← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§590.19-591.9

现实在制成品与施动者之中的所在

针对亚里士多德在1050a30区分现实是存在于被制成物还是存在于施动者之中的论述,亚历山大借助建筑术和视力的例子论证了形式即是现实,并总结了现实在实体上和时间上(直至永恒运动者)皆优先于潜能的结论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9.16

" Ὅσων μὲν οὖν ἕτερόν τί ἐστι παρὰ τὴν χρῆσιν τὸ γινόμενον, τούτων μὲν ἡ ἐνέργεια ἐν τῷ ποιουμένῳ ἐστί." Δείξας ὅτι καὶ ὧν μὴ ἔστι τι τέλος παρὰ τὴν χρῆσιν, καὶ τούτων τὰ τέλη καὶ αἱ ἐνέργειαι μᾶλλόν εἰσι τῶν δυνάμεων καὶ κρείττω, νῦν λέγει καὶ τίνων μὲν αἱ ἐνέργειαι ἐν τῷ ποιουμένῳ εἰσί, τίνων δὲ ἐν τῷ ποιοῦντι, καί φησιν ὅτι ἐπειδὴ ἅμα τῷ οἰκοδομουμένῳ καὶ ὑφαινομένῳ ἡ οἰκοδόμησις καὶ ἡ ὕφανσίς ἐστι, φανερὸν ὅτι ἐν αὐτοῖς ἐστιν ἡ οἰκοδόμησις καὶ ἡ ὕφανσις. εἰ γὰρ ἐν τῷ οἰκοδομοῦντι ἦν ἡ οἰκοδόμησις ἀλλὰ μὴ ἐν τῷ οἰκοδομουμένῳ, ἦν ἂν ἡ οἰκοδόμησις μὴ ὄντος τοῦ οἰκοδομουμένου· τοῦτο δὲ ἀδύνατον· ἐν ἄρα τῷ οἰκοδομουμένῳ ἐστὶν ἡ οἰκοδόμησις καὶ τῷ ὑφαινομένῳ ἡ ὕφανσις. ὥστε καὶ ἐντεῦθεν δῆλον ὅτι ἐπειδὴ ἡ οἰκοδόμησις ἐν τῷ οἰκοδομουμένῳ ἐστί, κρεῖττον δ’ ἐστὶ τῆς οἰκοδομικῆς τὸ οἰκοδομούμενον, κρείττων ἄρα καὶ ἡ οἰκοδόμησις τῆς οἰκοδομικῆς, καὶ ἡ ὅρασις τῆς ὄψεως. ὅσων μὲν οὖν ἔστι τι παρὰ τὴν χρῆσιν, τούτων ἡ ἐνέργεια ἐν τῷ ποιουμένῳ ἐστίν. ὅσων δὲ μὴ ἔστι παρὰ τὴν ἐνέργειαν ἄλλο τι, ἐν αὐτοῖς ἐστιν ἡ ἐνέργεια· ἡ γὰρ ὅρασις ἐν τῷ ὁρῶντι ἀλλ’ οὐκ ἐν τῷ ὁρωμένῳ, καὶ ἡ ζωὴ ἐν τῇ ψυχῇ· ἐνέργεια γὰρ ψυχῆς ἡ ζωὴ ὡς ὅρασις ὄψεως. διὸ καὶ ἡ εὐδαιμονία ἐν τῇ ψυχῇ ἐστι· ζωὴ γὰρ ποιά τίς ἐστιν. ὥστε ἐκ πάντων τῶν λεχθέντων ἐκδηλότατόν ἐστιν, ὅτι ἡ οὐσία καὶ τὸ εἶδος ἐνέργειά ἐστιν. εἰ γὰρ τότε λέγομεν ἐνεργῆσαι τὸν εὐδαίμονα, ὅταν τὸ εἶδος τῆς εὐδαιμονίας, αὐτήν φημι τὴν εὐδαιμονίαν, ἀπολάβῃ μακαρίως, καὶ τὸ καταμήνιον τὸ τοῦ ἀνθρώπου,1 τί χρὴ ἄλλο τι μαντεύεσθαι ἢ ὅτι τὸ εἶδός ἐστιν ἡ ἐνέργεια; καὶ συμπεραίνεται τὸν σύμπαντα λόγον λέγων κατά τε δὴ τοῦτον τὸν λόγον φανερὸν ὅτι πρότερον τῇ οὐσίᾳ ἡ ἐνέργεια δυνάμεως· καὶ ὥσπερ εἴρηται, τοῦ χρόνου ἀεὶ προλαμβάνει ἡ ἐνέργεια ἑτέρα πρὸ ἑτέρας. ἐνεργείᾳ γὰρ ὄντος τοῦ Σωκράτους πρὸ αὐτοῦ ἦν ἐνεργείᾳ ὁ Σωφρονίσκος· καὶ ἀεὶ οὕτως ἕως τῆς τοῦ ἀεὶ κινοῦντος·2 ἐκείνης γὰρ τῆς ἐνεργείας οὐ προηγεῖται ἐνέργεια, ἀλλὰ πρώτη πάντων καὶ αἰτία τοῦ εἶναί ἐστιν.

“因此,在凡是生成之物是在使用之外别有他物的事例中,这些事物的现实是在被制成物之中。” 在表明了即使在那些于使用之外没有目的的事物中,它们的目的和现实也更是目的且优于潜能之后,他现在进而说明哪些事物的现实是在被制成物之中,哪些事物的现实是在制作者之中;他说,既然建筑活动和织布活动与被建筑之物和被织造之物同时存在,显然建筑活动和织布活动就在它们之中。因为如果建筑活动是在建筑者之中而非在被建筑之物之中,那么在被建筑之物不存在时,建筑活动也就会存在;但这是不可能的;因此建筑活动是在被建筑之物之中,织布活动是在被织造之物之中。因此由此也清楚可见,既然建筑活动是在被建筑之物之中,而被建筑之物优于建筑术,那么建筑活动也就优于建筑术,看见也就优于视力。因此,凡是在使用之外别有他物的事物,它们的现实是在被制成物之中。但凡是在现实之外别无他物的事物,现实就在它们自身之中;因为看见是在观看者之中而非在被看见之物之中,生命是在灵魂之中;因为正如看见是视力的现实,生命是灵魂的现实。所以幸福也在灵魂之中;因为幸福是某种生命。因此从所说的一切中极明显可见,实体和形式就是现实。因为如果我们说幸福者在以受福的方式获得幸福的形式——我是指幸福本身——时是在活动,而经血在获得人的形式时也是在活动,那么除了形式就是现实之外,人们还能推测什么呢?他通过如下的话总结了整个论证:“因此按照这个论证,显然现实在实体上先于潜能;并且如前所述,在时间上总是一个现实在另一个现实之前先行存在。”因为当苏格拉底现实地存在时,在他之前索弗洛尼斯科斯现实地存在;并且总是如此类推,直至永恒运动者的现实;因为在那一现实之前没有任何现实在先,相反它是万物之首,也是存在的原因。

语法注2 条
  1. 9.16καὶ τὸ καταμήνιον τὸ τοῦ ἀνθρώπου

    承接 ὅταν 从句中动词 ἀπολάβῃ 的省略结构。与前文 ὅταν τὸ εἶδος τῆς εὐδαιμονίας... ἀπολάβῃ 构成并列,主语为 τὸ καταμήνιον(经血/质料),宾语则是冠词 τὸ 所承接的省略形式 τὸ [εἶδος] τοῦ ἀνθρώπου(人的形式),意为“当经血获得人的形式时”。

  2. 9.16ἕως τῆς τοῦ ἀεὶ κινοῦντος

    介词 ἕως 后阴性单数属格冠词 τῆς 所修饰的名词 ἐνεργείας 之省略。意为“直至永恒运动者的[现实]”,指代上下文中所讨论的个体现实序列(苏格拉底、索弗洛尼斯科斯)的最终端项。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:590.19-591.9