← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§586.9-586.39

关于学习与现实的智者派反驳之消解

亚历山大提出了由“通过实际活动来学习”所引发的智者派反驳(即“无知识者能否产生知识”),并援引《自然哲学》中关于运动的学说(凡被运动者此前都已被部分地运动过),论证学习者早已部分地拥有现实,从而解决了这一诡辩。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9.13#2

εἰ δὲ πᾶν τὸ γινόμενον τὶ γίνεται καὶ ὑπό τινος πρώτου κινοῦντος, ἀδύνατόν ἐστιν οἰκοδόμον εἶναι μὴ οἰκοδομήσαντα μηδὲν1 ἢ κιθαριστὴν μὴ κιθαρίσαντα· ὁ γὰρ μανθάνων κιθαρίζειν κιθαρίζων μανθάνει κιθαρίζειν. ἐξ οὗ, λέγω δὴ ἐκ τοῦ πᾶν τὸ γινόμενον ἐκ κινοῦντος πρώτου καὶ ἐνεργείᾳ ὄντος γίνεσθαι, οἱ σοφιστικοὶ ἔλεγχοι ἐγίνοντο. ἠρώτων γὰρ οἱ σοφισταί, μᾶλλον δὲ καὶ νῦν ἐρωτῶσιν, ἆρά γε ὁ μὴ ἔχων ἐπιστήμην τινὸς ποιήσει τὴν ἐπιστήμην; καὶ τὸ μὲν πρότερον σημαινόμενον τῆς ἐπιστήμης ἐλάμβανον ἐπ’ αὐτῆς τῆς ἐν τῇ ψυχῇ ἕξεως, τὸ δὲ ‘ποιήσει τὴν ἐπιστήμην’ ἐπιστήμην ἐνταῦθα τὸ ἐπιστητὸν λέγοντες τὸ κατὰ τὴν ἐπιστήμην λεγόμενον. κοινότερον δὲ νῦν καὶ τὰς τέχνας ἐπιστήμας εἴρηκεν. ἠρώτων οὖν οὕτως, καὶ ἀπεκρίναντο οἱ προσδιαλεγόμενοι ὅτι οὐ ποιήσει· ὁ γὰρ μὴ ἔχων τὴν τοῦ ποιεῖν ἀνδριάντα ἐπιστήμην οὐκ ἂν ποιήσειεν ἀνδριάντα. οὕτω δὴ τὸν λόγον ἐρωτῶντες οἱ σοφισταὶ καὶ λαμβάνοντες παρὰ τῶν προσδιαλεγομένων ὅτι οὐ ποιήσει τὸ τῆς ἐπιστήμης ὁ μὴ ἔχων τὴν ἐπιστήμην, ἐπῆγον ὅτι ὁ μανθάνων κιθαρίζειν μὴ ἔχων τὴν τοῦ κιθαρίζειν ἐπιστήμην κιθαρίζει· εἰ γὰρ εἶχεν, οὐκ ἂν ἐμάνθανεν· ὁ ἄρα μὴ ἔχων τινὸς ἐπιστήμην καὶ ποιήσει καὶ οὐ ποιήσει τὸ τῆς ἐπιστήμης· ὅπερ ἄτοπον. καὶ λύει τὸ σόφισμα λέγων ὅτι ἀλλὰ διὰ τὸ τοῦ γινομένου γεγενῆσθαί τι καὶ ὅλως τοῦ κινουμένου κεκινῆσθαι,2 καὶ προσυπακουστέον τοῦ δεῖξαι ἡμᾶς,3 ἵν’ ᾖ τὸ πᾶν τοιοῦτον· ἀλλὰ διὰ τὸ δεῖξαι ἡμᾶς ὅτι παντὸς τοῦ γινομένου καὶ κινουμένου γεγενῆσθαί τι καὶ κεκινῆσθαι λύεται τὸ σόφισμα. ἔδειξε γὰρ ἐν τοῖς τελευταίοις τῆς Φυσικῆς ἀκροάσεως βιβλίοις (ἐκεῖνα γὰρ Περὶ κινήσεως λέγει) ὅτι πᾶν τὸ κινούμενον πρότερον κεκίνηται καὶ πᾶν τὸ κεκινημένον πρότερον ἐκινήθη. εἰ δὲ τοῦτο, καὶ ὁ μανθάνων κιθαρίζειν κιθαρίζων πρότερον κεκιθάρικεν· τὸ δὲ κεκιθαρικέναι τὸ ἠρεμῆσαί ἐστιν ἔν τινι μέρει τῆς κιθαρίσεως, ὥστε ἔχων τι πρότερον εἰ καὶ μὴ τὸ πᾶν τῆς ἐπιστήμης κιθαρίζει, καὶ ὅλως ἐκεῖνο ὃ ποιεῖ ἔχει εἰ καὶ ἄρρυθμόν ἐστιν. οὐκ ἄρα ὃ οὐκ ἔχει ποιεῖ ἀλλ’ ὅπερ ἔχει. ὥστε, φησί, δῆλον καὶ ἐκ τούτων ὅτι ἡ ἐνέργεια προτέρα δυνάμεως κατὰ γένεσιν καὶ χρόνον. ἐν γὰρ τῷ γίνεσθαι προηγεῖται τὸ γεγενῆσθαι, ὅπερ ἐστὶ τέλος τινὸς γενέσεως.

