← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§577.17-578.12

作为理性潜能决定因素的欲求与选择

针对亚里士多德《形而上学》1047b31以下关于伴随理性的潜能的论述,亚历山大指出欲求(选择)是阻止相反活动同时发生的决定性因素,并解释了为何无需在潜能的定义中额外补充“无外在阻碍”这一限定条件。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9.8#2

τοῦτο δὲ ἀδύνατον, τὸ τὸν αὐτὸν ἅμα ὑγιαίνειν καὶ νοσεῖν. ὥστε ἔστι τὸ κύριον ἐν ταῖς μετὰ λόγου δυνάμεσι τὸ μὴ ἐῶν τὰ ἐναντία ποιεῖν,1 ἀλλὰ θάτερον, οὗ ἂν ὀρέγηται· τοῦτο δ’ ἐστὶν ἡ ὄρεξις ἡ προαίρεσις. ὁποτέρου γὰρ ἂν κυρίως ὀρέγηται, τοῦτο καὶ ποιήσει, ὅταν ὡς δύναται ὑπάρχῃ καὶ πλησιάζῃ τῷ παθητικῷ· οἷον εἰ δύναται ὑγιάζειν καὶ νοσάζειν, οὗ ἂν ὀρέγηται, τοῦτο ὡς δύναται ποιήσει ἀλλ’ οὐχ ὡς οὐ δύναται· ὥστε πᾶν τὸ κατὰ λόγον δυνατὸν ἀνάγκη, ὅταν ὀρέγηται, οὗτινος ἔχει τὴν δύναμιν καὶ ὡς ἔχει, τοῦτο ποιεῖν. εἰ γὰρ ἔχει δύναμιν τοῦ ὑγιάζειν, τοῦτο καὶ ποιήσει. ἀλλὰ μὴν ἔχει ὁ ἰατρὸς δύναμιν τοῦ ὑγιάζειν· ὥστε παρόντος τοῦ παθητικοῦ, ἤτοι τοῦ ἀνθρώπου, καὶ ὡδὶ ἔχοντος, ἤγουν νοσοῦντος, ὑγιάσοι ἂν αὐτόν. εἰ δὲ μὴ ἔχοι δύναμιν τοῦ ὑγιάζειν, οὐ δύναται ὑγιάσαι. τοῦτο γὰρ ἐδήλωσε διὰ τοῦ εἰ δὲ μή, ποιεῖν οὐ δυνήσεται. εἰπὼν δὲ ὅτι2 τὸ δυνατὸν οὗ ἔχει τὴν δύναμιν καὶ ὡς ἔχει ποιήσει πρὸς τὸ παθητικόν, ἐπειδὴ ἔδει προσκεῖσθαι ἐν τῷ προσδιορισμῷ τὸ καὶ μηδενὸς τῶν ἔξωθεν κωλύοντος, ἵν’ ᾖ τὸ ὅλον τοιοὗτον, ὅτι τὸ δυνατὸν οὗ ἔχει τὴν δύναμιν καὶ ὡς ἔχει καὶ μηδενὸς τῶν ἔξωθεν κωλύοντος ποιήσει (εἰ γὰρ ἔχει δύναμιν τοῦ ποιῆσαι, κωλύεται δὲ ὑπό τινος, πάντως οὐ ποιήσει), τοῦτο δὴ εἰπὼν καὶ μὴ προσθείς, ὡς εἴρηται, τὸ καὶ μηδενὸς τῶν ἔξωθεν κωλύοντος, λέγει ὅτι τὸ γὰρ μηδενὸς τῶν ἔξωθεν κωλύοντος προσδιορίζεσθαι οὐδὲν ἔτι δεῖ· εἰπόντες γὰρ ὅτι ὡς ἔχει συμπεριειλήφαμεν καὶ τὸ μηδενὸς τῶν ἔξωθεν κωλύοντος. ὡς γάρ ἐστιν ἡ δύναμις τοῦ ποιεῖν, οὕτως ἔχει αὐτήν· ἔχει δ’ οὐχ ὡς ἔτυχε καὶ πάντως, ἀλλ’ ὡδί πως ἔχον, ἐν οἷς, τῷ τε ὡς ἔχει καὶ τῷ ὡδί πως ἔχειν, συμπεριείληπται καὶ τὸ μηδενὸς τῶν ἔξωθεν κωλύοντος. ὁ γὰρ λέγων ὅτι τὸ ποιοῦν ποιεῖ ὡς ἔχει καὶ ὡδί πως ἔχον, λέγει καὶ τὸ μηδὲ κωλυόμενον ὑπό τινος· ἔνια γὰρ τῶν προσόντων τῷ προσδιορισμῷ, οἷον τὸ ἔχει ἢ τὸ ὡδί πως ἔχει, συμπεριειλημμένον ἔχει ἐν ἑαυτοῖς τό τε μηδενὸς κωλύοντος μηδὲ ἐμποδίζοντος, καὶ ἀφαιρεῖται ταῦτα, λέγω δὴ τὸ μὴ κωλύειν μηδὲ ἐμποδίζειν, καὶ οὐκ ἐᾷ κεῖσθαι ἐν τῷ προσδιορισμῷ. καὶ ἐπεὶ τὸ ποιοῦν οὕτω ποιεῖ ὡς ἔχει καὶ ὡς δύναται, οὐ ποιήσει ἅμα νόσον καὶ ὑγίειαν ὁ ἰατρός· οὐ γὰρ οὕτως ἔχει τὴν δύναμιν ὥστε ἅμα ταῦτα ποιεῖν, ἀλλὰ ἀνὰ μέρος, ἐπεὶ ὧν ἐστι, τουτέστιν ἐπεὶ ὧν ἔχει δύναμιν ὥστε ἅμα ποιεῖν αὐτά,3 οὕτω ποιήσει, ἤτοι ἅμα καὶ ὡς ἔχει τὴν τοῦ ποιεῖν αὐτὰ δύναμιν.

