- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:579.14-580.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大阐释了亚里士多德在《形而上学》第Θ卷第6章中通过类比而非定义来把握现实的方法,列举了苏格拉底和雕像等具体事例,并解释了类比关系分为“运动相对于潜能”与“实体相对于质料”这两种类型。
εἰ δὲ τοῦτο, καὶ τὴν ἐνέργειαν ἐκ τῶν καθ’ ἕκαστα καὶ τῆς ἐπαγωγῆς δεῖ γινώσκειν ἀλλ’ οὐ δι’ ὅρου. ἔστω δὴ σαφηνείας ἕνεκεν ὅτι βουλόμεθα δηλῶσαι τὴν ἐνέργειαν καὶ τὸ ἐνεργεῖν τὸν Σωκράτην περὶ τὸ γράφειν. δηλώσομεν δὴ τοῦτο δι’ ἀναλογίας καὶ τῶν κατὰ μέρος οὕτως· ὡς ἔχει τὸ οἰκοδομοῦν καὶ τὸ ἐνεργοῦν ἤδη πρὸς τὸ οἰκοδομικὸν καὶ μὴ ἐνεργοῦν δυνάμενον δὲ οἰκοδομῆσαι, καὶ τὸ ἐγρηγορὸς πρὸς τὸ καθεῦδον καὶ δυνάμενον ἐγρηγορῆσαι, καὶ τὸ ὁρῶν πρὸς τὸ μύον μὲν ὄψιν δὲ ἔχον, καὶ τὸ ἀποκεκριμένον ἐκ τῆς ὕλης πρὸς τὴν ὕλην. ὃ δὴ ἀσαφῶς εἴρηται· δοκεῖ γὰρ λέγειν ὅτι καὶ τὸ χωρισθὲν εἶδος ἐκ τῆς ὕλης,1 οὐ τοῦτο δέ φησιν· οὐ γὰρ βούλεται οὗτος εἶδος εἶναί ποτε φυσικὸν χωρὶς ὕλης· ἀλλ’ ἀποκεκριμένον λέγοι ἂν τὸν ἀνδριάντα, ὡς τύπῳ εἰπεῖν, πρὸς τὸν χαλκὸν τὸν μήπω τὸ τοῦ ἀνδριάντος εἶδος ἔχοντα, δυνάμενον δὲ δέξασθαι τὸ τοῦ ἀνδριάντος εἶδος. καὶ πάλιν ὡς ἔχει τὸ ἀπειργασμένον κιβώτιον πρὸς τὸ ἀνέργαστον ξύλον, δυνάμενον δὲ ἐργασθῆναι καὶ γενέσθαι κιβώτιον. ὡς δὴ ταῦτα ἔχει, ἔστι τέ τι, τουτέστιν οὕτως ἔστι καὶ ὁ Σωκράτης ὁ γράφων πρὸς τὸν μὴ γράφοντα. τοῦτο δὴ εἰπόντες φανερόν ἐστιν ὡς δεδήλωται ἡ ἐνέργεια τοῦ Σωκράτους, ἣν ἐνεργεῖ, λέγω δὴ τὸ γράφειν. ταύτης δὲ τῆς διαφορᾶς (διαφορὰν λέγων τὴν ἐξ ἀναλογίας συζυγίαν, οἷον ὡς τὸ ὁρῶν πρὸς τὸ μύον καὶ τὸ ἐγρηγορὸς πρὸς τὸ καθεῦδον), ταύτης δὴ τῆς διαφορᾶς θάτερον μόριον ἔστω ἡ ἐνέργεια, τό τε ὁρᾶν καὶ τὸ ἐγρηγορέναι, θάτερον δὲ τὸ δυνατόν, τό τε μύον καὶ τὸ καθεῦδον, ὅτι δύναται τὸ μὲν ἀναβλέψαι τὸ δὲ ἐγρηγορέναι. εἰπὼν δὴ ὅτι τῆς ἐνεργείας οὐ δεῖ ὁρισμὸν ζητεῖν, ἀλλ’ ἐξ ἀναλογίας αὐτὴν οἵα ἂν καὶ εἴη δηλοῦν δεῖ, καὶ εἰπὼν ὅπως τοῦτο ποιητέον, λέγει, εἰ καὶ πάντα τὰ ἐνεργείᾳ κατ’ ἀναλογίαν λέγειν προσήκει, πλὴν οὐχ ὁμοίως πάντα λέγεται, ἀλλὰ τὰ μὲν γὰρ ὡς κίνησις πρὸς δύναμιν λέγεται, τὰ δ’ ὡς οὐσία πρὸς τὴν ὕλην, οἷον εἰ λέγοι τις, ὡς ὁ βαδίζων πρὸς τὸν καθήμενον, οὕτως Ἀλέξανδρος πρὸς τὸ καταμήνιον. τὸ μὲν γὰρ βαδίζον λέγεται ὡς κίνησις πρὸς δύναμιν, τουτέστιν ὡς πάθος πρὸς πάθος, ὁ δ’ Ἀλέξανδρος πρὸς τὸ καταμήνιον ὡς οὐσία πρὸς ὕλην· ὕλη γὰρ τοῦ ἀνθρώπου τὸ καταμήνιον. τὸ δὲ μεταξὺ ἐμβληθὲν τὸ ἀλλ’ ἢ τῷ ἀνάλογον ὡς τοῦτο ἐν τούτῳ ἢ πρὸς τοῦτο τόδε ἐν τῷδε ἢ πρὸς τόδε ὑπόμνησίς ἐστι τῆς ἀναλογίας,2 ὡς εἰ ἔλεγεν ὅτι τὰ ἀνάλογον λεγόμενα (πῶς δὲ λεγόμενα; ὅτι ὡς τοῦτο ἐν τούτῳ, οἷον ὡς ὄψις ἐν ὀφθαλμῷ νοῦς ἐν ψυχῇ, καὶ ὡς ὁ οἰκοδομῶν πρὸς τὸ οἰκοδομούμενον ὁ γράφων πρὸς τὸ γραφόμενον, ἢ πρὸς τοῦτο, οὕτω τοῦτο ἐν τούτῳ ἢ πρὸς τοῦτο) οὐ πάντα ὁμοίως λέγεται, ἀλλὰ τὰ μὲν ὡς κίνησις πρὸς δύναμιν, τὰ δ’ ὡς οὐσία πρὸς ὕλην.
