- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:581.23-582.38
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大讨论了某物在何时才能被称作处于潜能之中,分别考察了出于思想(技术)的生成与出于自然的生成,并阐明其条件(无外部阻碍、直接质料无需增减或转变)。
καὶ οὐδὲ τότε ἐστὶ δυνάμει ἄνθρωπος, ἀλλ’ ὅταν ἐν τῷ θήλει καταβληθῇ. καὶ ἴσως οὐδὲ τοῦτο, εἰ μὴ ἐπιτήδειον εἴη τὸ δεξάμενον. ὥσπερ γὰρ οὐ πᾶν ὑπὸ ἰατρικῆς ὑγιασθείη ἂν οὐδὲ ἀπὸ τύχης (οὐ γὰρ δὴ καὶ ξύλα καὶ λίθοι, καὶ διὰ τοῦτο οὔ φαμεν τὰ ξύλα δυνάμει ὑγιαντά), οὕτως οὐδὲ τὴν γῆν φαμεν. ταῦτα εἰπὼν ἐπειδὴ τινὰ μὲν τῶν δυνάμει ἀπὸ διανοίας εἰς ἐνέργειαν ἄγεται ὡς τὰ τεχνητά, τινὰ δὲ καὶ ἀπὸ τύχης (τὸ γὰρ δυνάμενον ὑγιᾶναι ὑγιάναι ἂν καὶ ἀπὸ τύχης), ὑποτίθεται ἡμῖν ὅπως ὁρίζεσθαι χρὴ οὐ μόνον τὸ ἀπὸ διανοίας εἰς ἐνέργειαν ἄγον τὸ δυνάμενον ἀχθῆναι, ἀλλὰ καὶ τὸ γινόμενον. λέγει οὖν ὅτι ὅρος μὲν τοῦ μὲν ἀπὸ διανοίας [ἐν] ἐντελεχείᾳ γινομένου ἐκ τοῦ δυνάμει ὄντος, τουτέστιν ὁρισθείη ἂν τὸ ἐκ δυνάμεως εἰς ἐνέργειαν ἰόν, ἐλθὸν δὲ οὐκ ἀπὸ τύχης ἀλλ’ ἀπὸ διανοίας, οὑτωσί. καὶ τοῦτο θεὶς ἐπάγει τὸν ὁρισμὸν ὅταν βουληθέντος1 γίνηται μηδενὸς κωλύοντος τῶν ἐκτός· ὥστε εἴποι τις ὅτι τὸ ἀγόμενον ἀπὸ διανοίας ἐκ τοῦ δυνάμει εἰς ἐντελέχειαν ἐκεῖνό ἐστιν, ὅπερ εἰς ἐνέργειαν ἄγεται, ὅτε καὶ ἡνίκα βουληθῇ τὸ ἄγον μηδενὸς κωλύοντος τῶν ἐκτός. οἷον ὁ ἰατρὸς ἐκ τοῦ δυνάμει εἰς ὑγίειαν ἄγει τὸν νοσοῦντα, ὅταν βουληθεὶς οὐδὲν κωλύῃ τῶν ἐκτός, ἢ τόπος ἢ χρόνος ἢ ἄλλο τι. ὅταν μὲν οὖν ὁρίζηταί τις τὴν ἐνέργειαν τοῦ ποιοῦντος ἀπὸ διανοίας οὕτως ὁρίσαιτο ἄν· ὅταν δὲ τοῦ παθόντος, οὕτως ὅταν μηδὲν κωλύῃ τῶν ἐν αὐτῷ. ἐρεῖ γάρ τις ὅτι ἀπὸ διανοίας ὁ νοσῶν ὑγιάζεται, ὅταν οὐθὲν τῶν ἐν αὐτῷ κωλύῃ ὑγιασθῆναι, ἀλλ’ ἐπιτηδείως πάντα τὰ ἐν αὐτῷ μέρη ἔχῃ δέξασθαι τὴν ὑγίειαν. ὁμοίως δυνάμει οἰκία λέγεται τὰ ξύλα καὶ οἱ λίθοι, ὅταν μηδὲν κωλύῃ τῶν ἐν τούτῳ. τί δὲ σημαίνει τοῦτο, ἐπήγαγε καὶ τῇ ὕλῃ, ἴσον λέγων τῷ ὅτι τότε ταδὶ λέγεται οἰκία δυνάμει, ὅταν μηδὲν κωλύῃ τῶν ἐν τῇ ὕλῃ, οὐδ’ ἔστι τῶν ἐν τῇ ὕλῃ, ὃ δεῖ προσγενέσθαι ἢ μεταβαλεῖν. εἰ γὰρ δεῖ προσγενέσθαι ξύλα ἢ λίθους ἢ εἴπερ πλεονάζει ἀπογενέσθαι ἢ μεταβαλεῖν ὥστε ὄντα ἀργὰ δεῖσθαι τοῦ πρισθῆναι ἢ λεανθῆναι, οὐ λέγεται οἰκία· εἰ δὲ μηδὲν δεῖ ἐν τῇ ὕλῃ ἢ προσγενέσθαι ἢ ἀπογενέσθαι ἢ μεταβαλεῖν, τότε εἰσί τε καὶ λέγονται δυνάμει οἰκία· καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως, ὅσων ἔξωθεν ἡ ἀρχὴ τῆς γενέσεως, ὡς ἐπὶ τῶν τεχνητῶν ἔχει, καὶ ὅσων ἐν αὐτῷ τῷ ἔχοντι ταύτην τὴν ἀρχήν, ὡς τὰ φυσικὰ δυνάμει λέγεται, ὅταν μηδενὸς τῶν ἔξωθεν ἐμποδίζοντος ἔσται δι’ αὑτοῦ, τουτέστιν ἐνεργεῖ ἀφ’ ἑαυτοῦ, εἰ φυσικὸν εἴη, ὃ ἐδύνατο ἐνεργῆσαι· τὸ γὰρ δι’ αὑτοῦ οὐ πρὸς ἄμφω ἀπεδόθη καὶ τὰ τεχνητὰ καὶ τὰ φυσικά,2 ἀλλὰ πρὸς μόνα τὰ φυσικά. οἷον τὸ σπέρμα (ἔστω δὲ ὁ σῖτος) ὅταν ἐν τῷ ἀγγείῳ εἴη, οὐ λέγεται δυνάμει στάχυς· δεῖ γὰρ ἐν ἄλλῳ ἤτοι ἐν τῇ γῇ πεσεῖν καὶ μεταβάλλειν. ὅταν δὲ ἐν τῇ γῇ πέσῃ καὶ ἤδη διὰ τῆς ἐν αὑτῷ φυσικῆς ἀρχῆς ᾖ τοιοῦτον, τουτέστι δυνάμενον βλαστάνειν, τότε λέγεται δυνάμει στάχυς. ἐκεῖνο δέ, λέγω δὴ ὁ ἐν τῷ ἀγγείῳ σῖτος, οὐ λέγεται δυνάμει ἄσταχυς, ὅτι ἑτέρας ἀρχῆς δεῖται οἷον τῆς γῆς, καὶ ἡ γῆ οὐ λέγεται δυνάμει ἀνδριάς, ὅτι μεταβάλλουσα οὐ γίνεται ἀνδριὰς ἀλλὰ χαλκός, ὁ δὲ χαλκὸς λέγεται, ὅτι μεταβάλλων γίνεται ἀνδριάς.
