- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:589.7-590.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大在注释《形而上学》1050a23时,澄清了状态(第一现实)与活动(第二现实)的双重性质,并通过与建筑术的类比,阐明了在目的仅为使用自身的活动中,现实同样优先于潜能并作为真正的目的而存在。
" Ἐπεὶ δὲ τῶν μὲν ἔσχατον ἡ χρῆσις, οἷον ὄψεως ἡ ὅρασις." Πρὸ τῆς τῶν λεγομένων σαφηνείας ἀνάγκη ἐστὶν ὑπομνησθῆναι ἡμᾶς τινων, ἵν’ ἐκ τούτων εὐπαρακολούθητοι τοῖς ὑπ’ αὐτοῦ λεγομένοις γενώμεθα. ἰστέον δὲ ὅτι ἡ ὄψις, καθ’ ἣν ὁρῶμεν, καὶ δύναμίς ἐστι καὶ ἐνέργεια, δύναμις μὲν ὡς πρὸς τὴν ὅρασιν (ἡ γὰρ ὄψις δύναμίς ἐστι καθ’ ἣν ὁρᾶν δυνάμεθα, ἐνέργεια δὲ ἡ ὅρασις), ἐστὶ μὲν δὴ ὡς πρὸς τὴν ὅρασιν δύναμις, ὡς πρὸς δὲ τὸ μὴ ὄψιν ἔχον, δυνάμενον δὲ λαβεῖν, ἐστὶν ἐνέργεια καὶ ἕξις. ἐπειδὴ γὰρ τὸν μὴ ἔχοντα ὄψιν καὶ δυνάμενον σχεῖν φαμεν δύνασθαι ὄψιν ἔχειν, ὅταν δὲ ἕξει, οὐ φαμεν δύνασθαι ὄψιν ἔχειν, φανερὸν ὡς ἡ ὄψις ἐνέργειά ἐστιν. ἀλλὰ καὶ ἡ οἰκοδομικὴ καὶ ἐνέργειά ἐστι καὶ δύναμις, δύναμις μὲν πρὸς τὴν οἰκοδόμησιν, ἐνέργεια δὲ πρὸς τὴν στέρησιν ἣν ὁ οἰκοδόμος εἶχε πρὸ τοῦ τὴν οἰκοδομικὴν ἐσχηκέναι· ἐκ γὰρ τοῦ δυνάμει οἰκοδόμου γέγονεν ἐνεργείᾳ οἰκοδόμος. οὐ μόνον δ’ οὕτω περὶ τῶν ἕξεων λέγεται, ἀλλὰ καὶ περὶ αὐτῶν τῶν ἐχόντων ταύτας· ὁ γὰρ γεωμέτρης ὁ μὴ ἐνεργῶν πρὸς τὸν ἐνεργοῦντα δυνάμει ἐστὶ γεωμέτρης, πρὸς δὲ τὸ παιδίον τὸ δυνάμενον γενέσθαι γεωμετρικὸν ἐνεργείᾳ. ἀλλὰ περὶ μὲν τούτων πάνυ πλατύτερόν μοι ἐν τῇ Περὶ ψυχῆς εἴρηται, καὶ νῦν ἕνεκα τῶν λεγομένων μετρίως ὑπέμνησται. ὁ δ’ Ἀριστοτέλης διὰ τῶν προκειμένων τόδε φησίν· ἐπειδὴ τῶν μὲν ἔσχατον καὶ τέλος ἐστὶν αὐτὴ ἡ χρῆσις, λέγων χρῆσιν τὴν ἐνέργειαν, καὶ οὐδὲν γίνεται παρὰ τὴν ἐνέργειαν ἕτερόν τι (ὄψεως γὰρ χρῆσις καὶ ἐνέργεια τὸ ὁρᾶν ἐστι καὶ οὐδὲν ἕτερον γίνεται παρὰ τὴν ὅρασιν οὐδὲ παρὰ τὴν ὄρχησιν), ἐπ’ ἐνίων δὲ γίνεται (οἰκοδομικῆς γὰρ χρῆσις καὶ ἐνέργεια ἡ οἰκοδόμησις, ἀλλὰ καὶ γίνεται ἕτερόν τι παρὰ τὴν οἰκοδομικὴν ἡ οἰκία)· ἐπειδὴ οὖν, φησί, ταῦτα οὕτως ἔχει, οὐδὲν ἧττον καὶ ἐπὶ τούτων ὧν μηδέν ἐστι παρὰ τὴν ἐνέργειαν, ἔστι τι τέλος, ἀλλ’ ὥσπερ ἔστι τέλος ὧν ἔστι τι παρὰ τὴν ἐνέργειαν, οὕτως ἔστι τέλος καὶ τῶν μὴ ὧν ἔστι τι παρὰ τὴν χρῆσιν.1 ἔστι μὲν οὖν, φησί, καὶ ἔνθα οἷον ἐπὶ τῆς οἰκοδομικῆς τέλος, ἀλλ’ ἔνθα οἷον ἐπὶ τῆς ὄψεως μᾶλλον τέλος τῆς δυνάμεώς ἐστι, δύναμιν λέγων τὴν ὀπτικὴν δύναμιν, αὐτήν φημι τὴν ὄψιν, τέλος δὲ καὶ ἐνέργειαν τὴν ὅρασιν. ὅπως δὲ ταῦτα λέγεται, εἴρηται προσεχῶς. καὶ ἔστιν ἴσον τὸ ἔνθα δὲ μᾶλλον τέλος τῆς δυ νάμεώς ἐστιν τῷ ἔστι μὲν καὶ ἡ ὄψις τέλος, ἀλλὰ μᾶλλον τέλος ἐστὶν ἡ ὅρασις τῆς δυνάμεως, τουτέστι τῆς ὄψεως. πῶς δὲ μᾶλλον τέλος ἐστὶν ἡ ὅρασις τῆς ὄψεως δείκνυσιν ἐξ ἀναλογίας τῆς οἰκοδομικῆς, λέγων ἡ γὰρ οἰκοδόμησις ἐν τῷ οἰκοδομουμένῳ, καὶ ἅμα γίνεται καὶ ἔστι τῇ οἰκίᾳ, δυνάμει λέγων, ὡς ἡ οἰκοδόμησις πρὸς τὴν οἰκοδομικήν, ἡ ὅρασις πρὸς τὴν ὄψιν. ἀλλὰ μὴν ἡ οἰκοδόμησις μᾶλλον τέλος τῆς οἰκοδομικῆς, καὶ ἡ ὅρασις ἄρα τῆς ὄψεως. καὶ ἔστι τῆς προσλήψεως τῆς ‘ἀλλὰ μὴν ἡ οἰκοδόμησις μᾶλλόν ἐστι τέλος τῆς οἰκοδομικῆς’ κατασκευὴ τὸ ἡ γὰρ οἰκοδόμησις ἐν τῷ οἰκοδομουμένῳ καὶ ἅμα γίνεται καὶ ἔστι τῇ οἰκίᾳ.2 ἐπειδὴ γὰρ ἔργον τῆς οἰκοδομήσεως ἡ οἰκία ἐστίν, ἅμα δὲ τῷ γίνεσθαι τὴν οἰκίαν γίνεται καὶ ἡ οἰκοδόμησις καὶ ἔστι (καὶ γὰρ μὴ γινομένης οἰκίας οὐδὲ οἰκοδόμησις γίνεται, καὶ ἔμπαλιν μὴ οἰκοδομήσεως οὐδὲ οἰκία), εἰ δὴ τὸ ἔργον κρεῖττόν ἐστι τῶν δυνάμεων (διὰ γὰρ τὸ ἔργον καὶ τὴν δύναμιν ἔχομεν· ἅμα γὰρ τῷ ἔργῳ ἔστι καὶ ἡ ἐνέργεια· ἡ δὲ δύναμις οἷον ἡ οἰκοδομικὴ καὶ οἰκίας μὴ γινομένης ἔστι), φανερὸν ὡς ἡ ἐνέργεια δυνάμεως προτέρα καὶ μᾶλλον τέλος· εἰ δὲ τοῦτο, καὶ ἡ ὅρασις τῆς ὄψεως. εἴρηται γὰρ ὡς ἡ οἰκοδόμησις πρὸς τὴν οἰκοδομικὴν ἡ ὅρασις πρὸς τὴν ὄψιν.
