← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§56.32-57.34

二元生成数与质数的涵义

亚历山大解释了亚里士多德在《形而上学》987b33中论及柏拉图为何将第二始基设立为二元的说法(即质数之外的数如由模具中生成),阐述了二元如何使数倍增的机制,并讨论了“质数”究竟是指一般的奇数还是单纯的质数这两种解释。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.54#2

ἀλλὰ μὴν πρῶτος ἀριθμὸς ἡ δυάς· ταῦτα ἄρα τῆς δυάδος στοιχεῖα. καὶ διὰ τοιαῦτα μέν τινα ἀρχὰς τῶν τε ἀριθμῶν καὶ τῶν ὄντων ἁπάντων ἐτίθετο Πλάτων τό τε ἓν καὶ τὴν δυάδα, ὡς ἐν τοῖς Περὶ τἀγαθοῦ Ἀριστοτέλης λέγει. λέγει δὲ νῦν καὶ διὰ τοῦτο αὐτὸν δυάδα ποιῆσαι τὴν ἑτέραν φύσιν τῶν ἀρχῶν, διὰ τὸ τοὺς ἀριθμοὺς ἔξω τῶν πρώτων εὐφυῶς ἐξ αὐτῆς γεννᾶσθαι ὥσπερ ἔκ τινος ἐκμαγείου· τοῦτο δὲ ὅτι δοκεῖ αὐτῷ ἡ δυὰς διαιρετικὴ παντὸς εἶναι ᾧ προσήγετο· διὸ καὶ δυοποιὸν αὐτὴν ἐκάλει. δὶς γὰρ ἕκαστον τῶν οἷς προσάγεται ποιοῦσα διαιρεῖ πως αὐτό,1 οὐκ ἐῶσα μένειν ὃ ἦν· ἥτις διαίρεσις γένεσίς ἐστιν ἀριθμῶν. ὥσπερ τὰ ἐκμαγεῖα καὶ οἱ τύποι πάντα τὰ ἐναρμοσθέντα αὐτοῖς ὅμοια ποιοῦσιν, οὕτω καὶ ἡ δυὰς ὥσπερ τι οὖσα ἐκμαγεῖον τῶν μετ’ αὐτὴν γεννητικὴ ἀριθμῶν γίνεται, ἕκαστον ᾧ ἂν προσαχθῇ δύο τε καὶ διπλοῦν ποιοῦσα. τῷ μὲν γὰρ ἑνὶ προσαχθεῖσα τὰ δύο ἐποίησε (δὶς γὰρ ἓν δύο), τοῖς δὲ δύο τὰ τέσσαρα (δὶς γὰρ δύο τὰ τέσσαρα), τοῖς δὲ τρισὶ τὰ ἕξ· δὶς γὰρ τρία ἕξ. ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων. τὸ δὲ ἔξω τῶν πρώτων εἶπεν ἀντὶ τοῦ ἔξω τῶν περιττῶν. οὐκέτι γὰρ τοῦτον τὸν τρόπον ἡ γένεσις τῶν περιττῶν ἀριθμῶν γίνεται· οὐ γὰρ κατὰ διπλασιασμὸν ἢ τὴν εἰς δύο διαίρεσιν ἡ γένεσις τῶν περιττῶν ἀριθμῶν. νῦν μὲν οὖν πρώτους ἀριθμοὺς ἁπλῶς πάντας εἶπε τοὺς περιττούς· πρῶτοι γὰρ οὗτοι τῶν ἀρτίων συνήθως. πρῶτοι δὲ ἀριθμοὶ λέγονται ἁπλῶς οἱ μονάδι μόνῃ μετρούμενοι, ὡς ὁ τρία καὶ ὁ πέντε καὶ ὁ ἑπτά (εἴη δ’ ἂν καὶ ἡ δυὰς τοιαύτη), πρὸς ἀλλήλους δὲ οἱ κοινὸν μέτρον μονάδα μόνην ἔχοντες, μετρούμενοι μέντοι καθ’ ἑαυτοὺς καὶ ὑπ’ ἀριθμοῦ τινος. οὕτως ἔχουσι πρὸς ἀλλήλους ὁ ὀκτὼ καὶ ὁ ἐννέα· κοινὸν γὰρ τούτων μέτρον μόνη ἡ μονάς· καίτοι ἑκάτερος αὐτῶν ἔχει τινὰ ἀριθμὸν μέτρον, ὁ μὲν ὀκτὼ τόν τε δύο καὶ τὸν τέσσαρα, ὁ δὲ ἐννέα τὸν τρία. νῦν μέντοι πρώτους λέγοι ἂν πάντας τοὺς περιττοὺς ὡς πρώτους τῶν ἀρτίων ὄντας· οὐδεὶς γὰρ αὐτῶν κατὰ τὸν προειρημένον τρόπον ὑπὸ τῆς δυάδος γεννᾶται· μονάδος γὰρ προστιθεμένης ἑκάστῳ τῶν ἀρτίων ἀριθμῶν οἱ περισσοὶ γίγνονται, μονάδος δὲ οὐ τοῦ ἑνὸς τοῦ ὡς ἀρχῆς2 (εἰδοποιὸν γὰρ τοῦτο ἀλλ’ οὐχ ὑλικόν), ἀλλ’ ὥσπερ ἦν δυὰς τὸ μέγα καὶ τὸ μικρὸν ὁρισθέντα τῷ ἑνί, οὕτω καὶ ἑκάτερον ἐκείνων ὁριζόμενον τῷ ἑνὶ μονὰς εἶναι λέγεται. τὸ δὲ ἔξω τῶν πρώτων εἴρηκεν ἀντὶ τοῦ τῶν ἁπλῶς πρώτων· οὗτοι δὲ ἦσαν οἱ μονάδι μόνῃ μετρούμενοι, ὡς τρία, πέντε, ἑπτά. τούτους δὲ μόνους μὴ γεννᾶσθαι ὑπὸ τῆς δυάδος, ὅτι οἱ μὲν ἄλλοι πάντες οἱ παρὰ τοὺς πρώτους γεννῶνται ἀριθμοὶ ἐπ’ ἀριθμοῦ γενόμενοι3 (διὸ ἐπειδὴ ἡ γένεσις αὐτῶν ἐκ δύο ἀριθμῶν, ἐκ δυάδος ἂν εἶεν γενόμενοι), οἱ δὲ ἁπλῶς πρῶτοι μὴ γενόμενοι οὕτως οὐδ’ ἂν ὑπὸ τῆς δυάδος γεννᾶσθαι λέγοιντο.

