- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:580.14-581.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本节注解亚里士多德《形而上学》1048b9及以下内容,说明潜能与现实在无限和虚空中的含义不同于通常的运动与感觉(无限并非现实自存之物,而是源于分割过程的不竭),进而转入对事物何时真正处于潜能以及直接质料的讨论。
" Ἄλλως δὲ τὸ ἄπειρον καὶ τὸ κενὸν καὶ ὅσα τοιαῦτα, λέγεται." Ἐπειδὴ οἱ τὸ ἄπειρον εἶναι λέγοντες ἔν τισι δυνάμει ἔλεγον εἶναι (ἐν μὲν γὰρ τοῖς κούφοις σώμασιν ἐνεργείᾳ, ἐν δὲ τοῖς βαρέσι δυνάμει), λέγει ὅτι τὸ δυνάμει καὶ ἐνεργείᾳ ἄλλως λέγεται ὑπάρχειν πολλοῖς τῶν ὄντων, οἷον τῷ ὁρῶντι καὶ βαδίζοντι καὶ μὴ ὁρῶντι καὶ μὴ βαδίζοντι ἄλλως λέγεται ὑπάρχειν τὸ δυνάμει καὶ τὸ ἐνεργείᾳ. λέγεται γὰρ ὁρᾶν ὁ μὴ ὁρῶν, ὅτι δύναται ἐνεργῆσαι καὶ γενέσθαι ἐνεργείᾳ ὁρῶν· ὁμοίως καὶ ὁρῶν λέγεται μὴ ὁρᾶν, ὅτι δύναται ἐνεργείᾳ γενέσθαι μὴ ὁρῶν. ἄλλως οὖν τὸ δυνάμει ἐν τούτοις λέγεται καὶ ἄλλως ἐν τῷ ἀπείρῳ καὶ κενῷ· λέγεται γὰρ δυνάμει ἄπειρον μέγεθος οὐχ ὅτι δύναται καὶ ἐνεργείᾳ γενέσθαι, ἀλλ’ ὅτι δύναται ἐπ’ ἄπειρον τέμνεσθαι. δέδεικται γὰρ ἐν τῇ Φυσικῇ ὡς οὔτε ἄπειρόν ἐστιν ἐν τοῖς οὖσιν οὔτε κενόν. τὸ μὲν γὰρ ὁρώμενον, φησίν, ὅτι ὁρᾶται, τὸ δ’ ὅτι ὁρᾶσθαι δυνατόν, τουτέστι τὸ μὲν γὰρ ὁρώμενον λέγεται μὴ ὁρᾶσθαι, ὅτι ὁρώμενον δύναται μὴ ὁρᾶσθαι (οὕτω γὰρ δεῖ τοῦ ῥητοῦ ἀκούειν)·1 τὸ δὲ μὴ ὁρώμενον λέγεται ὁρᾶσθαι, ὅτι δυνατόν ἐστιν ὁρᾶσθαι. τὸ δ’ ἄπειρον οὐχ οὕτως, ὥστε καὶ ἐσόμενον χωριστόν, ἤτοι ἐνεργείᾳ καὶ καθ’ αὑτό, ἀλλὰ τῇ γνώσει· νοοῦμεν γὰρ ἐπ’ ἄπειρον αὐξόμενον τὸν ἀριθμὸν καὶ τὸ μέγεθος τεμνόμενον, ἐνεργείᾳ δὲ οὐδέποτέ ἐστιν. καὶ τὴν αἰτίαν τοῦ πῶς δυνάμει μὲν ἀεί ἐστιν ἐπ’ ἄπειρον τέμνεσθαι ἐπάγει λέγων τὸ γὰρ μὴ ὑπολείπειν τὴν διαίρεσιν ἀποδίδωσι τὸ εἶναι δυνάμει ταύτην