“既然对某些事物而言,终极之物就是使用,正如对视力而言是看见。” 在阐明所言之事以前,我们有必要先回忆起某些要点,以便从这些要点出发,使我们能够容易跟从他所说的话。应当知道,据以看见的视力,既是一种潜能也是一种现实:一方面相对于看见而言是潜能(因为视力是据以使我们能够看见的潜能,而看见则是现实);固然相对于看见而言它是潜能,但相对于不具有视力却能够接受视力的事物而言,它则是现实和状态。因为既然我们说不具有视力而能够拥有的人是“能够拥有视力”,但当他拥有时,我们就不说他是“能够拥有视力”,可见视力是一种现实。但建筑术也既是现实又是潜能:相对于建筑活动而言是潜能,相对于建筑匠在拥有建筑术之前所处的缺失而言则是现实;因为他从潜能上的建筑匠变成了现实中的建筑匠。不仅对于状态是这样说,而且对于拥有状态者本身也是这样说;因为不活动的几何学家,相对于处于活动中的人而言是潜能上的几何学家,但相对于能够成为几何学家的孩童而言则是现实中的几何学家。不过关于这些问题,我在《论灵魂》中已有十分详尽的论述,现在为了所讨论的事情只是作了适度的重申。 亚里士多德通过摆在眼前的文句说了如下的话:既然对某些事物而言,终极之物和目的就是使用本身——他把现实称为使用——并且在现实之外并没有生成任何别的东西(因为视力的使用和现实就是看见,而在看见之外没有生成任何别的东西,在跳舞之外也没有),但在某些事物中却生成了别的东西(因为建筑术的使用和现实是建筑活动,但在建筑术之外还生成了别的东西,即房屋);他说,既然这些情况是这样,那么即便在这些于现实之外无物存在的事物中,同样存在着某种目的,正如在那些于现实之外有物存在的事物中存在着目的那样,在那些于使用之外没有任何东西存在的事物中也同样存在着目的。因此他说,在建筑术这类情形中固然存在目的,但在视力这类情形中,更是潜能的目的;他称潜能是指视觉潜能,我是指视力本身,而称目的和现实是指看见。这些是如何说的,刚才已经说明过了。而“在另一种情形下则更是潜能的目的”,等同于“视力固然也是目的,但看见对于潜能即视力而言,更是目的”。至于看见如何更是视力的目的,他通过建筑术的类比来展示,说“因为建筑活动存在于被建筑之物中,并与房屋同时生成和存在”,他暗中表达的是:正如建筑活动相对于建筑术,看见也相对于视力。“然而建筑活动更是建筑术的目的,因而看见也是视力的目的”。而对“然而建筑活动更是建筑术的目的”这一附加前提的论证,就是“因为建筑活动存在于被建筑之物中,并与房屋同时生成和存在”。因为既然建筑活动的工作成效是房屋,而在房屋生成的同时建筑活动也生成并存在(因为房屋不生成时建筑活动也不生成,反之没有建筑活动也就没有房屋),那么如果工作成效优于诸潜能(因为我们是为了工作成效才拥有潜能的;与工作成效同在的还有现实,而潜能如建筑术即使在房屋不生成时也存在),显然现实先于潜能并且更是目的;如果这一点成立,看见相对于视力也是如此。因为已经说过,正如建筑活动相对于建筑术,看见也相对于视力。
- 9.15τῶν μὴ ὧν ἔστι τι παρὰ τὴν χρῆσιν
此处为省略了关系从句先行词且否定词 μή 前置的紧缩结构。句法上等同于 τῶν πραγμάτων ὧν μήτι ἔστι παρὰ τὴν χρῆσιν(“[那些]在使用之外没有任何东西存在的事物[的目的]”),介词短语 παρὰ τὴν χρῆσιν 表示“超出/在使用之外”。
- 9.15καὶ ἔστι τῆς προσλήψεως τῆς ‘ἀλλὰ μὴν ἡ οἰκοδόμησις μᾶλλόν ἐστι τέλος τῆς οἰκοδομικῆς’ κατασκευὴ τὸ ἡ γὰρ οἰκοδόμησις ἐν τῷ οἰκοδομουμένῳ καὶ ἅμα γίνεται καὶ ἔστι τῇ οἰκίᾳ
该句核心为主系表结构:ἔστι ... κατασκευὴ τὸ [从句](“[所引文句]是对……的论证/确立”)。属格 τῆς προσλήψεως(“附加前提/小前提的”)作为宾格性属格依附于 κατασκευή(“证明/立论”),引号内的命题以同格方式指明该小前提的内容。全句主语是由中性定冠词 τὸ 引导的亚里士多德原文引句。
