← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§583.1-584.14

源自质料的同源派生名与述谓的区分

亚历山大注解了《形而上学》1049a18关于“那个制的”这一派生语的表达,探讨了复合体与质料的关系、近邻质料与遥远质料的区别以及通向第一质料的标准,并解释了在受动(性质)述语与形式(实体)述语中派生词使用的不同方式。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9.11

" Ἔοικε δ’ ὃ λέγομεν οὐ τόδε ἀλλ’ ἐκείνινον, οἷον τὸ κιβώτιον οὐ ξύλον ἀλλὰ ξύλινον." Ἐπειδὴ ἡ ὕλη δυνάμει ἐστὶ τὰ εἴδη καὶ ἑτέρα ἐστὶ τοῦ εἴδους, διὰ τοῦτο οὔ φαμεν τὸ σύνθετον τὴν ὕλην· οὐ γὰρ λέγομεν τὸ κιβώτιον ξύλον, ἀλλὰ παρωνυμιάζοντές φαμεν αὐτὸ ἐκείνινον, οἷον ξύλινον. ἢ οὐ τοῦτο ἂν διὰ τούτου λέγοι, ἀλλ’ ὅτι δῆλον ἐκ τούτου ἐστὶν ὡς ἡ πόρρω ὕλη οὐ λέγεται δυνάμει. τί δή ποτε; ὅτι οὐ παρωνυμιάζομεν τὰ πράγματα ἐκ τῆς πόρρω ἀλλ’ ἐκ τῆς προσεχοῦς· λέγομεν γὰρ τὸ κιβώτιον ξύλινον ἐκ τῆς προσεχοῦς, ἀλλ’ οὐ γήινον ἐκ τῆς πόρρω. ἢ οὐδὲ τοῦτο ἂν εἴη τὸ λεγόμενον, ἀλλ’ οἶμαι κανόνα ἡμῖν παραδίδωσιν ὅπως τὴν ἐσχάτην ὕλην γνωριοῦμεν, καὶ ἧς οὐκ ἔστιν ἄλλη προτέρα, δυνάμει λέγων ὅτι ὅσα μὲν ἐξ ἄλλων παρωνυμιάζονται ἐκεῖνα προσεχεῖς εἰσιν ὗλαι, καὶ οὐκ ἔστιν οὐδεμία τούτων ἐσχάτη: εἰς ἣν δὲ καταντήσομεν, ἥτις οὐκ ἐξ ἄλλης παρωνυμιάζεται, αὕτη ἐστὶν ἡ ἐσχάτη. καὶ ὅ τι βούλεται διὰ τούτων λέγειν, δῆλον πεποίηκεν εἰπὼν πάλιν ἡ γῆ εἰ οὕτω μὴ ἄλλο. τουτέστιν πάλιν ἡ γῆ εἰ οὕτως, τουτέστιν εἰ παρωνύμως λέγεται, οἷον ἀέρινος, καὶ οὐ λέγεται ἄλλο, οἷον γῆ ἁπλῶς, ὃ ἄλλο λέγεται καὶ οὐκ ἐκείνινον, τὸ ὕστερον ἁπλῶς καὶ κυρίως ἐκεῖνό ἐστιν. οἷον πρῶτον μὲν ὡς πρὸς τὸ κιβώτιον τὸ ξύλον, ὕστερον δὲ ἡ γῆ· ἀλλ’ οὐχὶ καὶ τὸ ἁπλῶς ὕστερον αὕτη ἐστίν, ἀλλ’ ἡ ἐσχάτη ὕλη. εἰ δή, ὥσπερ εἴρηται, ἔστι τι1 πρῶτον (ὃ γὰρ πρότερον ὕστερον εἶπε, τοῦτο νῦν πρῶτον ἐκάλεσεν ἄλλον τρόπον· κάτωθεν γὰρ ἀρχομένοις πρῶτόν ἐστιν), εἰ ἔστιν οὖν πρῶτόν τι καὶ οὐ κατ’ ἄλλο λέγεται οὐδ’ ἀπό τινος παρονομάζεται, τοῦτό ἐστιν ἡ πρώτη ὕλη· οἷον ἡ γῆ ἀερίνη, οὗτος δὲ πύρινος, τὸ δὲ πῦρ μὴ κατ’ ἄλλο, τὸ πῦρ ἔσται ἡ πρώτη ὕλη τόδε τι οὖσα καὶ μὴ ἀπό τινος λεγομένη. καὶ κατὰ τοῦτο διαφέρει τὸ καθόλου καὶ τὸ ὑποκείμενον (καθόλου λέγων νῦν ἁπλῶς πᾶν τὸ κατηγορούμενον, ἄντε οὐσία ᾖ ἄντε συμβεβηκός, ὑποκείμενον δὲ τὴν οὐσίαν) κατὰ δὴ τοῦτο διαφέρει τὸ καθόλου καὶ τὸ ὑποκείμενον τῷ τὸ μὲν ὑποκείμενον εἶναι τι καὶ λέγεσθαι παρωνύμως ἀπὸ τῶν παθῶν,2 τὰ δὲ πάθη ἐξ αὐτῶν οὐκέτι. καὶ λέγεται τῆς μουσικῆς γεγονυίας τῇ ψυχῇ ἡ ψυχὴ οὐ μουσικὴ ἀλλὰ μουσικόν, καὶ ὁ ἄνθρωπος οὐ λευκότης ἀλλὰ λευκόν, οὐδὲ βάδισις ἢ κίνησις ἀλλὰ βαδίζον ἢ κινούμενον, καὶ ἁπλῶς ὥσπερ λέγεται τὸ ἐκείνινον, οὕτω δὴ καὶ τὸ λευκὸν κατὰ ταύτην τὴν ἔννοιαν· κἀκεῖνο γὰρ καὶ τοῦτο παρωνύμως λέγεται· τὸ γὰρ λευκὸν ἴσον δύναται τῷ ξύλινον, οἱονεὶ λεύκινον. καὶ ὅσα μὲν οὕτω οἷον λευκὸν ἢ μουσικὸν καὶ ὅλως ὡς τὰ κατὰ πάθος λέγεται, τὸ ἔσχατον καὶ τὸ ὑποκείμενον αὐτοῖς ἐστιν οὐσία. ὅσα δὲ μὴ οὕτως ἀλλ’ εἶδος καὶ τόδε τι τὸ κατηγορούμενον.3 εἰ γὰρ λέγοιμι λευκόν, οὔ φημι εἶδός τι καὶ τόδε τι, εἰ δὲ φαίην ἀνδριάντα, τὸ ἀνδριὰς εἶδός τί ἐστι καὶ τόδε τι, ὁμοίως δὲ καὶ〈εἰ〉 εἰκόνα καὶ οἰκίαν. τὰ δ’ ὑποκείμενα τῷ ἀνδριάντι ἢ τῇ οἰκίᾳ ἢ τῇ εἰκόνι οὐχ ὡς εἴδη ὑπόκειται αὐτοῖς ἀλλ’ ὡς ὕλη καὶ ὑλικὴ οὐσία. καὶ ὅρα δὴ τὴν διαφορὰν τῶν ὡς εἴδη λεγομένων πρὸς τὴν τῶν ὡς πάθη, ὅτι ἐπὶ μὲν τῶν παθῶν λέγεται τὰ ὑποκείμενα ἀπ’ αὐτῶν (ἀπὸ γὰρ τῆς μουσικῆς μουσικὸς καὶ ἀπὸ τοῦ λευκοῦ λευκός), τὰ δὲ πάθη ἀπὸ τῶν ὑποκειμένων οὐ λέγεται εἰ μὴ κατὰ συμβεβηκός· φαμὲν γάρ ποτε τὸ λευκὸν ἄνθρωπον εἶναι κατὰ συμβεβηκός, καθ’ αὑτὸ δ’ οὔ· ἀνάπαλιν δὲ ἐπὶ τῶν ὡς εἴδη λεγομένων τὰ μὲν εἴδη λέγεται ἀπὸ τῆς ὕλης καὶ τοῦ ὑποκειμένου· φαμὲν γὰρ τὸν ἀνδριάντα χαλκοῦν, ἀλλ’ οὐ τὸν χαλκὸν ἀνδριάντα, καὶ τὸ κιβώτιον ξύλινον, ἀλλ’ οὐ τὸ ξύλον κιβώτιον. ταῦτα εἰπὼν ἐπιφέρει ὅτι ὀρθῶς τὸ ἐκείνινον λέγεται κατὰ τὴν ὕλην καὶ τὰ πάθη· ἐπειδὴ γὰρ καὶ τὰ πάθη ὑπὸ τοῦ ὑποκειμένου ὁρίζεται (καθ’ αὑτὸ γὰρ τὸ λευκὸν ἀόριστόν ἐστιν· οὐδὲ γὰρ ὅλως δύναται χωρίς τινος ὑποκειμένου εἶναι), ὁμοίως δὲ καὶ ἡ ὕλη ὑπὸ τοῦ εἴδους, εὐλόγως κατὰ θατέρου λεγόμενον τὸ ἐκείνινον λέγεται καὶ κατὰ θατέρου.