然而诚然,二元是第一个数;因此这些是二元的元素。柏拉图正是出于某些诸如此类的原因,才将一和二元设立为数以及一切存在之物的始基,正如亚里士多德在《论善》中所说的那样。而他[亚里士多德]现在说,柏拉图也是为此才把始基中的另一种本性设立为二元,即由于除了质数以外的数都很容易由它生成,仿佛出于某种模具一样。而这是因为在他[柏拉图]看来,二元对于它所施加于的一切事物都具有分割作用;因此他也称其为“造二者”。因为通过把所施加于的事物各做成两倍,它在某种意义上分割了该物,不让它保持原先所是的状态;而这种分割就是数的生成。正如模具和印模使一切嵌入它们的事物变得相似,二元也宛如某种模具一样,成了产生居于其后的诸数的生殖性者,把所施加于的每一事物做成两个且成倍。因为施加于一时,它生成了二(因为两倍的一是二),施加于二时,它生成了四(因为两倍的二是四),施加于三时,生成了六(因为两倍的三是六)。在其他数上也是如此。而他所说的“除了质数以外”,是用来代替“除了奇数以外”。因为奇数的生成不再是以这种方式进行的;因为奇数的生成既不依照倍增,也不依照二分。在这里,他把所有奇数都简单地称为“质数”;因为按照通常的说法,奇数先于偶数。但所谓单纯的质数,是指仅由单子度量的数,如三、五、七(二元也会是这样的数),而互质的数则是指仅以单子为共同度量,但其自身也由某个数度量的数。八与九彼此之间就是这种情况;因为它们唯一的公度量是单子;然而它们各自都具有某个作为度量的数,八具有二和四,九则具有三。不过在这里,他大概是将所有奇数都称为质数,因为它们先于偶数;因为它们中没有一个是以上述方式由二元生成的。因为奇数是在每个偶数上加上一个单子而生成的,而这单子并非作为始基的一(因为这是产生形式的而非质料性的),而是正如大与小经由一规定后是二元一样,它们中的每一个经由一规定后也都被称为单子。或者,“除了质数以外”是他用来代替“除了单纯的质数以外”;而这些数就是仅由单子度量的数,如三、五、七。之所以唯独这些数不由二元生成,是因为质数之外的所有其他数,都是通过与一个数相乘而生成的(因此既然它们的生成来自两个数,它们就应当是出于二元生成的),而单纯的质数并非如此生成,因而也不能说是被二元生成的。

语法注3 条
  1. 1.54δὶς γὰρ ἕκαστον τῶν οἷς προσάγεται ποιοῦσα διαιρεῖ πως αὐτό

    短语 τῶν οἷς προσάγεται 是由冠词 τῶν 名词化的关系从句(“它所施加于的事物”)。分词短语 δὶς ... ποιοῦσα 作方式状语修饰主要动词 διαιρεῖ,意为“通过把所施加于的每一事物做成两倍”。

  2. 1.54μονάδος δὲ οὐ τοῦ ἑνὸς τοῦ ὡς ἀρχῆς

    此句紧接独立属格 μονάδος προστιθεμένης,用 οὐ τοῦ ἑνὸς τοῦ ὡς ἀρχῆς 作同位语限定说明:“附加的单子,并非作为始基的一”。括号中的理由说明 εἰδοποιὸν γὰρ τοῦτο 补充指出作为始基的一是形式性的而非质料性的。

  3. 1.54ἐπ’ ἀριθμοῦ γενόμενοι

    介词 ἐπί 接属格表示数学上的乘法关系,意为“与一个数相乘而生成”。亚历山大借此说明除质数外的合数均由两个数相乘生成,因此可被视为产生自二元(两个数)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:56.32-57.34