但这是不可能的,即同一个人同时健康又生病。因此在伴随理性的诸潜能中,存在着决定性的东西,它不允许产生相反者,而是[允许产生]两者之中它所欲求的一方;而这就是欲求或选择。因为无论它本原性地欲求两者中的哪一方,它就会产生这一方,只要它如其所能那样存在并接近能够受动者;例如,如果他既能使人健康又能使人生病,无论他欲求哪一方,他就会如其所能那样产生这一方,而不是如其所不能那样产生;因此,凡按照理性而可能的,每当它欲求时,必然会产生它具有其潜能的事物,并且如其具有那样产生。因为如果他具有使人健康的潜能,他也会产生这个。然而医生确实具有使人健康的潜能;因此当受动者——即人——在场,并且处于如此状态——即生病时,他就会使他健康。但如果他不具有使人健康的潜能,他就不能使人健康;因为他通过“否则,他将不能产生”表明了这一点。而在说过可能者将对受动者产生它具有其潜能的事物且如其具有那样产生之后,既然在限定中本应当加上“且无任何外在事物阻碍”,以便整体的意思是:可能者将产生它具有其潜能的事物,如其具有那样,并且在无任何外在事物阻碍时产生(因为如果它具有产生的潜能,但被某物阻碍,它决不会产生)——他说了这句话,却没有如前所述加上“且无任何外在事物阻碍”,便说:“因为完全不再需要补充限定‘无任何外在事物阻碍’”。因为我们通过说“如其具有那样”,就已经把“无任何外在事物阻碍”包含在内了。因为产生的潜能是怎样的,它就怎样具有它;而它并非随意且绝对地具有它,而是作为处于某种特定状态而具有它,在这些条件——即“如其具有那样”和“处于某种特定状态”——之中,也已经包含了“无任何外在事物阻碍”。因为声称动作者如其所具有那样且处于某种特定状态而活动的人,也表明了它不被任何事物阻碍;因为归属于限定的某些词句,例如“具有”或“处于某种特定状态”,在自身之中就包含着“无任何事物阻碍亦不妨碍”,并将这些——我指的是不阻碍也不妨碍——排除在外,而不允许它们置于限定之中。既然动作者如其所具有且如其所能那样活动,医生就不会同时产生疾病和健康;因为他并非以能同时产生它们的方式具有该潜能,而是轮流产生,既然在那些可能的事物中——也就是既然在它具有能够同时产生它们的潜能的那些事物中——它会以这种方式产生,即同时并且如其具有产生它们的潜能那样产生。

语法注3 条
  1. 9.8ὥστε ἔστι τὸ κύριον ἐν ταῖς μετὰ λόγου δυνάμεσι τὸ μὴ ἐῶν τὰ ἐναντία ποιεῖν

    中性单数分词短语 τὸ μὴ ἐῶν(“不允许者”)充当系动词 ἔστι 的表语,与主语 τὸ κύριον(“决定性者”)呼应。句式骨架为:“在伴随理性的诸潜能中,存在着决定性的东西,即不允许产生相反者的东西”。

  2. 9.8εἰπὼν δὲ ὅτι ... ἐπειδὴ ἔδει ... τοῦτο δὴ εἰπὼν καὶ μὴ προσθείς ... λέγει ὅτι

    长句的框架梳理。句首的分词短语 εἰπὼν δὲ ὅτι ...(“而在说过……之后”)被原因从句 ἐπειδὴ ἔδει ...(“既然本应当……”)所隔开,随后通过 τοῦτο δὴ εἰπὼν καὶ μὴ προσθείς(“说了这句话却没有加上……”)进行复指恢复(resumptive),最终连接到主句动词 λέγει ὅτι(“他说……”)。

  3. 9.8ἐπεὶ ὧν ἐστι, τουτέστιν ἐπεὶ ὧν ἔχει δύναμιν ὥστε ἅμα ποιεῖν αὐτά

    此处理解基于亚里士多德原文 1048a23 的 ὧν ἔστιν ἅμα(“在能够同时活动的事物中”)。在 ἐπεὶ ὧν ἐστι 中省略了不定式 ἅμα ποιεῖν,亚历山大在 τουτέστιν 之后补充说明道“也就是既然在它具有能够同时产生它们的潜能的那些事物中”,补足了省略的结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:577.17-578.12