← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§576.16-577.17

潜能的分类与理性潜能和无理性潜能的差异

本节注解亚里士多德《形而上学》卷九第5章开头(1047b31),引入潜能的三种区分(生就的、习惯的、学习的),并论述伴随理性的潜能与无理性的潜能分别在归属对象、接触时的必然性运作以及产生相反结果方面的差异。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9.8#1

" Ἁπασῶν δὲ τῶν δυνάμεων οὐσῶν τῶν μὲν συγγενῶν, οἷον τῶν αἰσθήσεων." Βούλεται διὰ τούτων εἰπεῖν τίνες τῶν δυνάμεων ἄνευ τοῦ προενεργῆσαι οὔκ εἰσιν ἐν οἷς εἰσι καὶ τίνες καὶ χωρὶς ὅλως τοῦ προενεργῆσαί εἰσι. καί φησιν ὅτι ἁπασῶν τῶν δυνάμεων τῶν μὲν οὐσῶν συγγενῶν, τουτέστι συγγινομένων καὶ συμπλαττομένων ἡμῖν (αἱ γὰρ αἰσθήσεις συγγίνονται καὶ συμπλάττονται ἡμῖν· οὐ γὰρ ὕστερον ἐπιγίνονται μετὰ τὸ γεννηθῆναι τὸ ζῷον), τῶν δὲ οὐσῶν ἔθει (ἡ γὰρ δύναμις καθ’ ἣν δύναται ὁ αὐλητὴς αὐλεῖν οὐ συγγεννᾶται αὐτῷ ἀλλ’ ἐξ ἔθους αὐτῷ ἐγγίνεται), τῶν δὲ μαθήσει ὡς ἡ οἰκοδομικὴ καὶ ἁπλῶς αἱ τέχναι, αἱ μὲν ἐξ ἔθους καὶ λόγου δυνάμεις ἄνευ τοῦ προενεργῆσαι οὐκ ἐγγίνονται, τὰς δ’ ἄνευ λόγου δυνάμεις εἴτε τοῦ ἐνεργεῖν εἴτε καὶ τοῦ πάσχειν οὐκ ἀνάγκη ἐστὶ προενεργῆσαι.1 οὔτε γὰρ τὸ πῦρ προηνέργησε καὶ οὕτως ἐγένετο αὐτῷ ἡ τοῦ καίειν δύναμις οὔτε τῷ ξύλῳ ἡ τοῦ καίεσθαι, ἀλλ’ ἅμα τῷ εἶναι καίει τὸ πλησιάζον, ὁμοίως καὶ τὸ ξύλον καίεται εἰ πλησιάζει. ἐπεὶ δὲ τὸ δυνατὸν τί δυνάμενον λέγεται δυνατὸν καὶ ποτέ (οὐ γὰρ κατὰ πάντα τρόπον τὸ πῦρ καίει, ἀλλ’ ὅταν πλησιάζῃ τῷ καυστῷ ἢ ὅταν μὴ ὑπό τινος κωλύηται), ὅσα μὲν κατὰ λόγον δύνανται κινεῖν, καὶ αἱ δυνάμεις αὐτῶν μετὰ λόγου, ὅσα δὲ ἀλόγως ὡς τὸ πῦρ, καὶ αἱ δυνάμεις αὐτῶν ἄλογοι. καὶ τὰς μὲν μετὰ λόγου δυνάμεις ἀνάγκη ἐν ἐμψύχῳ εἶναι, τὰς δὲ ἀλόγους ἐν ἀμφοῖν καὶ ἐν ἐμψύχῳ καὶ ἀψύχῳ. ἄλογοι γὰρ δυνάμεις ἐν ἐμψύχῳ εἰσὶν αἱ ἐν ταῖς ἀλόγοις οὖσαι ψυχαῖς. καὶ τὰς μὲν ἀλόγους δυνάμεις ἀνάγκη, ὅταν πλησιάζῃ τό τε δυνάμενον ποιεῖν καὶ δυνάμενον πάσχειν, τὸ μὲν ποιεῖν ὡς δύναται ποιεῖν, τὸ δὲ πάσχειν ὡς δύναται πάσχειν, τὰς δὲ μετὰ λόγου οὐκ ἀνάγκη· οὐ γάρ ἐστιν ἀνάγκη, ὅταν ὁ διδάσκαλος πλησιάζῃ τῷ μαθητῇ, τὸν μὲν διδάσκειν τὸν δὲ μανθάνειν. καὶ αἱ μὲν ἄλογοι δυνάμεις κυρίως ἑνός εἰσι ποιητικαί, οἷον ἡ τοῦ πυρὸς τοῦ θερμαίνειν (τὸ δὲ κυρίως πρόσκειταί μοι ὅτι2 ψύχει καὶ τὸ πῦρ κατὰ συμβεβηκὸς στραφέν πως καὶ ἀπελθόν), αἱ δὲ μετὰ λόγου τῶν ἐναντίων· ἡ γὰρ ἰατρικὴ ὑγιείας καὶ νόσου. εἰ δέ τις λέγοι ὅτι καὶ αἱ μετὰ λόγου δυνάμεις ἅμα τῷ πλησιάσαι ἐξ ἀνάγκης τὸ μὲν ποιεῖ τὸ δὲ πάσχει ὥσπερ καὶ αἱ ἄλογοι (ἐξ ἀνάγκης γὰρ τὸ πῦρ ἅμα τῷ πλησιάσαι τῷ καυστῷ καίει), εἰ οὖν τοῦτό τις λέγει καὶ δίδωσι τὴν ἀνάγκην ταῖς μετὰ λόγου δυνάμεσιν ὥσπερ καὶ ταῖς ἀλόγοις, οὗτος οὐδὲν ἄλλο ἀξιοῖ ἢ ἅμα τὰ ἐναντία τῷ αὐτῷ παρεῖναι. ὡς γὰρ τὸ πῦρ δυνάμενον θερμαίνειν ἅμα τῷ πλησιάσαι τῷ θερμαντῷ ἐξ ἀνάγκης θερμαίνει αὐτό, οὕτω καὶ ὁ ἰατρὸς ἐπεὶ δύναται καὶ ὑγιάζειν καὶ νοσάζειν, εἰ ἐξ ἀνάγκης ἅμα τῷ πλησιάζειν ἐνεργεῖ ἃ δύναται, ἅμα ἂν ὑγιάζοι τὸν αὐτὸν καὶ νοσάζοι.3

