- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:58.1-59.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大注解了亚里士多德借助技艺和动物生殖等可感世界的经验对柏拉图将众多性归于质料而非形式的批评(988a1–7),并探讨了柏拉图所用的两种原因以及阿斯帕西奥斯所记载的抄本异文。
" Καίτοι συμβαίνει γ’ ἐναντίως· οὐ γὰρ εὔλογον οὕτω." Εἰπὼν ὡς ὕλην ἀρχὴν εἶναι κατὰ Πλάτωνα τὴν ἀόριστον δυάδα, καὶ ἔτι ὅτι ἡ δυὰς αὐτῷ ἀρχὴ ὑλικὴ δοκεῖ, προσθεὶς ὅτι γὰρ ἄπειρος τῇ αὑτῆς φύσει καὶ γεννητικὴ πλήθους, αἰτιᾶται τῆς δόξης τοῦτο1 ὡς μὴ τοῖς φαινομένοις τε καὶ γινομένοις ὁμολογουμένως λεγόμενον. οἱ μὲν γὰρ τὴν δυάδα ὡς ὕλην ἀρχὴν τιθέμενοι πολλῶν αὐτὴν ποιοῦσι γεννητικήν· αὕτη γὰρ αὐτοῖς ἡ αὐτὴ λαμβανομένη τοῦ πλήθους καὶ τῶν ἀρτίων ἀριθμῶν πάντων γεννητική, τοὺς μὲν συντιθεῖσά τε καὶ οὕτως γεννῶσα, τοὺς δὲ διαιροῦσα δίχα· ἡ δὲ κατὰ τὸ εἶδος αὐτοῖς ἀρχὴ ἑνοποιός ἐστι τῷ ἕν τι εἶναι πᾶν τὸ εἶδος πεπερασμένον τε καὶ ὡρισμένον κατὰ τὸ εἶναι. καὶ γὰρ τῶν ἀριθμῶν ἕκαστος ἕν τι· ἑνοποιὸν μὲν γάρ τι τὸ ἓν αὐτό, διχοποιὸς δὲ ἡ ἀόριστος δυάς. οὐ μὴν οὕτως ἐπὶ τῶν γινομένων ἔχει, ἃ ἐκείνοις ὡμοίωται καὶ πρὸς ἐκεῖνα τὸ εἶναι ἔχει, ἀλλ’ ἔμπαλιν· ἡ μὲν γὰρ ὕλη ἡ μία κατ’ ἀριθμὸν ἑνός τινος εἴδους ἐστὶ δεκτική τε καὶ γεννητική· οὐ γὰρ οἷόν τε ἐπὶ τῇ αὐτῇ ὕλῃ κατὰ τὸν ἀριθμὸν ἅμα εἴδη πλείω εἶναι, ὡς εἶναι τὸ αὐτὸ ξύλον καὶ κλίνην καὶ τράπεζαν καὶ βάθρον, ἀλλ’ ἡ μία ὕλη ἕν τι εἶδος ἐνεργείᾳ μόνον ἔχει. τὸ μέντοι εἶδος ἓν ὂν τῷ ἀριθμῷ πλείονα εἴδη ποιεῖ· ἡ γὰρ τέχνη εἶδός τι ἓν οὖσα καὶ ὁ τεχνίτης τις εἷς ὢν κατ’ ἀριθμὸν πλειόνων ἐστὶ καὶ διαφερόντων ποιητικός· ἡ γοῦν τεκτονικὴ καὶ ὁ ἔχων αὐτὴν καὶ κλίνην ποιεῖ καὶ βάθρον καὶ τράπεζαν, ὁ αὐτὸς καὶ εἷς ὢν κατὰ ἀριθμόν. ὁμοίως δὲ ἔχει τοῦτο καὶ ἐπὶ τοῦ ἄρρενος καὶ θήλεος, ὧν τὸ μὲν θῆλυ ὕλην παρέχον τῷ γινομένῳ ὑπὸ μιᾶς πληροῦται ὀχείας, τὸ δὲ ἄρρεν πολλὰ θήλεα πληροῖ.