τὴν ἐνέργειαν,2 τουτέστι τὸ δύνασθαι ἐνεργεῖν κατὰ τὴν ἐπ’ ἄπειρον τομὴν τὰ μεγέθη δίδωσι. τί δέ ἐστι τὸ διδόν; τὸ μὴ ὑπολείπειν τὴν διαίρεσιν. ἐπειδὴ γὰρ οὐχ ὑπολείπει ἐν τοῖς μεγέθεσιν ἡ διαίρεσις, ἀλλ’ ὃ ἂν δοθείη δύναται δίχα τέμνεσθαι, ἐπὶ τούτῳ ἡ χορηγία καὶ ἡ πηγὴ τοῦ δύνασθαι ἐπ’ ἄπειρον τέμνεσθαι ἐν τοῖς μεγέθεσι. διὸ οὐχ ὑπολείπει τὸ εἶναι δυνάμει ταύτην τὴν ἐνέργειαν, τουτέστι τὸ δύναμιν ἔχειν τὰ μεγέθη ἐνεργεῖν κατὰ τὸ ἐπ’ ἄπειρον τέμνεσθαι δίδωσιν οὐδὲν ἄλλο ἢ τὸ τὴν διαίρεσιν μὴ ὑπολείπειν. εἰ μὲν γὰρ ἡ διαίρεσις καὶ τὸ δίχα τέμνεσθαι τὰ μεγέθη ὑπελείπετο, οὐκ ἂν ἐπ’ ἄπειρον ἐτέμνετο οὐδ’ εἶχε τούτου δύναμιν· ἐπειδὴ δὲ οὐχ ὑπολείπει, διὰ τοῦτο ἐπ’ ἄπειρον ἔχει δύναμιν τοῦ τέμνεσθαι. καὶ τοῦτο μέν, φημὶ δὴ τὸ ἐπ’ ἄπειρον τέμνεσθαι, δίδωσι τὸ μὴ ὑπολείπειν τὴν διαίρεσιν ἀλλ’ ἀεὶ εἶναι διαίρεσιν, τὸ δὲ χωρίζεσθαι καὶ ἐνεργείᾳ εἶναι τὸ ἄπειρον οὐ δίδωσιν. Τὸ μὲν οὖν ἐνεργείᾳ τί τέ ἐστι καὶ ποῖον, ἐκ τούτων καὶ τῶν τοιούτων δῆλον ἡμῖν ἔστω. Ἐν τῷ Δ λέγων τὰ σημαινόμενα τῆς δυνάμεως καὶ ἐνεργείας, εἰρηκὼς ὅτι πότε δὴ τὰ τοιαῦτα καὶ δυνάμει καὶ ἐνεργείᾳ λέγεται καὶ πότε οὔ, ἐν ἄλλοις διοριστέον, νῦν τὰ περὶ τοῦ ἐνεργείᾳ συμπερανάμενος καὶ εἰπὼν τὸ μὲν οὖν ἐνεργείᾳ τί τέ ἐστι καὶ ποῖον, δῆλον ἡμῖν ἐκ τῶν τοιούτων ἔστω, ὅπερ ἐκεῖσε ἐπηγγείλατο εἰπεῖν, νῦν λέγει, ὅτι πότε δυνάμει ἐστὶν ἕκαστον καὶ πότε οὔ, διοριστέον· οὐ γὰρ τὰ τυχόντα λέγεται. καὶ τάχα, εἴ τι συνίημι, τὴν ἑκάστῳ προσεχῆ ὕλην βούλεται δυνάμει λέγειν ἐκεῖνο εἶναι ὃ δύναται,3 τὴν δὲ πόρρω οὐδαμῶς. ἐρωτᾷ δή, ἆρα ἡ γῆ ἐστι δυνάμει ἄνθρωπος; καὶ ἐρωτήσας ἐπικρίνει λέγων ἢ οὔ, ἤτοι οὐκ ἔστιν, ἀλλὰ μᾶλλον ὅταν γένηται σπέρμα.
