← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§587.1-588.8

现实按实体与形式先于潜能的论证

亚历山大注解了亚里士多德《形而上学》卷九第八章中现实按实体、形式和目的先于潜能的论证(1050a4),分析了第一格三段论及自然的生成过程,并从异议与反定立两个方面化解了有关研习者活动的可能反驳。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9.14#1

" Ἀλλὰ μὴν καὶ οὐσίᾳ γε, πρῶτον μὲν ὅτι τὰ τῇ γενέσει ὕστερα τῷ εἴδει καὶ τῇ οὐσίᾳ πρότερα." Δείκνυσιν ὅτι ἡ ἐνέργεια καὶ τῇ φύσει καὶ τῷ τέλει προτέρα ἐστὶ δυνάμεως. δείκνυσι δὲ τοῦτο κατηγορικῶς ἐν πρώτῳ σχήματι ὧδε· ἡ ἐνέργεια γενέσει ὑστέρα ἐστί, τὰ τῇ γενέσει ὕστερα τῇ φύσει καὶ τῷ τέλει πρότερα· ἡ ἐνέργεια ἄρα τῷ εἴδει καὶ τῇ οὐσίᾳ καὶ τῷ τέλει προτέρα ἐστίν. ὅτι δὲ τὰ τῇ γενέσει ὕστερα τῇ φύσει πρότερα φανερόν. ὡς γὰρ ὁ οἰκοδόμος πρότερον τὸ τῆς οἰκίας εἶδος ἀνατυποῖ παρ’ ἑαυτῷ καὶ οὕτω καταβάλλεται θεμέλιον καὶ τοίχους καὶ ὄροφον, οὕτω καὶ ἡ φύσις σκοπὸν ἔχουσα ἄνδρα, εἰ τύχοι, ποιῆσαι (ἕνεκα γάρ του ποιεῖ,1 ὡς ἐν τῷ Γ τῆς Φυσικῆς ἀκροάσεως δέδεικται) πρότερον μὲν σπέρμα καὶ καταμήνιον, εἶτα καρδίαν, εἶτα ἧπαρ, εἶτα σάρκας, νεῦρα, ὀστᾶ, εἶτα βρέφος, εἶτα παῖδα, εἶτα ἔφηβον, εἶτα ἄνδρα ποιεῖ· ὥστε τὰ τῇ γενέσει ὕστερα τῇ φύσει πρότερα, τὰ δὲ τῇ φύσει ὕστερα, σπέρμα καὶ καταμήνιον, ἡμῖν πρότερα. ἔστιν οὖν τῇ φύσει ὁ μὲν ἀνὴρ πρότερος παιδὸς καὶ παῖς σπέρματος. ἀλλ’ ὁ μὲν παῖς ἤδη ἔχει τὸ εἶδος καὶ τὴν ἐνέργειαν, καὶ τὸ σπέρμα οὐκ ἔχει ἀλλὰ δύναται. δείκνυσι δὲ τὸ αὐτὸ τοῦτο καὶ ἄλλως, λέγων, οὗ ἕνεκα πάντα γίνεται, τοῦτο τέλος ἐστίν, 〈καὶ〉 ὡς ἐπ’ ἀρχὴν καὶ πρότερον πρὸς τοῦτο τὰ γινόμενα βαδίζει· πάντα δὲ ἕνεκα τῆς ἐνεργείας γίνεται· ἡ ἐνέργεια ἄρα καὶ τέλος καὶ προτέρα δυνάμεως. εἰ οὖν ἡ γένεσις ὁδός ἐστιν ἀπὸ τοῦ δυνάμει εἰς ἐνέργειαν καὶ ἕνεκα τῆς ἐνεργείας