδια, οὐδὲν ἂν τῶν μὴ ἀϊδίων ἦν. οὐ μόνον δὲ ἐν ταῖς ἀϊδίοις οὐσίαις τὸ δυνάμει οὐκ ἔστιν, ἀλλ’ οὐδὲ εἴ τις ἔστιν ἀΐδιος κίνησις, οὐδ’ εἴ τι κινούμενον ἀΐδιον, δύναμιν ἔχει τοῦ μὴ εἶναι, ἀλλὰ μόνην τὴν πόθεν ποῖ. ὁ γὰρ ἥλιος, ὡς καὶ ἔναγχος εἴρηται, ἀπὸ κριοῦ γίνεται εἰς ταῦρον, καὶ οὐδὲν κωλύει ἀΐδιον αὐτὸν ὄντα ἔχειν δύναμιν τούτου, λέγω δὴ τοῦ κινεῖσθαι πόθεν ποῖ. καὶ διὰ τὸ μὴ ἔχειν δύναμιν τὴν ἁπλῶς, ἀλλὰ μόνον τὴν πόθεν ποῖ, ἀεὶ ἐνεργεῖ καὶ ἥλιος καὶ σελήνη, καὶ οὐ φοβητέον, ὡς Ἐμπεδοκλῆς καὶ οἱ περὶ αὐτὸν οἴονται, μή ποτε στῇ. οὐ γὰρ κάμνει ὁ ἥλιος καὶ ὁ οὐρανὸς κινούμενος. οὐ γάρ ἐστιν ἡ κίνησις αὐτοῖς περὶ δύναμιν τῆς ἀντιφάσεως· οὐ γὰρ δυνάμενοι κινεῖσθαι δύνανται καὶ μὴ κινεῖσθαι, ὥσπερ τὰ φθαρτά· τούτων μὲν γὰρ ἡ κίνησις ἐπίπονός ἐστι, τοῦ δὲ οὐρανοῦ καὶ τοῦ ἡλίου ἡ συνεχὴς κίνησις οὐδαμῶς. ἡ γὰρ οὐσία ὕλη καὶ δύναμις οὖσα οὐδ’ ἐνέργεια αἰτία τούτου, τουτέστιν ἡ ὑλικὴ οὐσία ἤτοι ἡ ὕλη ἐστὶν αἰτία τούτου, λέγω δὴ τοῦ κάμνειν καὶ τοῦ δύναμιν ἔχειν τῆς ἀντιφάσεως. τὰ δὲ κυκλοφορητικὰ καὶ θεῖα σώματα ὕλην δυναμένην τἀναντία οὐκ ἔχει, ὥστε οὐδὲ κάμνει κινούμενα.

因此,如果我们说“具有潜能的事物”要么是无条件能够毁灭的事物,要么是在某一方面[能够毁灭的事物],那么在永恒且无条件不灭的事物中,没有任何东西是在本性与实体能够毁灭这一意义上无条件处于潜能之中的。超宇宙的事物全都既非无条件地处于潜能之中,也非在某一方面处于潜能之中,但并没有什么妨碍做圆周运动的神圣天体在某一方面(例如在性质上或处所上)具有潜能:在性质上,是因为月亮在呈半月时能够变为满月;在处所上,是因为太阳处于双子座时能够变为处于金牛座。因此显而易见,无条件不灭的事物是处于现实之中而非处于潜能之中的。于是,无条件永恒的事物中没有任何东西处于潜能之中,出于必然的事物中也没有。因为如果具有潜能的事物既可能存在也可能不存在,而必然的事物始终处于同样的状态,那么必然的事物中没有任何东西会处于潜能之中。而“然而这些是第一位的”这一表述——他以“这些”指代永恒之物——相当于说“确实这些是第一位的”。它依附于上文;因为在说明了在第一位且不灭的事物中不存在潜在之物并论证了这一点之后,他添加了“然而这些是第一位的”,这就像是在说:“凡是第一位的事物,在它们之中就不存在潜在之物;但确实永恒之物是第一位的;因此在它们之中不存在潜在之物。”而关于永恒之物是第一位的这一命题的原因,他通过说“因为若它们不存在,则不会有任何事物存在”而补充说明了。因为若永恒之物不存在,则非永恒之物中没有任何事物会存在。不仅在永恒实体中不存在潜在之物,而且即便存在某种永恒的运动,或者存在某种永恒被推动的事物,它也没有不存在的潜能,而仅仅具有‘从何处到何处’的潜能。因为太阳正如刚才所说,从白羊座运行到金牛座,而并没有什么妨碍它本身虽是永恒的,却具有这一潜能,我指的是从何处到何处运动的潜能。并且由于不具有无条件的潜能,而仅具有‘从何处到何处’的潜能,太阳和月亮始终处于活动之中,不必像恩培多克勒及其随从者所认为的那样,担忧它有一天会停下来。因为太阳和天宇在运动时并不疲劳。因为对它们而言,运动并不关涉矛盾对立的潜能;因为它们并非像可毁灭之物那样,能够运动就也能不运动;因为后者的运动是伴随辛劳的,而天宇和太阳的连续运动则绝非如此。因为实体作为质料与潜能而非现实,乃是此事的根据,也就是说,质料性实体即质料乃是此事的根据,我指的是疲劳以及具有矛盾对立之潜能。而做圆周运动的神圣天体不具有能接纳相反两者的质料,因此在运动时也不疲劳。

语法注3 条
  1. 9.17ὡς δύνασθαι τὴν φύσιν αὐτοῦ καὶ τὴν οὐσίαν φθαρῆναι

    ὡς接不定式的结构(表示结果或限定性说明)。承接前文的ἁπλῶς(无条件地),具体限定了潜能的含义:“在本性与实体能够毁灭这一意义上/程度上[无条件处于潜能之中]”。

  2. 9.17οὐ μόνον δὲ ἐν ταῖς ἀϊδίοις οὐσίαις τὸ δυνάμει οὐκ ἔστιν, ἀλλ’ οὐδὲ εἴ τις ἔστιν ἀΐδιος κίνησις, οὐδ’ εἴ τι κινούμενον ἀΐδιον, δύναμιν ἔχει τοῦ μὴ εἶναι

    在主句结构中,ἀλλ’ οὐδέ之后插入了两个条件分句(εἴ τις... οὐδ' εἴ τι...)。主动词δύναμιν ἔχει在语法和逻辑上顺应条件分句中提出的主语(特别是εἴ τι κινούμενον ἀΐδιον),意指任何永恒的运动或永恒被推动的事物都不具备“不存在的潜能”。

  3. 9.17τὸ δὲ καίτοι ταῦτα πρῶτα, λέγων ταῦτα τὰ ἀΐδια, ἴσον τῷ ἀλλὰ μὴν ταῦτα πρῶτα εἴρηται

    主语为带冠词的引用短语τὸ καίτοι ταῦτα πρῶτα,谓语动词εἴρηται带有补足语ἴσον τῷ...(“作为与……等同之物而被表述”)。插入的分词短语λέγων ταῦτα τὰ ἀΐδια以亚里士多德为逻辑主语,意为“以‘这些’指代永恒之物”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:592.7-592.40