- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:585.16-586.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大针对亚里士多德《形而上学》第9卷第8章(1049b17)的论点进行注解,指出作为在形式上同一的动因,现实在时间上次序先于潜能;虽然在单个个体上质料或种子在时间上午后先于形式,但在整体生成链条中现实依然居先。
" Τῷ δὲ χρόνῳ πρότερον ὧδε· τὸ τῷ εἴδει τὸ αὐτὸ ἐνεργοῦν πρότερον." Δείξας ὅτι τῷ λόγῳ προτέρα ἐνέργεια δυνάμεως δείκνυσιν ὅτι τῷ χρόνῳ τρόπον μέν τινα ἔστιν ἐνέργεια δυνάμεως προτέρα, τρόπον δέ τινα οὐκ ἔστιν. λαμβάνει δὲ εἰς τὴν τούτου δεῖξιν λίαν ὁμολογούμενον καὶ ἐναργὲς ἀξίωμα ἢ λῆμμα, ὅτι τὸ τῷ εἴδει τὸ αὐτὸ ἐνεργοῦν πρότερόν ἐστιν. ὁ γὰρ Σωφρονίσκος ὁ τὸν Σωκράτην ἐνεργήσας, τουτέστι ποιήσας,1 τῷ εἴδει ὄντα τὸν αὐτὸν τῷ Σωφρονίσκῳ ἀλλ’ οὐ τῷ ἀριθμῷ, πρότερος ἐστι Σωκράτους· ὁ γὰρ Σωφρονίσκος καὶ ὁ Σωκράτης τῷ μὲν εἴδει οἱ αὐτοί εἰσι, τῷ δ’ ἀριθμῷ οὔ. τὸ μὲν οὖν τῷ εἴδει τὸ αὐτὸ ἐνεργοῦν, ὥσπερ εἴρηται, πρότερον, τὸ δὲ γεγονός, ἓν ὂν καὶ ταὐτὸν τῷ ἀριθμῷ, ὕστερον. ἀλλὰ καὶ ὁ σῖτος ὁ καταβληθεὶς ἐν τῇ γῇ καὶ ποιήσας ἕτερον σῖτον τῷ εἴδει ὄντα τὸν αὐτὸν τῷ ποιήσαντι πρότερός ἐστι τοῦ ποιηθέντος, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως. τοῦτο προληφθὲν λέγει ὅτι2 εἰ μὲν ὡς πρὸς τὸ γεγονὸς καὶ τὸ ποιηθὲν ἀποβλέψειέ τις, ἐστὶ τὸ σπέρμα καὶ ἡ ὕλη καὶ ὅλως ἡ δύναμις (δύναμιν γὰρ τὴν ὕλην λέγει) προτέρα τῷ χρόνῳ τοῦ εἴδους καὶ τῆς ἐνεργείας. τὸ γὰρ σπέρμα καὶ τὸ καταμήνιον, ἅπερ δυνάμει ἦσαν Σωκράτης, ἐνεργείᾳ δὲ οὔπω, πρότερά εἰσι τῷ χρόνῳ τοῦ Σωκράτους, καὶ τουδὶ τοῦ σίτου ἡ ὕλη, ἥτις ἦν δυνάμει ὅδε ὁ σῖτος, προτέρα ἦν τῷ χρόνῳ αὐτοῦ. εἰ μὲν οὖν, ὡς εἴρηται, πρὸς τὴν ὕλην ἐπιβλέψειέ τις καὶ τὴν δύναμιν, εὑρήσει τὴν δύναμιν ἐνεργείας προτέραν. ἐπεὶ δὲ τὸ σπέρμα ἐξ ἐνεργείᾳ ὄντος ἀνθρώπου γέγονε καὶ τὸ ὁρατικὸν ἐκ τοῦ ἐνεργείᾳ ὁρῶντος καὶ τὰ λοιπὰ ὡσαύτως, ἐστὶν ἡ ἐνέργεια δυνάμεως προτέρα τῷ χρόνῳ. ἀλλὰ τούτων, φησί, λέγων τούτων τῶν ὑλῶν καὶ δυνάμεων, ἐστὶ προτέρα τῷ χρόνῳ ἑτέρα ἐνέργεια, ἐξ ὧν ἐνεργειῶν γεγόνασιν αἱ δυνάμεις. ἀεὶ γὰρ ἐκ τοῦ σπέρματος καὶ τοῦ καταμηνίου, ὄντων δυνάμει ἄνθρωπος, γίνεται ὁ ἐνεργείᾳ ἄνθρωπος, ἀλλὰ πάλιν τὸ σπέρμα καὶ τὸ καταμήνιον ὑπὸ ἐνεργείᾳ ἀνθρώπων γίνεται· ἄνθρωπος γὰρ ἐξ ἀνθρώπου ἐνεργείᾳ γίνεται καὶ μουσικὸς ὑπὸ μουσικοῦ, καὶ ἀεὶ τὰ γινόμενα ἐκ κινοῦντός τινος πρώτου γίνεται. εἴρηται δὲ ἐν τῷ Ζ (ἐκεῖσε γὰρ περὶ οὐσίας εἶπεν) ὅτι πᾶν τὸ γινόμενον ἔκ τινος γίνεται τι, καὶ τοῦτο τὸ γινόμενον φυσικῶς ἀλλ’ οὐ τεχνητῶς τῷ εἴδει ἐστὶ τὸ αὐτὸ τῷ κινοῦντι· ὥστε καὶ προτέρα ἐνέργεια δυνάμεως.