“然而事情的发生恰恰相反;因为这样并不合乎情理。” 在指出按照柏拉图的看法,不定二元是作为质料的始基,并且进一步指出二元在他看来是质料性始基,接着又补充说这是因为按其自身本性而言它是无限的且能产生众多之后,他[亚里士多德]谴责了这一观点的这一点,即它并非与现象界和生成的事物相一致地被表述。因为那些把二元设立为质料性始基的人,使它成为许多事物的产生者;因为对他们来说,这同一的[二元]被把握时,乃是众多以及一切偶数的产生者,它将一些数结合从而如此生成,而将另一些数二分;而对他们来说,依照形式的始基则是使之统一的,因为每一个形式都是某种单一之物,并且就存在而言是有限且被规定的。事实上,诸数中的每一个也是某种单一之物;因为一本身是某种使之统一者,而不定二元则是分二者。然而在生成之物那里情况并非如此——这些生成之物被比拟于那些[始基]并且相对于它们而拥有存在——相反:因为在数目上一的质料,只是某一单一形式的接受者和产生者;因为在数目同一的质料上不可能同时存在多个形式,以至于同一块木料既是床又是桌子又是凳子,相反,单一的质料在现实中仅具有单一的形式。然而形式在数目上虽是一,却造就更多的形式;因为技艺作为某种单一的形式,工匠作为数目上的单一者,乃是多个且不同之物的创造者;至少木工技艺以及掌握它的人,在数目上作为同一个且为一的人,既造床,又造凳子,还造桌子。这在雌雄之间也是同样的:其中雌性为生成之物提供质料,因一次交配而受孕,而雄性则使许多雌性受孕。
"Πλάτων μὲν οὖν περὶ τῶν ζητουμένων οὕτως διώρισε." Ὑφ’ ἡμῶν δὲ ζητοῦνται αἱ ἀρχαὶ καὶ τὰ αἴτια τῶν ὄντων. περὶ μὲν οὖν τῶν ἀρχῶν ταῦτα εἴρηται Πλάτωνι. φανερὸν δὲ ἐκ τῶν εἰρημένων ὅτι δυοῖν αἰτίαιν ἐστὶ μόνον κεχρημένος. τῶν τεσσάρων αἰτίων ὧν ἐξέθετο οὗτος τοῖς δύο φησὶ κεχρῆσθαι Πλάτωνα, τῇ τε ὑλικῇ καὶ τῇ κατὰ τὸ εἶδος· τὰ γὰρ εἴδη καὶ αἱ ἰδέαι αὐτῷ τοῦ εἴδους εἰσὶ παρεκτικαὶ αἰτίαι, ὥσπερ οὖν καὶ αὐτοῖς πάλιν τοῖς εἴδεσι καὶ ταῖς ἰδέαις τὸ ἓν αἴτιον τοῦ εἴδους· ἡ γὰρ δυὰς ὕλης ἐν αὐτοῖς ἐπέχει λόγον. φέρεται ἔν τισι γραφὴ τοιαύτη “τὰ γὰρ εἴδη τοῦ τί ἐστιν αἴτια τοῖς ἄλλοις, τοῖς δὲ εἰδόσι τὸ ἓν καὶ τῇ ὕλῃ”. καὶ εἴη ἂν δι’ αὐτῆς λεγόμενον ἔτι τοῖς οὐκ εἰδόσι τὴν Πλάτωνος δόξαν τὴν περὶ τῶν ἀρχῶν ὅτι τὸ ἓν καὶ ἡ ὑποκειμένη ὕλη ἀρχαὶ καὶ ὅτι τὸ ἓν καὶ τῇ ἰδέᾳ αἴτιον τοῦ τί ἐστιν. ἀμείνων μέντοι ἡ πρώτη γραφὴ ἡ δηλοῦσα ὅτι τὰ μὲν εἴδη τοῖς ἄλλοις τοῦ τί ἐστιν αἴτιον, τοῖς δὲ εἴδεσι τὸ ἕν. ἱστορεῖ δὲ Ἀσπάσιος ὡς ἐκείνης μὲν ἀρχαιοτέρας οὔσης τῆς γραφῆς, μεταγραφείσης δὲ ταύτης ὕστερον2 ὑπὸ Εὐδώρου καὶ Εὐαρμόστου.
“于是,柏拉图关于所探求的事物作了如此规定。” 而由我们所探求的,乃是存在之物的始基与原因。于是关于诸始基,柏拉图说了这些。而从所说的话中显而易见的是,他仅使用了两种原因。在他[亚里士多德]所阐述的四种原因中,他说柏拉图使用了两种,即质料原因与形式的原因;因为对他[柏拉图]而言,形式与相是提供形式的原因,正如对于形式与相自身而言,一反过来又是形式的原因一样;因为在它们之中二元充当着质料的作用。在某些抄本中流传着这样的异文:“因为形式对于其他事物是‘是什么’的原因,而对于知者[或形式]以及对于质料,一则是[原因]”。并且借由这一异文,对于那些不知晓柏拉图关于始基学说的人来说,它进一步表达的就会是:一与底层的质料是始基,并且一对于相而言也是‘是什么’的原因。然而第一种读法更好,它表明形式对于其他事物是‘是什么’的原因,而一对于形式是[原因]。而阿斯帕西奥斯记载道,那种读法虽然更为古老,但这种则是后来被欧多洛与欧阿尔莫斯托改写的。
- 1.55αἰτιᾶται τῆς δόξης τοῦτο
动词 αἰτιάομαι 在此搭配表示受谴责具体内容的指示代词宾格 τοῦτο(“这一点”),以及表示范围或论题的属格 τῆς δόξης(“在该观点中”),并通过后面的 ὡς + 分词短语(ὡς μὴ ... λεγόμενον)进一步阐明责难的依据。
- 1.56ὡς ἐκείνης μὲν ἀρχαιοτέρας οὔσης τῆς γραφῆς, μεταγραφείσης δὲ ταύτης ὕστερον
在 ἱστορεῖ 之后,ὡς 引导了两个由 μέν ... δέ 相对比的独立属格结构(ἐκείνης ... οὔσης 与 μεταγραφείσης ... ταύτης),用以表达转述的报道内容。指示代词的对照中,ἐκείνης 指代前文提及的原初读法(ἡ πρώτη γραφή),而 ταύτης 则指代就近讨论的修改后的异文。