“而无限与虚空,以及所有这类事物,则是以另一种方式被言说的。” 既然主张无限存在的人声称它在某些事物中是潜能地存在的(因为在轻的物体中它是现实地存在的,而在重的物体中则是潜能地存在的),他说,潜能与现实在许多存在物中被言说是以另一种方式属于它们的,例如对于看见者与行走者,以及没在看者与没在走者,潜能与现实被言说是以另一种方式属于它们的。因为没在看的人被说成在看,乃是因为他能够活动并在现实中成为看见者;同样地,看见者也被说成没在看,乃是因为他能够在现实中成为没在看者。因此,在这些事物中潜能是在一种意义上被言说的,而在无限与虚空的情形中则是在另一种意义上被言说的;因为一个量度被称为潜能上是无限的,并不是因为它也能够在现实中成为[无限的],而是因为它能够被无限地分割。因为在《物理学》中已经证明,在存在的事物中既没有无限也没有虚空。因为他说,一方面的事物是因为它被看见[而为可见者],另一方面的事物则是因为它能够被看见;也就是说,被看见的事物被说成没被看见,是因为即便被看见它也可能不被看见(因为必须这样来理解这段话);而没被看见的事物被说成被看见,乃是因为它可能被看见。但无限并非如此,以至于也会成为分离的——即现实地且就其自身而言的——而是存在于认识中;因为我们在思维中设定数无限地增加以及量度被分割,但在现实中它绝不存在。并且他补充了它如何在潜能中总是可以无限分割的原因,说:分割不间断赋予了这一现实是处于潜能之中的,也就是说,它给予量度依无限分割而活动的能力。那么给予者是什么呢?就是分割不间断。因为既然在量度中分割不间断,而是所给出的任何东西都能够被二分,量度中无限可分之能力的源泉与提供便建立在此基础之上。因此,这一现实处于潜能之中并不间断,也就是说,给予量度依无限分割而活动之能力的,无非就是分割的不间断。因为如果量度的分割和二分间断了,它们就既不会被无限分割,也不会拥有对此的潜能;但既然它不间断,因此它们便拥有被无限分割的潜能。而这一点——我指被无限分割——是由分割不间断且总有分割所给予的,但它并不给予无限是分离的且在现实中存在。 “那么,现实是什么以及具有何种性质,由这些以及此类考量对我们而言当已明晰。” 在第五卷中陈述了潜能与现实的诸种涵义,并说明了此类事物何时在潜能上以及在现实上被言说、何时不然应当在别处加以判定之后,现在,在总结了关于现实的问题并说了“那么,现实是什么以及具有何种性质,由这些考量对我们而言当已明晰”之后,他现在说明了他在那里所承诺要说的事情,即:何时各事物是处于潜能之中的、何时不然,应当加以判定;因为它们并非任意被言说的。并且或许——如果我有所领会的话——他是意图说明,唯有对每一事物而言的直接质料才是潜能上作为其所能够成为的那种东西,而遥远的质料则绝非如此。于是他问道:大地潜能上是人吗?在发问之后他断定说“或者并非如此”,即并非如此,而是要在它成为种子的时候。
- 9.10οὕτω γὰρ δεῖ τοῦ ῥητοῦ ἀκούειν
动词 ἀκούω 带属格 τοῦ ῥητοῦ,在此作惯用表达,意为“如此理解/解释此文本或语句”。这是注释者对他此前对亚里士多德省略句(τὸ μὲν γὰρ ὁρώμενον...)所作的补充性阐发给出的解释学依据。
- 9.10τὸ γὰρ μὴ ὑπολείπειν τὴν διαίρεσιν ἀποδίδωσι τὸ εἶναι δυνάμει ταύτην τὴν ἐνέργειαν
主语是带冠词不定式短语 τὸ μὴ ὑπολείπειν τὴν διαίρεσιν(分割不间断),主动词 ἀποδίδωσι 的直接宾语是另一个带冠词不定式短语 τὸ εἶναι δυνάμει ταύτην τὴν ἐνέργειαν(这一现实处于潜能之中)。随后的 τουτέστι 从句对此宾语的内容进行了解释性同位说明。
- 9.10τὴν ἑκάστῳ προσεχῆ ὕλην βούλεται δυνάμει λέγειν ἐκεῖνο εἶναι ὃ δύναται
由 βούλεται 支配的补足不定式 λέγειν 引出带不定式的宾格句结构(Aci):εἶναι 的逻辑主语是宾格 τὴν ἑκάστῳ προσεχῆ ὕλην(每一事物的直接质料),表语为 δυνάμει ... ἐκεῖνο ... ὃ δύναται(潜能上作为其所能够成为的那种东西)。与之相对的 τὴν δὲ πόρρω 中省略并承前补充了相同的谓述结构。
