← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§578.13-579.14

现实的界定与通过归纳和类比的把握

亚里士多德在《形而上学》卷9第6章开头(1048a25)从关于运动的潜能转向界定现实,亚历山大对此进行注解,阐明潜能与现实的多重含义、具体例证(如木中的赫尔墨斯像、对角线中的半线等),以及现实应当通过归纳和类比而非严格定义来把握。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9.9#1

" Ἐπεὶ δὲ περὶ τῆς κατὰ κίνησιν λεγομένης δυνάμεως εἴρηται, περὶ ἐνεργείας διορίσωμεν." Εἰπὼν περὶ τῆς κατὰ κίνησιν δυνάμεως (αὕτη δὲ ἦν ἡ πρώτη καὶ ἀνείδεος ὕλη), νῦν διορίζει καὶ περὶ ἐνεργείας τί τέ ἐστι καὶ ποῖόν τι. διορίζοντες δέ, φησί, περὶ τοῦ ἐνεργείᾳ ἅμα δῆλον ἔσται καὶ περὶ τοῦ δυνατοῦ ὅτι οὐ μόνον τοῦτο λέγομεν δυνατὸν ὃ πέφυκε κινεῖν ἄλλο· τὸ γὰρ πῦρ (εἰλήφθω δὲ τοῦτο εἰς ὑπόδειγμα) πέφυκε θερμαίνειν, τὸ δὲ ὕδωρ πέφυκε κινεῖσθαι καὶ θερμαίνεσθαι ὑπὸ τοῦ πυρὸς ἢ ὑπ’ ἄλλου του θερμαντικοῦ. τὸ δὲ ἢ ἁπλῶς ἢ τρόπον τινὰ πρόσκειται ὅτι εἴρηκεν ἐν τῷ Δ τῆσδε τῆς πραγματείας,1 ὅτε περὶ τοῦ δυνατοῦ διώριζεν ὁσαχῶς λέγεται, ὅτι τὰ δυνατὰ κινεῖσθαι ἢ ὅταν ἁπλῶς καὶ ὡς ἔτυχεν εἴτε ἐπὶ τὸ χεῖρον καὶ τὴν φθορὰν εἴτε ἐπὶ τὸ κρεῖττον, λέγεται δυνατά, ἢ ὅταν μὲν ἐπὶ τὸ χεῖρον κινῇ, οὐ λέγεται δυνατά, ὅταν δὲ ἐπὶ τὸ κρεῖττον, λέγεται. τὸ οὖν ἁπλῶς εἴρηται ἀντὶ τοῦ ὡς ἔτυχε καὶ ἀδιορίστως, τὸ δὲ τρόπον τινὰ διωρισμένως, εἴτε καὶ ἄλλως. διορίζοντες δή, φησί, περὶ τοῦ ἐνεργείᾳ δῆλον ἔσται ὅτι οὐ μόνον τοῦτο λέγομεν δυνατὸν ὃ πέφυκε κινεῖν ἄλλο ἢ κινεῖσθαι ὑπ’ ἄλλου, ἀλλ’ ὅτι τὸ δυνατὸν λέγεται καὶ ἑτέρως. διὸ ζητοῦντες, φησί, περὶ τοῦ τοιούτου τοῦ καὶ ἑτέρως δυνατοῦ λεγομένου διήλθομεν καὶ περὶ τούτων τῶν δυνατῶν τῶν πεφυκότων κινεῖν ἢ κινεῖσθαι, ὡς ἐντεῦθεν ἐσομένου κἀκείνου δήλου. ταῦτα εἰπὼν τὰ περὶ τῆς ἐνεργείας διορίζεται, ἔστι, λέγων, ἐνέργεια ὅταν ὑπάρχῃ τὸ πρᾶγμα οὐχ ὥστε μὴ ἐνεργεῖν, δυνάμενον δὲ ἐνεργῆσαι, τὸ δὲ ἐνεργείᾳ, τουτἔστιν ἀλλ’ ἐκεῖνό ἐστιν ἐνέργεια τὸ οὕτως ἐνεργείᾳ ὂν καὶ ἐνεργοῦν,2 καθ’ ὃ πρότερον μὴ ἐνεργοῦν, δυνάμενον δὲ ἐνεργῆσαι, ἤδη ἐνεργεῖ. οὕτω μὲν οὖν τὸ ἑξῆς ἐστι τῶν λεγομένων καὶ οὕτως ἀναγνωστέον. εἶτα τὸ λέγομεν δὲ δυνάμει οἷον ἐν τῷ ξύλῳ Ἑρμῆν· καὶ εἰσὶ ταῦτα ἐξηγητικὰ τοῦ μὴ οὕτως ὥσπερ λέγομεν δυνάμει· πῶς δὲ λέγομεν τὸ δυνάμει ἐπάγει, οἷον ἐν τῷ ξύλῳ τῷ μὴ ἔχοντι τὸ τοῦ Ἑρμοῦ εἶδός φαμεν ὅτι ἐστὶν ἐν αὐτῷ Ἑρμῆς, διότι δύναται δέξασθαι τὸ τοῦ Ἑρμοῦ εἶδος· καὶ ἐν τῇ διαμέτρῳ λέγομεν εἶναι τὴν ἡμίσειαν, ὅτι δύναται ἀπ’ αὐτῆς ἀφαιρεθῆναι καὶ εἶναι καθ’ ἑαυτὴν ἐνεργείᾳ· καὶ ἐπιστήμονα τὸν μὴ θεωροῦντα, δυνάμενον δὲ θεωρῆσαι. εἰπὼν δὴ ὅτι ἔστιν ἐνέργεια τὸ ὑπάρχειν τὸ πρᾶγμα μὴ οὕτως ὥσπερ λέγομεν δυνάμει καὶ μὴ ἐνεργεῖν, τὸ δὲ ἐνεργείᾳ ὂν καὶ ἤδη ἐνεργοῦν, λέγει ὅτι δῆλον δέ ἐστιν ὃ βουλόμεθα ἐνέργειαν λέγειν ἐπὶ τῶν καθ’ ἕκαστα τῇ ἐπαγωγῇ, καὶ οὐ χρὴ παντὸς πράγματος ὅρον ζητεῖν· οὐ γὰρ πάντα τοῖς ὅροις γινώσκομεν, ἐπεὶ μηδὲ πάντων εἰσὶν ὅροι, ὡς δέδεικται ἐν τῷ Ζ τῆσδε τῆς πραγματείας, ἀλλ’ ἔνια καὶ δι’ ἐπαγωγῆς καὶ δι’ ἀναλογίας συνορῶμεν καὶ γινώσκομεν.