“而我们所说的不是‘这个’而是‘那个制的’——例如匣子不是‘木头’而是‘木制的’——似乎正是如此。” 由于质料在潜能上是诸形式,并且与形式相异,正因如此我们并不说复合体就是质料;因为我们并不称匣子为‘木头’,而是派生性地称它为‘那个制的’,例如‘木制的’。或者,他借此所言并非此意,而是由此显然可见,遥远的质料并不被称为处在潜能之中?这究竟是为何?因为我们不是从遥远的质料而是从近邻的质料来派生性地称呼事物;因为我们从近邻的质料称匣子为‘木制的’,却不从遥远的质料称其为‘泥土制的’。或者,所言者甚至也不是这一点,而是我认为,他在向我们传授一个如何认识终极质料的准则(在它之前不再有别的质料),并在潜能上说:凡是从他物派生性地被称呼的,那些都是近邻的质料,而其中没有任何一个是终极的;但我们所达到的、不从他物派生性地被称呼的那一个,才是终极质料。并且他借由这些话想要说明什么,他通过进一步说“泥土若如此则不再是别的东西”而使其变得清楚。这就是说:进一步说,泥土如果如此,即如果是派生性地被称呼,例如‘空气制的’,而不是被称为别的东西,例如单纯的‘泥土’(这被称为别的东西而不是‘那个制的’),那么单纯且严格意义上的后继者就是它。例如,相对于匣子而言首先是木头,其后是泥土;但并不是这[泥土]是单纯意义上的后继者,而是终极质料。因此,如果正如所说的那样存在某种第一者(因为他之前称为‘后继者’的,现在以另一种方式称其为‘第一者’;因为对于从下端开始的人而言它是第一位的),如果存在某种第一者,并且它不依凭他物而被称为,也不从任何事物派生性地得名,那么这就是第一质料;例如泥土是空气制的,空气是火制的,而火不依凭他物,那么火就将是第一质料,它是一个‘这个’且不从任何事物派生性地被称呼。在这一点上,普遍者与底层事物有所不同(他现在单纯将一切受述者称为‘普遍者’,无论它是实体还是偶性,而将实体称为‘底层事物’)——普遍者与底层事物正是在这一点上有所不同:底层事物是某种东西并且从诸受动中派生性地被称呼,而受动从它们中则不再如此。当灵魂中产生了音乐技能时,灵魂不被称为‘音乐’而被称‘通晓音乐的’,人也不被称为‘白度’而被称‘白的’,也不被称为‘步行’或‘运动’而被称‘步行着的’或‘运动着的’;单纯地,正如‘那个制的’被称呼一样,‘白的’也正是按照这种含义被称呼;因为前者和后者都是派生性地被称呼的;因为‘白的’与‘木制的’具有同等效力,宛如‘白制的’。凡是如此被称为‘白的’或‘通晓音乐的’以及统统作为依凭受动而称呼的事物,其终极者和底层的载体就是实体。至于那些不如此、而是受述者作为形式和一个‘这个’的事物[则不然]。因为如果我说‘白的’,我并未说出某种形式和一个‘这个’;但如果我说‘塑像’,塑像是某种形式和一个‘这个’,同样[如果我说]‘画像’和‘房屋’[也是如此]。然而处于塑像、房屋或画像底层的载体,并不是作为形式处于它们底层,而是作为质料和质料性实体处于底层。且请看作为形式被称呼者与作为受动被称呼者的区别:在受动的情形中,底层事物从它们中被称呼(因为从音乐技能称‘通晓音乐的’,从白度称‘白的’),而受动从底层事物中被称呼则唯独依凭偶性(因为我们有时依凭偶性说白的是一个人,按自身而言则不然);相反,在作为形式被称呼的事物中,形式是从质料和底层事物中被称呼的(因为我们称塑像为‘青铜制的’,却不称青铜为‘塑像’,称匣子为‘木制的’,却不称木头为‘匣子’)。在说了这些之后,他补充道:‘那个制的’无论就质料而言还是就诸受动而言,都是正确被言说的;因为既然受动也由底层事物所规定(因为自身意义上的白是无规定的;因为没有任何底层事物它就根本无法存在),质料同样也由形式所规定,那么就其中一者而言被说的‘那个制的’,合理地也就另一者而言被说了。