而且甚至在那时[成为种子时]它也不是潜能上的人,而是当它被排入雌性之中时才是;或许甚至这也不算,除非接纳者是适宜的。因为正如并非一切事物都能通过医术或通过运气被治愈(因为木头和石头当然不能,正因如此我们并不说木头是潜能上可治愈的),同样我们对大地也不这样说。在说明了这些之后,既然潜能中的事物有一部分是通过思想被导向现实的(如技术制品),有一部分也通过运气被导向现实(因为能够被治愈的事物也可以通过运气被治愈),他便向我们指示,不仅应当如何界定通过思想将可被引导者导向现实者,而且应当如何界定被生成者。因此他说,通过思想从潜能存在物中在现实态中生成者的定义——也就是说,从潜能走向现实、且并非出于运气而是出于思想而达成者的定义——可以被规定如下。确立了这一点后,他便补充了这一定义:“当[施动者]意欲时,若外部事物毫无阻碍,它便生成”;因此人们可以说,通过思想从潜能被导向现实态者,就是当引导者意欲的时刻与时间,在外部事物毫无阻碍的情况下被导向现实的那种东西。例如,当外部事物——无论是地点、时间还是其他任何事物——毫无阻碍时,医生便出于意欲将病人从潜能导向健康。因此,当人们界定出于思想而行动者的现实活动时,当会如此界定;而当界定受动者时,则会界定为:“当其自身之中的事物毫无阻碍时”。因为人们会说,病人是在出于思想而被治愈,乃是当其自身之中的事物毫无阻碍其被治愈,反而其自身之中的一切部分都处于适宜接受健康的状态之时。同样地,当这之中的事物毫无阻碍时,木头和石头被称为潜能上的房屋。而这是何意,他通过补充“并在质料中”予以表明,其意思相当于说:当质料之中的事物毫无阻碍,并且质料之中的事物既无需添加也无需改变时,这些东西才被称为潜能上的房屋。因为如果必须添加木头或石头,或者如果过剩则必须削减,或者必须加以改变以至于未经加工的材料需要被锯开或磨平,那么它们就不被称为房屋;但如果在质料之中无需添加、削减或改变任何东西,那么它们便既是、也被称为潜能上的房屋。对于其他事物亦同样如此,无论是生成原理在外的事物(如技术制品的情形),还是在具有该原理的事物自身之中的事物(正如自然事物被称为潜能上的,当外部事物毫无阻碍时,它将凭自身而存在,也就是说,如果它是自然物,它就依自身活动其能够活动的;因为“凭自身”并不是归于技术制品和自然事物二者,而是唯独归于自然事物)。例如,种子(假设为麦子)在器具中时,并不被称为潜能上的麦穗;因为它必须落入别的东西之中即大地之中并发生变化。而当它落入大地之中,并且由于其自身之中的自然原理已经成为如此性质(即能够发芽)时,它才被称为潜能上的麦穗。但前面的那个,我是指器具中的麦子,并不被称为潜能上的麦穗,因为它需要另一个原理即大地;而大地也不被称为潜能上的塑像,因为它发生变化并不成为塑像而是成为青铜,青铜则被如此称呼,因为它发生变化便成为塑像。
- 9.10βουληθέντος
属格独立结构,其逻辑主语即施动者或引导者(τὸ ἄγον / ὁ ποιῶν)在上下文中被承前省略(“当[施动者]意欲时”)。注疏者在紧接着的“ὅτε καὶ ἡνίκα βουληθῇ τὸ ἄγον”一句中明确指出了该主语。
- 9.10τὸ γὰρ δι’ αὑτοῦ οὐ πρὸς ἄμφω ἀπεδόθη καὶ τὰ τεχνητὰ καὶ τὰ φυσικά, ἀλλὰ πρὸς μόνα τὰ φυσικά
该句就句法归属进行说明:亚里士多德原文中的“δι' αὑτοῦ”(凭自身)并非同时述谓技术制品(τὰ τεχνητά)与自然事物(τὰ φυσικά)两者,而是专门归属于自身内部具有本原的自然事物。