“既然关于就运动而言所说的潜能已经讨论过了,我们就来界定现实。” 在论述了就运动而言的潜能(而这就是第一且无形式的质料)之后,现在他也界定了关于现实它是何物以及具有何种性质。他说,当界定现实中的事物时,关于可能者也将同时明确:我们不仅称那本性上能推动他物者为可能者;因为火(且让这被取作为例证)本性上能致热,而水则本性上能被火或被某种其他的致热者推动并被加热。而加上“要么无条件地,要么以某种方式”,是因为他在本论著的第Δ卷中界定可能者有几种说法时说过:能被推动者,要么是在无条件地且随意地被推动时——无论朝向更差和毁灭,还是朝向更好——被称为可能者;要么是在朝向更差推动时不被称为可能者,而在朝向更好时才被这样称呼。因此,“无条件地”是代替“随意且不加界定地”而说的,而“以某种方式”则是代替“受到界定地,或以其他方式”说的。他说,在界定现实中的事物时,显然我们将不仅称那本性上能推动他物或被他物推动者为可能者,而且可能者也可以在另一种意义上被言说。他说,因此在探究这样一种亦在另一意义上被称为可能的事物时,我们也考察了本性上能推动或被推动的这些可能者,因为从这里出发,那个概念也将变得清楚。在说了这些之后,他界定了关于现实的事项,他说,现实就是事物存在着,不是处于虽能够活动却不活动的样式,而是在现实中——也就是,那由此处于现实中并活动着的东西才是现实,依其而言,先前并未活动但能够活动的东西,现在已经活动了。那么,所言之事的脉络就是如此,也应当这样来读。接着是“我们说潜能上存在,例如木中的赫尔墨斯像”。而这些是对“不是以我们所说的潜能的方式”的解释。他进而引出我们是如何说“在潜能中”的:例如,对于不具有赫尔墨斯形式的木材,我们说赫尔墨斯在其中,是因为它能够接受赫尔墨斯的形式;在对角线中我们说存在着半线,是因为它能够从中被切分出来并在现实中独立存在;以及称那虽未在观照但能观照的人为具有知识者。在他说了现实就是事物存在着,不是以我们所说的在潜能中且不活动的方式,而是处于现实中且现在活动着之后,他说,我们意指为现实的东西,在个别事物中通过归纳是显而易见的,并且不应当去寻求一切事物的定义;因为我们并非凭定义认识一切事物,既然并非一切事物都有定义(正如在本论著第Ζ卷中所证明的那样),而是有些事物我们也是通过归纳和类比来一同把握并认识的。

语法注2 条
  1. 9.9τὸ δὲ ἢ ἁπλῶς ἢ τρόπον τινὰ πρόσκειται ὅτι εἴρηκεν ἐν τῷ Δ τῆσδε τῆς πραγματείας

    主语是带有中性定冠词的引用短语 τὸ ... ἢ ἁπλῶς ἢ τρόπον τινά(引自亚里士多德1048a27附近的文句),主谓动词为 πρόσκειται(“被加上”)。ὅτι 从句充当原因副词从句(“因为……”),解释了亚里士多德参照本论著第5卷(Δ卷)的规定而做出此项补充的原因。

  2. 9.9ἔστι, λέγων, ἐνέργεια ὅταν ὑπάρχῃ τὸ πρᾶγμα οὐχ ὥστε μὴ ἐνεργεῖν, δυνάμενον δὲ ἐνεργῆσαι, τὸ δὲ ἐνεργείᾳ, τουτἔστιν ἀλλ’ ἐκεῖνό ἐστιν ἐνέργεια τὸ οὕτως ἐνεργείᾳ ὂν καὶ ἐνεργοῦν

    这是重构并诠释亚里士多德原文(1048a30–32:ἔστι δὴ ἐνέργεια τὸ ὑπάρχειν τὸ πρᾶγμα μὴ οὕτως ὥσπερ λέγομεν δυνάμει)的复杂句。在 ἔστι ... ἐνέργεια ὅταν ... 的基本骨架下,注释者通过 τουτέστιν(“也就是”)来疏解后半部的 τὸ δὲ ἐνεργείᾳ,将其阐明为“先前未活动而能活动者现在活动这一意义上的处于现实中并活动着”。正如后文 οὕτω μὲν οὖν τὸ ἑξῆς ἐστι τῶν λεγομένων(“所言之事的脉络就是如此”)所示,此处是在指引读者理清原文晦涩的句法脉络。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:578.13-579.14