← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§584.15-585.15

现实先于潜能的定义上的优先性

对亚里士多德《形而上学》卷九第8章(1049b4)的注解。亚历山大解释了现实何以在定义(说明)上次序先于潜能(包含被规定的潜能与本性),论证了对现实的定义与认识必然预先作为认识潜能的前提。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9.12

" Ἐπεὶ δὲ τὸ πρότερον διώρισται ποσαχῶς λέγεται." Τὸ προκείμενόν ἐστι δεῖξαι ὡς ἡ ἐνέργεια τῆς δυνάμεως προτέρα ἐστὶ καὶ λόγῳ (λόγον λέγων τὴν γνῶσιν) καὶ χρόνῳ καὶ φύσει. καὶ λέγει ὅτι ἐπειδὴ διώρισται πρότερον (ἐν τῷ Δ γὰρ τοῦτο διώρισται ταύτης τῆς πραγματείας), ὁσαχῶς λέγεται τὸ πρότερον, φανερὸν ὅτι ἡ ἐνέργεια τῆς δυνάμεως προτέρα ἐστίν, οὐ μόνον τῆς ὁρισθείσης δυνάμεως πρὸ ὀλίγου, ἥ τις ἐλέγετο ὅτι δύναμίς ἐστιν ἀρχὴ μεταβλητικὴ ἐν ἄλλῳ ἢ ἄλλο, ἀλλ’ ὅλως ἡ ἐνέργεια πάσης ἀρχῆς κινητικῆς ἢ στατικῆς προτέρα ἐστίν. ἀρχὴν δὲ κινητικὴν καὶ στατικὴν τὴν φύσιν λέγει· οὕτω γὰρ αὐτὴν ἐν τῇ Φυσικῇ ὡρίσατο, ὅτι ἀρχὴ κινήσεως καὶ ἠρεμίας, ἐν ᾧ πρώτῳ καθ’ αὑτὸ πέφυκε καὶ μὴ κατὰ συμβεβηκός. εἰπὼν δὲ τὴν φύσιν ἀρχὴν κινητικήν, καὶ πρότερον τὴν δύναμιν ἀρχὴν κινητικήν, ἐπήγαγε καὶ γὰρ ἡ φύσις ἐν ταὐτῷ γένει τῇ δυνάμει, ὡς εἰ ἔλεγε ‘καὶ γὰρ ἡ φύσις καὶ ἡ δύναμις ἀρχαὶ κινητικαί.’ ἔδει δὲ εἰπεῖν ὅτι ἡ ἐνέργεια καὶ τῆς φύσεώς ἐστι προτέρα· ἀλλ’ ἐπειδὴ καὶ ἡ δύναμις καὶ ἡ φύσις ὡς ἐν γένει εἰσί, καὶ γένος ἐστὶν ἡ ἀρχὴ ἡ κινητικὴ τῆς τε δυνάμεως καὶ τῆς φύσεως, ἀντὶ τοῦ φάναι φύσεως εἴρηται ἀρχῆς κινητικῆς. διαφέρει δὲ δυνάμεως ἡ φύσις, ὅτι ἡ δύναμις ἐν ἄλλῳ οὖσα ἢ ἄλλο ἐν ἐκείνῳ ἐστίν, ἡ δὲ φύσις ἐν ᾧ ἐστιν οὐχ ᾗ ἄλλο ἐν ἐκείνῳ ἐστίν, ἀλλ’ ᾗ αὐτὸ καὶ καθ’ αὑτό· ἡ γὰρ Δίωνος φύσις ᾗ τοιοῦτός ἐστιν ὑπάρχει ἐν αὐτῷ καὶ καθ’ αὑτό. ἔστιν οὖν, φησί, πάσης δυνάμεως τῆς τε ὁρισθείσης καὶ τῆς φύσεως (δύναμιν λέγων καὶ τὴν φύσιν διὰ τὸ ἐν τῷ αὐτῷ γένει εἶναι τῆς δυνάμεως, ὥσπερ εἴρηται) ἡ ἐνέργεια προτέρα καὶ λόγῳ καὶ φύσει. τῷ δὲ χρόνῳ τρόπον μέν τινα ἔστι προτέρα, τρόπον δέ τινα ὑστέρα. καὶ τέως ὅτι τῷ λόγῳ προτέρα ἐστὶ δείκνυσιν ὧδε. τὸ πρώτως, φησί, δυνατόν, τουτέστιν ἡ προσεχὴς δύναμις ἤτοι ἡ προσεχὴς ὕλη, δυνατὴ λέγεται διὰ τὸ ἐνδέχεσθαι ἐνεργῆσαι· δυνατὸν γάρ φαμεν τὸν χαλκὸν γενέσθαι ἀνδριάντα, ὅτι δύναται ἐνεργείᾳ γενέσθαι ἀνδριάς· ὁμοίως οἰκοδομικὸν λέγεται τὸ δυνάμενον οἰκοδομεῖν καὶ ἐνεργεῖν περὶ τοῦτο, καὶ ὁρατικὸν τὸ ἐνεργεῖν δυνάμενον περὶ τὸ ὁρᾶν καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. εἰ οὖν ἡ δύναμις τῇ ἐνεργείᾳ γινώσκεται, ἀνάγκη τὸν λόγον καὶ τὴν γνῶσιν προϋπάρχειν τῆς ἐνεργείας τοῦ λόγου καὶ τῆς γνώσεως τῆς δυνάμεως.1 τὸ γὰρ δι’ οὗ τι διδάσκεται πρότερόν ἐστι τοῦ διδασκομένου, ὡς τὸ αἴτιον τοῦ αἰτιατοῦ. ὅτι δὲ πρότερον φανερόν· ἐπειδὴ γὰρ φαμεν ὅτι δυνατόν ἐστι τὸ δυνάμενον ἐνεργῆσαι, καὶ διὰ τῆς ἐνεργείας τὴν δύναμιν σαφῆ ποιεῖν σπεύδομεν, δῆλον ὡς γνωριμωτέραν καὶ προτέραν οὖσαν τῆς δυνάμεως λαμβάνομεν τὴν ἐνέργειαν εἰς τὴν γνῶσιν τῆς δυνάμεως, ὅτι πᾶσα διδασκαλία καὶ πᾶσα μάθησις διανοητικὴ ἐκ προϋπαρχούσης γίνεται γνώσεως,2 ὡς ἐν τοῖς Ὑστέροις ἀναλυτικοῖς ἐμάθομεν.