而如果这是如此,那么现实也应当从个别事物和归纳中被认识,而不是通过定义。那么为了明晰起见,假定我们意图说明现实以及苏格拉底关于写作的活动。我们确实将通过类比和具体事例按如下方式表明这一点:正如那正在建造并已经处于活动中的东西,相对于那具有建造能力但未在活动却能够建造的东西;那清醒着的东西相对于那沉睡着且能够清醒的东西;那正在看见的东西相对于那闭着眼却具有视力的东西;以及那从质料中被区分出的东西相对于质料。而这一点确实说得不明确;因为他似乎是在说从质料中分离的形式[相对于质料也是如此],但他所指的并非此意;因为此人绝不认为自然形式可以在脱离质料的情况下存在;毋宁说,以粗略之辞而言,他所谓的被区分出的东西,指的是雕像相对于尚未具有雕像形式但能够接受雕像形式的青铜。又如,完工的木箱相对于未加工但能够被加工并成为木箱的木料。正如这些事物的情形那样,“并且具有某种关系”,也就是说,正在书写的苏格拉底相对于没有在书写的苏格拉底也是如此。当我们说了这一点之后,显然苏格拉底所从事的现实——我指的书写——便已经被指明了。而在此差异中(他所说的差异是指由类比而来的配对,例如看见者相对于闭眼者,清醒者相对于沉睡者),且让此差异的一方成为现实——即看见和清醒,另一方成为可能者——即闭眼者和沉睡者,因为前者能够重新睁眼,后者能够清醒。在他说了不应当寻求现实的定义,而是应当通过类比表明它究竟是何种性质,并且说明了应当如何做之后,他说,即便将处于现实中的一切事物依类比而言说是恰当的,然而并非一切都以同样方式被言说,而是有些是作为运动相对于潜能被言说的,另一些则是作为实体相对于质料被言说的;例如,倘若有人说:正如步行者相对于坐着的人,亚历山大相对于经血也是如此。因为步行者是作为运动相对于潜能被言说的,也就是作为情状相对于情状,而亚历山大相对于经血则是作为实体相对于质料;因为经血是人的质料。而在中间插入的这句“除非通过类比,正如这在此之中或相对于此,那便在彼之中或相对于彼”,是对类比的提醒,就好像他是说:依类比而言的事物(而它们是如何被言说的呢?即:正如这在此之中——例如视力在眼球中,理智在灵魂中;以及建造者相对于被建造物,书写者相对于被书写物——或者相对于此,这便如此在此之中或相对于此)并非全都以同样方式被言说,而是有些是作为运动相对于潜能,另一些则是作为实体相对于质料。
- 9.9δοκεῖ γὰρ λέγειν ὅτι καὶ τὸ χωρισθὲν εἶδος ἐκ τῆς ὕλης
在 ὅτι 引导的从句中,动词及谓语成分(如 πρὸς τὴν ὕλην ἐστίν)根据上下文被省略了。需结合前文的比例句结构(ὡς ἔχει... πρὸς τὴν ὕλην)来补充理解:“他似乎是在说从质料中分离的形式[相对于质料也是如此]”。
- 9.9τὸ δὲ μεταξὺ ἐμβληθὲν τὸ ἀλλ’ ἢ τῷ ἀνάλογον ὡς τοῦτο ἐν τούτῳ ἢ πρὸς τοῦτο τόδε ἐν τῷδε ἢ πρὸς τόδε ὑπόμνησίς ἐστι τῆς ἀναλογίας
主句的基本骨架是 τὸ δὲ μεταξὺ ἐμβληθὲν τὸ [引文](主语)... ὑπόμνησίς ἐστι τῆς ἀναλογίας(谓语部分)。整句引文被中性单数定冠词 τό 名词化,展现了注疏者对该插入句的句法界定。