ἐστίν, ἡ δ’ ἐνέργεια τὸ οὗ ἕνεκα καὶ τέλος, τὸ δὲ τέλος ἀρχὴ καὶ πρότερον (διὰ γὰρ τὴν ἐνέργειαν ἡ δύναμις καὶ ἡ γένεσις), δῆλον ἄρα ὅτι ἡ ἐνέργεια καὶ τῷ τελείῳ δυνάμεώς ἐστι προτέρα. ὅτι δὲ ἕνεκα τῆς ἐνεργείας ἡ δύναμίς ἐστι, καὶ ἐπὶ τούτῳ ἡ ἐνέργεια δυνάμεως προτέρα (τὸ γὰρ οὗ ἕνεκα ὡς τέλειον πρότερον τοῦ ἕνεκά του), δῆλον. ἔχουσι γὰρ τὰ ζῷα τὴν ὄψιν ἤτοι τὴν ὀπτικὴν δύναμιν ἕνεκα τοῦ ὁρᾶν καὶ ἐνεργεῖν, οὐ μὴν ὁρῶσι καὶ ἐνεργοῦσιν, ἵνα ὄψιν ἤτοι δύναμιν ἔχωσιν. ὁμοίως δὲ τὴν δύναμιν τοῦ οἰκοδομεῖν (αὕτη δ’ ἐστὶν ἡ οἰκοδομική) ἔχουσιν, ἵνα οἰκοδομῶσιν, ἀλλ’ οὐκ οἰκοδομοῦσιν καὶ τὴν ἐνέργειαν ἔχουσιν, ἵνα οἰκοδομικὴν ἔχωσιν· καὶ τὴν θεωρητικήν, ἵνα θεωρῶσιν, ἀλλ’ οὐ θεωροῦσιν, ἵνα θεωρητικὴν ἔχωσιν. ἐπειδὴ δὲ οἱ μελετῶντες θεωροῦσιν ἵνα δυνηθῶσι θεωρεῖν, ἔμελλέ τις λέγειν ὡς2 αὕτη ἡ περὶ τὸ μελετᾶν ἐνέργεια ἕνεκα τῆς περὶ τὸ δύνασθαι θεωρεῖν δυνάμεώς ἐστι· ψεῦδος ἄρα ὡς αἱ δυνάμεις ἕνεκα τῶν ἐνεργειῶν εἰσιν, ἀλλ’ αὗται μᾶλλον διὰ τὰς δυνάμεις, καὶ εἰ τοῦτο, προτέρα ἡ δύναμις τῆς ἐνεργείας· τὸ γὰρ οὗ ἕνεκα πρότερον τοῦ ἕνεκά του. ἐπειδὴ οὖν ταῦτα πρὸς τὰ λεγόμενα ἀντέπιπτε, λύων φησίν, ὡς οἱ μελετῶντες οὐ θεωροῦσιν· εἰ μὲν γὰρ ἐθεώρουν, δυνατὸν ἦν λέγειν ὅτι θεωροῦσιν, ἵνα τὴν τοῦ δύνασθαι θεωρεῖν δύναμιν σχήσουσιν, ἐπειδὴ δὲ οὐ θεωροῦσιν, οὐκ ἔστι τοῦτο λέγειν. λύσας οὖν αὐτὴν κατὰ ἔνστασιν λύει αὐτὴν καὶ κατὰ ἀντιπαράστασιν,3 λέγων ἀλλ’ ἢ ὡδί, τουτέστιν οἱ μελετῶντες ἢ τρόπον τινὰ θεωροῦσιν, ἢ ὅτι οὐ δέονται τοῦ θεωρεῖν· ὃ ἴσον ἂν εἴη τῷ ἢ οὐ δέονται τῆς κατὰ μελέτην θεωρίας, ἀλλὰ καὶ αὕτη ἡ κατὰ τὴν μελέτην θεωρία, ἀτελὴς οὖσα καὶ σχεδὸν μηδέν, ἕνεκα τῆς τελειοτάτης καὶ κυριωτάτης γίνεται θεωρίας.