“但是既然‘先于’有多少种说法已经被规定。” 摆在我们面前的任务是表明,现实在定义(说明)上(他用‘定义’意指认识)、在时间上以及在本性上都先于潜能。并且他说,既然‘先于’有多少种说法在先前已经被规定(因为在本论著的第5卷中对这一点做出了规定),显然现实先于潜能——不仅先于不久前被规定的、被称为‘潜能是在另一物中或作为另一物的变化本原’的潜能,而且总的说来,现实先于动或静的一切本原。他用‘动与静的本原’意指本性;因为他在《物理学》中就是这样规定它的,即‘在它首先依自身而非依偶性所本然归属的事物之中的运动与静止的本原’。在称本性为动的本原、且在先前称潜能为动的本原之后,他补充说‘因为本性也与潜能属于同一种属’,这宛如在说‘因为本性与潜能都是动的本原’。但他本应说现实也先于本性;然而既然潜能与本性都仿佛在一个种属中,且动的本原是潜能与本性两者的种属,因此便用说‘动的本原’来代替说‘本性’。本性与潜能的区别在于:潜能存在于另一物中或作为另一物存在于该物中,而本性则存在于它所处的承载者中,不是作为另一物存在于该物中,而是作为其自身且依自身存在;因为狄翁的本性,就其是如此这般而言,依自身存在于他之中。因此他说,现实在定义上和本性上都先于一切潜能,无论是被规定的潜能还是本性(正如所说的那样,由于本性与潜能属于同一种属,他也称本性为潜能)。而在时间上,在某种方式上次序居先,而在某种方式上次序居后。暂且,他如下这般证明现实在定义上次序居先。他说,首要意义上的‘能者’,即近邻潜能或近邻质料,之所以被称为能者,是因为它能够活动。因为我们说青铜能够成为塑像,是因为它能在现实中成为塑像;同样,能够建造并就此活动者被称为具有建造能力的,能够就看见而言展现活动者被称为具有视觉能力的,其余情况亦依此类推。因此,如果潜能是通过现实而被认识的,那么现实的定义和认识必然先于潜能的定义和认识而预先存在。因为某物借以被教授者先于被教授者,正如原因先于结果。而它是先于的这一点是显然的;因为既然我们说能够活动者是‘能者’,并且我们努力通过现实使潜能变得明了,显然我们就将现实作为比潜能更易为人所知且先于潜能的东西,采纳于对潜能的认识之中,因为正如我们在《后分析篇》中学到的那样,一切教导与一切理智学习都是从预先存在的认识中产生的。

语法注2 条
  1. 9.12ἀνάγκη τὸν λόγον καὶ τὴν γνῶσιν προϋπάρχειν τῆς ἐνεργείας τοῦ λόγου καὶ τῆς γνώσεως τῆς δυνάμεως

    不定式 προϋπάρχειν 的宾格主语是 τὸν λόγον καὶ τὴν γνῶσιν τῆς ἐνεργείας(“现实的定义与认识”),其中的属格 τῆς ἐνεργείας 依附于前面的名词短语;而后随的属格短语 τοῦ λόγου καὶ τῆς γνώσεως τῆς δυνάμεως(“潜能的定义与认识”)则由表先行、比较的动词 προϋπάρχειν 所支配。

  2. 9.12ὅτι πᾶσα διδασκαλία καὶ πᾶσα μάθησις διανοητικὴ ἐκ προϋπαρχούσης γίνεται γνώσεως

    此处的连词 ὅτι 用作因果连词(“因为”),为前述分句(“显然我们就将现实……采纳于对潜能的认识之中”)提供依据,引用了《后分析篇》开篇(71a1)的著名论题。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:584.15-585.15