如果凡被生成者都是作为某物且被某种原初的动者所生成,那么一个人既不可能在从未建造过任何房屋的情况下成为建筑师,也不可能在从未弹奏过齐特拉琴的情况下成为齐特拉琴演奏者;因为学习弹奏齐特拉琴的人正是通过弹奏齐特拉琴来学习弹奏齐特拉琴的。正是由此——我是指由‘凡被生成者都是从原初且处于现实中的动者生成的’这一前提——产生了智者派的反驳。因为智者们过去常问,或者不如说现在也还在问:“未具有关于某物的知识的人,会产生该知识吗?”他们在前一个“知识”的含义上是指灵魂中的那种状态本身,而在“会产生该知识”中,他们在此是将“知识”称为可认知之物,即按照该知识所言说的对象。(现在他也把各种技艺更宽泛地称为“知识”。)于是他们这样提问,而对话者们回答说他不会产生;因为未具有制作雕像知识的人是不会制作雕像的。智者们既然如此提出这一论证,并从对话者那里获得了‘不具有该知识的人不会产生属于该知识的事物’这一前提,便进一步指出:学习弹奏齐特拉琴的人虽然不具有弹奏齐特拉琴的知识,却在弹奏齐特拉琴;因为如果他已经具有,他就不会在学习了。因此,不具有关于某物知识的人既会产生、又不会产生属于该知识的事物;而这是荒谬的。他通过说“然而由于被生成之物已有某种东西已经被生成,总括而言被运动之物已有某种东西已经被运动”来解决这一诡辩,并且必须补充理解“由我们表明”,以使整个文句成为这样:“然而由于我们表明了凡被生成和被运动之物都已有某种东西已经被生成和被运动,这一诡辩得以解决。”因为他在《自然哲学讲演录》的后几卷中(因为他把那些卷称为《论运动》)已经表明,凡被运动之物此前都已经被运动过,凡已经被运动之物此前都处于运动中。如果这是这样,那么学习弹奏齐特拉琴的人通过弹奏,此前就已经弹奏过了;而已弹奏过乃是在弹琴的某个局部上静止下来,因此他在弹奏齐特拉琴时已预先具有了某种东西,即使并非具有全部知识,而且总括而言他具有他所制作的东西,即使这是不合节奏的。因此,他并非产生他所不具有的东西,而是产生他确实具有的东西。他说,由此可见,现实在生成和时间上显然也先于潜能。因为在生成之中,作为某种生成的终点的“已被生成”乃是居先的。

语法注3 条
  1. 9.13ἀδύνατόν ἐστιν οἰκοδόμον εἶναι μὴ οἰκοδομήσαντα μηδὲν

    μὴ οἰκοδομήσαντα 是与不定式 εἶναι 未明言的宾格主语一致的条件分词(“如果从未建造过任何东西”)。否定词 μηδέν 构成加强否定。

  2. 9.13διὰ τὸ τοῦ γινομένου γεγενῆσθαί τι καὶ ὅλως τοῦ κινουμένου κεκινῆσθαι

    在介词 διὰ 支配的带冠词不定式结构 τὸ ... γεγενῆσθαί τι 中,τοῦ γινομένου 与 τοῦ κινουμένου 并非不定式的主语,而是修饰不定代词主语 τι 的部分属格(即“被生成之物的某部分已经生成”)。

  3. 9.13καὶ προσυπακουστέον τοῦ δεῖξαι ἡμᾶς

    动词性形容词 προσυπακουστέον 支配属格补足语(προσυπακούω 意为“顺带听出/在语境中补充理解”,接属格)。亚历山大在此指出,在亚里士多德原文 διὰ τὸ τοῦ γινομένου γεγενῆσθαι... 中,应在句法上补充 τοῦ δεῖξαι ἡμᾶς(“我们已经表明”)作为所省略的支配性实质不定式。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:586.9-586.39