“而且确实在实体上也是如此:首先,因为在生成上居后者,在形式和实体上居先。” 他表明,现实不仅在本性上而且在目的上都先于潜能。他在第一格中以直言三段论的方式如下表明这一点:现实在生成上居后;在生成上居后者在本性和目的上居先;因此,现实在形式、实体和目的上居先。而在生成上居后者在本性上居先,这是显而易见的。因为正如建筑师首先在自己心中勾勒出房屋的形式,然后才奠定地基、墙壁和屋顶,自然也是如此,若它恰好以造就一个成年男子为目标(因为自然为了某种目的而行动,正如在《自然哲学讲演录》第三卷中所表明的那样),它首先造出精子和经血,然后是心脏,然后是肝脏,然后是肌肉、筋腱和骨骼,然后是婴儿,然后是孩童,然后是少年,然后是成年男子。因此,在生成上居后者在本性上居先,而在本性上居后者——即精子和经血——对我们而言居先。因此,在本性上,成年男子先于孩童,孩童先于精子。然而孩童已经具有形式和现实,而精子尚未具有,只是有潜能而已。他又以另一种方式表明了完全相同的这点,他说,一切事物为了它而生成的那个东西就是目的,并且被生成的事物走向它,就像走向一个始基和居先者一样;而一切事物都是为了现实而生成的;因此,现实既是目的,又先于潜能。因此,如果生成是从潜能之物走向现实的道路,并且是为了现实而存在的,而现实则是其所为了之物和目的,并且目的乃是始基和居先者(因为潜能和生成乃是由于现实而存在的),那么显然,现实即使在完全性上也先于潜能。而且,潜能是为了现实而存在的,并且在此点上现实也先于潜能(因为其所为了之物作为完全者,先于为了某物之物),这也是显而易见的。因为动物拥有视力,即视觉潜能,是为了观看和活动,绝不是为了拥有视力即潜能才去观看和活动的。同样,它们拥有建造的潜能(即建筑术)是为了建造,而不是为了拥有建筑术才去建造并拥有现实;它们拥有理论思考的潜能是为了沉思,而不是为了拥有沉思潜能才去沉思。然而,既然研习者为了能够沉思而进行沉思,有人就会说,这种涉及研习的现实乃是为了能够沉思的潜能而存在的;因此,说诸潜能是为了诸现实而存在乃是虚妄的,相反,这些现实乃是为了诸潜能,而若是这样,潜能就先于现实;因为其所为了之物先于为了某物之物。既然这些论调与所说的相抵触,他便通过说研习者并未沉思来予以解决。因为如果他们确实在沉思,原本可以说他们沉思是为了获得能够沉思的潜能;但既然他们并未沉思,就不能这么说。因此,他在通过异议解决了这一难题之后,又通过反定立来解决它,说“或者按这种方式”;这就是说,研习者要么是以某种方式在沉思,要么是他们并不需要沉思。这等于说:或者他们不需要依于研习的沉思,然而即使这依于研习的沉思本身——虽然它是不完全的且几乎等于无——也是为了最完全和最本原的沉思而生成的。

语法注3 条
  1. 9.14ἕνεκα γάρ του ποιεῖ

    του 是不定代名词 τις 的中性单数属格形式(即 τινός 的省缩形),受前置词 ἕνεκα 支配,构成副词短语,意为“为了某种目的”。

  2. 9.14ἔμελλέ τις λέγειν ὡς

    未完成过去时 ἔμελλε 搭配不定式 λέγειν,构成了引出可能出现的虚拟反驳的句式(“有人便很可能会说……”)。随后的 ὡς 从句一直到 τοῦ ἕνεκά του 为止,构成了该反驳的完整内容。

  3. 9.14λύσας οὖν αὐτὴν κατὰ ἔνστασιν λύει αὐτὴν καὶ κατὰ ἀντιπαράστασιν

    本句运用修辞学与逻辑学术语分析了亚里士多德的两步论证解决。前半部分的解决(“研习者并非真正沉思”)被不定过去时分词 λύσας 归为否定前提的“异议”(κατὰ ἔνστασιν);而主要动词 λύει 则将后半部分的替代方案(“即便是不完全的沉思也是为了完全的沉思”)分析为在某种程度上承认前提却化解结论的“反定立”(κατὰ ἀντιπαράστασιν)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:587.1-588.8