← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§591.10-592.7

现实在永恒实体中更为本真尊贵的在先性

针对亚里士多德《形而上学》1050b6关于现实也在更本真、更尊贵的意义上在先的主张,亚历山大借助论题式的推论阐明:永恒实体中全无潜能而唯有现实,且一切潜能都涵涉矛盾双方因而具有可毁灭性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9.17#1

" Ἀλλὰ μὴν καὶ κυριωτέρως· τὰ μὲν γὰρ ἀΐδια πρότερα τῇ οὐσίᾳ τῶν φθαρτῶν." Δείξας ὅτι ἡ ἐνέργεια δυνάμεως προτέρα ἐστὶ καὶ λόγῳ καὶ χρόνῳ καὶ οὐσίᾳ, νῦν δείκνυσιν ὡς οὐχ ἁπλῶς οὕτως ἐστὶ προτέρα ἀλλὰ καὶ κυριωτέρως ἤτοι τιμιωτέρως. ἡ δὲ δεῖξις πρόεισι διά τινος τῶν ἐν τοῖς Τόποις παραδιδομένων τόπων τόπου,1 λέγοντος ὅτι τὰ τοῖς κυριωτέροις καὶ κρείττοσιν ὑπάρχοντα κυριώτερά ἐστι καὶ κρείττονα. εἰ δὲ τοῦτο, εἴπερ ἐστὶν ἡ ἐνέργεια ἐν τοῖς ἀϊδίοις, ἡ δὲ δύναμις ἐν τοῖς μὴ ἀϊδίοις, κρείττω δὲ τὰ ἀΐδια καὶ κυριώτερα, κρείττων ἄρα καὶ ἡ ἐνέργεια ἐν τοῖς ἀϊδίοις οὖσα δυνάμεως οὔσης ἐν τοῖς μὴ ἀϊδίοις. τὰ μὲν οὖν ἀΐδια, φησί, τῶν φθαρτῶν πρότερα τῇ οὐσίᾳ, ἔστι δ’ οὐδὲν δυνάμει τῶν ἀϊδίων, ἀλλ’ ἐνέργειαι, ὡς ἐν τῷ Περὶ ἑρμηνείας εἴρηται· ὥστε εἴπερ εἰσὶν ἐνέργειαι τὰ ἀΐδια, κρείττων ἡ ἐνέργεια ἡ ἐν τοῖς κρείττοσιν οὖσα δυνάμεως. εἰπὼν δὲ ὅτι ἐν τοῖς ἀϊδίοις οὐκ ἔστι δύναμις, δείκνυσιν αὐτὸ λέγων λόγος δὲ καὶ αἰτία τοῦ μὴ εἶναι δύναμιν ἐν τοῖς ἀϊδίοις ἀλλ’ εἰσὶν ἐνέργειαι2 ὅδε· πᾶσα δύναμις τῆς ἀντιφάσεώς ἐστι. καὶ τοῦτο πᾶσιν ὡμολογημένον ἐστί. ὁ γὰρ ἔχων δύναμιν τοῦ ὑγιάζειν, ὁ αὐτὸς καὶ τοῦ μὴ ὑγιάζειν, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως. εἰ δὴ πᾶσα δύναμις τῆς ἀντιφάσεώς ἐστι, καὶ τὸ μὴ δυνατὸν ὑπάρχειν οὐκ ἂν ὑπάρξειεν οὐδενί, πᾶν δὲ τὸ δυνατὸν ἐνδέχεται μὴ ἐνεργεῖν (οὐ γὰρ ἀεὶ ὁ ὑγιάζειν δυνάμενος ὑγιάζει), δῆλον ὡς ἐνδέχεται καὶ εἶναι καὶ μὴ εἶναι. τὸ δὲ ἐνδεχόμενον μὴ εἶναι δύναται καὶ εἶναι καὶ μὴ εἶναι. τὸ δὲ δυνάμενον καὶ εἶναι καὶ μὴ εἶναι φθαρτόν ἐστιν ἢ ἁπλῶς, ὥσπερ τὸ ὕδωρ καὶ πάντα τὰ ἐν γενέσει (φθείρεται γὰρ τὸ ὕδωρ ἀέρος γινομένου καὶ οὗτος ὕδατος), ἢ οὐκ ἔστιν ἁπλῶς φθαρτόν, ἀλλὰ τοῦτο αὐτὸ ὃ λέγεται ἐνδέχεσθαι μὴ εἶναι ἢ κατὰ τόπον ἢ κατὰ ποσὸν ἢ κατὰ ποιόν. ὁ γὰρ ἥλιος ἁπλῶς μὲν φθαρτὸς οὐκ ἔστιν, ἐν αἰγοκέρωτι δὲ ὢν δύναται ἐν κριῷ γενέσθαι καὶ ἔστι κατά γε τοῦτο μὴ ὢν καὶ φθαρτός, ἀλλ’ οὐχ ἁπλῶς, ὡς εἴρηται, ἀλλὰ καθὸ δυνάμενος ἐν κριῷ εἶναι οὐκ ἔστιν. ἀλλὰ καὶ τὸ δίπηχυ φυτὸν δυνάμενον ἑξάπηχυ εἶναι φθαρτὸν λέγεται, οὐχ ἁπλῶς δὲ οὐδὲ τοῦτο, ἀλλὰ ὅτι ὃ δύναται τοῦτο οὐκ ἔστιν· τὸ γὰρ δυνάμενον εἶναι μήπω δὲ ὂν ἐφθαρμένον τρόπον τινά φαμεν. καὶ τὸ δυνάμενον λευκὸν εἶναι καὶ μὴ ὂν οὐχ ἁπλῶς ἐστι φθαρτὸν ἀλλὰ τῷ ποιῷ· ἁπλῶς δὲ φθαρτόν ἐστι τὸ κατὰ οὐσίαν δυνάμενον φθαρῆναι.