“由于在所有的潜能中,有些是生就的,例如感觉,”他希望通过这些话陈述:哪些潜能没有预先的现实活动便不存在于它们所内在于的事物中,而哪些甚至完全没有预先的现实活动也存在。并且他说:在所有的潜能中,有些是生就的,也就是与我们一同生成并一同被塑造成的(因为诸感觉是与我们一同生成并一同被塑造成的,并不是在动物出生之后后来才附加生成的),有些是通过习惯形成的(因为笛手能够吹笛所依凭的潜能并不是与他一同生就的,而是由习惯在他之中生成的),有些则是通过学习获得的,例如建筑术以及一般而言的诸技艺,由习惯和理性而来的诸潜能没有预先的现实活动便不会生成,而无理性的诸潜能,不论是活动的还是受动的,都并非必然要预先活动。因为既非火预先活动了、因而燃烧的潜能才归属于它,亦非被燃烧的潜能以这种方式归属于木头,而是火一存在就燃烧接近它的东西,同样木头若接近也被燃烧。既然可能者被称作对某物是可能的且在某个时刻是可能的(因为火并不是以一切方式燃烧,而是在接近可燃物时,或者在不受任何东西阻碍时),凡能按照理性引起运动的事物,它们的潜能也伴随理性;而凡无理性地引起运动的事物,例如火,它们的潜能也是无理性的。并且,伴随理性的潜能必然存在于有灵魂者之中,而无理性的潜能必然存在于两者之中,即存在于有灵魂者和无灵魂者之中。因为在有灵魂者之中的无理性潜能,就是那些存在于无理性灵魂之中的潜能。并且,当能活动者与能受动者相互接近时,无理性的潜能必然是一方如其所能活动那样活动,另一方如其所能受动那样受动,但伴随理性的潜能则并非必然;因为并非必然的是,每当教师接近学生时,一方教授而另一方学习。此外,无理性的潜能本原性地是生成单一事物的,例如火的潜能生成加热(我加上“本原性地”,是因为火在某种程度上转折离开之后也通过偶性致冷),而伴随理性的潜能则是生成相反者的;因为医术既生成健康也生成疾病。但如果有人声称,伴随理性的潜能在一接近时也像无理性的潜能一样必然是一方活动而另一方受动(因为火一接近可燃物便出于必然性燃烧),如果有人这么说并像赋予无理性潜能那样将必然性赋予伴随理性的潜能,那么这个人所主张的无非是相反者同时呈现于同一事物中。因为正如能够加热的火一接近能够被加热之物就出于必然性加热它,同样,医生既然既能够使人健康也能够使人生病,如果一接近就必然将自己所能做的事付诸现实活动,他就将把同一个人同时既弄得健康又弄得生病。

语法注3 条
  1. 9.8τὰς δ’ ἄνευ λόγου δυνάμεις εἴτε τοῦ ἐνεργεῖν εἴτε καὶ τοῦ πάσχειν οὐκ ἀνάγκη ἐστὶ προενεργῆσαι

    在此对照的前半句(αἱ μὲν ἐξ ἔθους καὶ λόγου δυνάμεις ἄνευ τοῦ προενεργῆσαι οὐκ ἐγγίνονται)中,“诸潜能”为主格主语;而后半句则转为非人称句式 οὐκ ἀνάγκη ἐστί,其支配的不定词 προενεργῆσαι 以宾格 τὰς δ’ ἄνευ λόγου δυνάμεις 作为其逻辑主语(宾格加不定词结构)。

  2. 9.8τὸ δὲ κυρίως πρόσκειταί μοι ὅτι

    这是亚历山大自身的说明。与格 μοι 为施事与格(“由我[加上]”),ὅτι 作原因连词(“因为”),用以解释为何他在前一句中自行加上了限定词 κυρίως(“本原性地”或“严格意义上”)。

  3. 9.8ἅμα ἂν ὑγιάζοι τὸν αὐτὸν καὶ νοσάζοι

    归谬论证的归结分句。前提条件句使用直陈式(εἰ ... ἐνεργεῖ),而归结句则使用 ἄν 搭配现在时祈愿体(ὑγιάζοι, νοσάζοι),将这种荒谬且不可能的推论呈现为一种假想的/反事实的推导结果。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:576.16-577.17