“但是在时间层次上按如下方式先于:在形式上同一且正在活动的东西先于。” 在表明现实在定义上先于潜能之后,他论证在时间上现实在某种方式上先于潜能,而在某种方式上则不然。他为了论证这一点,采纳了一条极获公认且显而易见的公理或前提,即‘在形式上同一且正在活动的东西先于’。因为使苏格拉底现实化——亦即产生出苏格拉底——的索弗罗尼斯科斯,尽管[苏格拉底]在形式上与索弗罗尼斯科斯同一而非在数目上同一,但先于苏格拉底;因为索弗罗尼斯科斯与苏格拉底在形式上同一,但在数目上并不同一。因此,正如所说的那样,在形式上同一且正在活动的东西是先于的,而那被生成的、在数目上为一且同一的东西则是后于的。而且,那被播入地中并产生出另一粒在形式上与产生者同一的谷物的谷物,也先于那被产生出的谷物,其余情况亦依此类推。在预先设定这一点之后,他说,如果有人着眼于被生成和被产生的事物,那么种子、质料以及总括而言的潜能(因为他称质料为潜能)在时间上先于形式和现实。因为在潜能上是苏格拉底、但在现实中尚且不是的种子与经血,在时间上先于苏格拉底,而这粒谷物的质料,即在潜能上是这粒谷物者,在时间上先于它。因此,正如所言,如果有人着眼于质料和潜能,他将发现潜能先于现实。但是,既然种子是从现实上存在的人产生的,视觉能力是从现实中看见的事物产生的,其余亦依此类推,那么现实在时间上就先于潜能。但是他说,在时间上先于这些事物——意指先于这些质料和潜能——的是另一种现实,诸潜能正是从这些现实中产生出来的。因为现实的人总是从在潜能上是人的种子和经血中生成的,但是反过来,种子和经血又是被现实中的人所产生的;因为人是从现实中的人产生的,懂音乐者是被懂音乐者产生的,被生成者总是从某种原初的动者产生的。并且在第7卷中(因为他在那里讨论了实体)已经说过,凡被生成者都是从某物生成为某物,而且这种自然地而非通过技术被生成的事物在形式上与动者同一;因此现实也先于潜能。
- 9.13ὁ τὸν Σωκράτην ἐνεργήσας, τουτέστι ποιήσας
动词 ἐνεργέω 通常作为不及物动词使用(意为‘活动’、‘处在活动中’),但在此处它带有一个宾格宾语(τὸν Σωκράτην),具有及物的、致使的意义(‘使苏格拉底现实化’)。注解者紧接着补充 τουτέστι ποιήσας(‘亦即产生出’),正是为了澄清这种特殊的致使性用法。
- 9.13τοῦτο προληφθὲν λέγει ὅτι
中性单数分词短语 τοῦτο προληφθὲν 前置于主句动词 λέγει 之前。在语法上,它作为独立分词结构(宾格或主格绝对结构)发挥作用,意为‘在这一点被预先设定之后’,将前述公理作为亚里士多德后续论述的前提条件。