“然而确实也在更本真的意义上如此;因为永恒之物在实体上先于可毁灭之物。” 在表明了现实无论在定义上、时间上还是实体上都先于潜能之后,他现在指出,现实不仅是在这种单纯的意义上在先,而且是在更本真的意义上、即更尊贵的意义上在先。而这一论证是通过《论题篇》所传授的那些论题中的某个论题进行的,该论题说:属于更本真且更好之物的事物,本身也更本真且更好。如果是这样,既然现实存在于永恒之物中,而潜能存在于非永恒之物中,且永恒之物更好也更本真,那么存在于永恒之物中的现实因此也就优于存在于非永恒之物中的潜能。他说,因此永恒之物在实体上先于可毁灭之物,且在永恒之物中没有任何东西是潜在的,反而它们是现实,正如在《解释篇》中所说的那样;因此,如果永恒之物是现实,那么存在于更好之物中的现实就优于潜能。在说明了永恒之物中没有潜能之后,他指明了这一点,说:永恒之物中没有潜能、相反它们是现实的根据和原因如下:“每一种潜能都关涉矛盾对立。”而这是所有人所公认的。因为具有使人健康潜能的人,同一人也具有不使人健康的潜能,在其他情形中也是如此。因此,如果每一种潜能都关涉矛盾对立,且不可能存在的事物不会存在于任何事物中,而每一个具有潜能的事物都可能不活动(因为能使人健康的人并非总在使人健康),那么显然,它既可能存在也可能不存在。而可能不存在的事物,就能够存在也能够不存在。能够存在也能够不存在的事物,要么是无条件可毁灭的,正如水和生成中的一切事物一样(因为水在空气生成时毁灭,而后者在水生成时毁灭),要么不是无条件可毁灭的,而是就其在处所上、数量上或性质上被说成可能不存在的正是这一点而言〔是可毁灭的〕。因为太阳并非无条件可毁灭的,但在摩羯座时它能够变为在白羊座,至少就此而言它是非存在的且是可毁灭的,但如前所述并非无条件如此,而只是就其能够处于白羊座而现今并不处于而言。此外,能够长到六肘的两肘植物也被说成是可毁灭的,但这同样不是无条件如此,而是因为它所能够是的那个东西,它现今不是;因为能够存在而尚未存在的东西,我们在某种意义上说是毁灭了的。而能够是白的但现今不是白的事物,不是无条件可毁灭的,而是在性质上可毁灭的;而无条件可毁灭的事物,乃是在实体上能够毁灭的事物。

语法注2 条
  1. 9.17διά τινος τῶν ἐν τοῖς Τόποις παραδιδομένων τόπων τόπου

    短语 τῶν ... τόπων 为部分属格。不定代词 τινος 及其所修饰的名词 τόπου 受介词 διά 支配,并在其间夹置了该部分属格短语,构成了倒置(hyperbaton),意为“通过《论题篇》所传授的诸论题中的某个论题”。

  2. 9.17ἀλλ’ εἰσὶν ἐνέργειαι

    从句法上看,此处本应使用带宾格的不定词短语(如 ἀλλ’ [εἶναι] ἐνεργείας),以与前文带属格定冠词的不定词短语 τοῦ μὴ εἶναι δύναμιν(“不存在潜能”)形成并列对称;然而句式在此转向了直陈语气独立从句的形式(ἀλλ’ εἰσὶν ἐνέργειαι),构成了破格语法(anacoluthon)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:591.10-592.7