语法注3 条
  1. 9.11εἰ δή, ὥσπερ εἴρηται, ἔστι τι πρῶτον ... εἰ ἔστιν οὖν πρῶτόν τι

    此处因插入了括号式的解释句(ὃ γὰρ πρότερον ὕστερον εἶπε...),条件从句 εἰ ἔστι τι πρῶτον 借由 οὖν 重新引出(εἰ ἔστιν οὖν πρῶτόν τι,即复述性再开)。其主句为 τοῦτό ἐστιν ἡ πρώτη ὕλη。

  2. 9.11τῷ τὸ μὲν ὑποκείμενον εἶναι τι καὶ λέγεσθαι παρωνύμως ἀπὸ τῶν παθῶν

    带定冠词的不定式短语(τῷ εἶναι... καὶ λέγεσθαι...)采用与格形式,充当表方式或关系的与格,说明前文动词 διαφέρει(“在……方面有所不同”)所指示的区别所在。

  3. 9.11ὅσα δὲ μὴ οὕτως ἀλλ’ εἶδος καὶ τόδε τι τὸ κατηγορούμενον

    该句为省略主谓动词的紧缩句,与前文的 ὅσα μὲν οὕτω... ἐστιν οὐσία 形成对比。按上下文,需补足其所意指的主句逻辑:当受述者不是受动而是形式及“这个”时,情况相反,其底层的载体乃是质料。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:583.1-584.14