- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:575.18-576.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大注解亚里士多德《形而上学》1047b14中关于“若 α 存在则 β 必然存在,则 α 为可能时 β 亦为可能”的命题,阐明其反证法证明结构及该条件句的内涵。
" Ἅμα δὲ δῆλον καὶ ὅτι εἰ τοῦ α ὄντος ἀνάγκη καὶ τὸ β εἶναι "Δείξας ὅτι ὃ δύναται γενέσθαι τι, καὶ γενήσεται τοῦτο οὗ τὴν δύναμιν ἔχει, διὰ τοῦ δεῖξαι ὡς, εἴ τις τὸ δυνάμενόν τι γενέσθαι λέγει ὅτι οὐ γενήσεται, οὗτος τὸ ἀδύνατον καὶ τὸ δυνατὸν ταὐτὸν ποιεῖ, καὶ διαφεύγει καὶ ἄγνωστον ἡμῖν γίνεται ποῖόν ἐστι τὸ ἀδύνατον, τοῦτο δείξας λέγει ὅτι ἐκ τούτου δῆλόν ἐστιν ὡς εἰ τοῦ α ὄντος ἕπεται αὐτῷ ἐξ ἀνάγκης τὸ β, καὶ τοῦ α δυνατοῦ ὄντος καὶ τὸ β δυνατόν ἐστι, καὶ ἀναγκαίου ἀναγκαῖον, καὶ ὑπάρχοντος τοῦ α ὑπάρξει καὶ τὸ β. εἰ δέ τις ἐνίσταται λέγων ὅτι τοῦ α ὄντος ἕπεται αὐτῷ ἐξ ἀνάγκης τὸ β, οὐ μὴν δυνατοῦ ὄντος τοῦ α ἔσται καὶ τὸ β δυνατόν, οὐδὲν κωλύει, φησίν, εἶναι τὸ β μὴ δυνατόν, δυνάμει λέγων ὡς εἰ τοῦ α δυνατοῦ ὄντος τὸ β οὐκ ἔστι δυνατόν, ἔσται ἀδύνατον·1 τοῦτο γὰρ ἀντίκειται τῷ δυνατῷ. ἔστω, φησί, τὸ α δυνατόν. οὔκουν ἐπειδὴ δυνατόν ἐστιν, εἰ τεθείη ὑπάρχον, ψεῦδος μέν, οὐ μέντοι ἀδύνατος ἡ ὑπόθεσις.2 ἔστω οὖν ὑπάρχον τὸ α, ὑπόκειται δὲ ὅτι τοῦ α ὄντος ἔστι καὶ τὸ β· ὥστε ἐπειδὴ τὸ α ἔστιν, ἔσται καὶ τὸ β διὰ τὴν ἐξ ἀρχῆς ὑπόθεσιν. ἀλλὰ καὶ οὐκ ἔσται· τὸ γὰρ ἀδύνατον οὐκ ἂν γένοιτο ποτε. εἰ δὲ τὸ εἶναι τὸ β καὶ μὴ εἶναι ἀδύνατον,3 ψευδὴς ἡ ὑπόθεσις ἐξ ἧς τοῦτο συνέβη· αὕτη δέ ἐστιν ἡ λέγουσα ὅτι τοῦ α ὄντος δυνατοῦ οὐκ ἔσται καὶ τὸ β τὸ ἑπόμενον τῷ α δυνατόν. δῆλον ἄρα ὅτι τοῦ α ὄντος δυνατοῦ ἔσται καὶ τὸ β δυνατόν, εἴπερ οὕτως εἶχον τό τε α καὶ τὸ β. πῶς δὲ εἶχον, ἐπάγει, ὥστε τοῦ α ὄντος ἀνάγκη καὶ τὸ β εἶναι. δείξας οὖν ὅτι εἰ τὸ α εἴη δυνατόν, καὶ τὸ τούτῳ ἐξ ἀνάγκης ἑπόμενον β δυνατόν ἐστι, δείκνυσιν ὅτι καὶ ὄντος τοῦ α ἔσται καὶ τὸ β, λέγων ἂν δὴ οὕτως ἐχόντων * * * τὸ αβ ἕξει ὡς ἐτέθη, ἤτοι ἂν * * * τὸ αβ ἕξει ὡς ἐτέθη. ταῦτα δὲ εἰπὼν ἐπάγει καὶ εἰ τοῦ α δυνατοῦ ὄντος ἀνάγκη τὸ β 〈δυνατὸν〉 εἶναι, ὃ ἴσον ἂν εἴη τῷ εἰ ὑπόκειται καὶ δέδεικται, ὡς εἰ τὸ α εἴη δυνατόν, καὶ τὸ β ἔσται δυνατόν, εἰ δὴ οὕτως ἔχοι, λέγομεν, φησίν, ὅτι εἰ καὶ εἴη τὸ α, ἀνάγκη εἶναι καὶ τὸ β· τὸ γὰρ λέγειν ὅτι εἰ τὸ α δυνατὸν εἴη, ἐξ ἀνάγκης ἕπεται τὸ εἶναι δυνατὸν καὶ τὸ β (τοῦτο γὰρ ἐδήλωσε διὰ τοῦ τὸ γὰρ δυνατὸν εἶναι ἐξ ἀνάγκης τὸ β εἶναι, εἰ τὸ α δυνατόν), τὸ οὖν λέγειν ὅτι εἰ τὸ α δυνατόν, ἐξ ἀνάγκης καὶ τὸ εἶναι τὸ β δυνατὸν συμβαίνει, τοῦτο σημαίνει ὅτι ἐὰν ᾖ τὸ α καὶ ὅτε ᾖ, τότε εἶναι καὶ τὸ β. τὸ δὲ καὶ ὡς ἦν δυνατὸν εἶναι ἴσον ἂν εἴη τῷ καὶ εἰ ἔστιν ἀναγκαῖον τὸ α, ἔσται καὶ τὸ β ἀναγκαῖον, καὶ εἰ δυνατόν, δυνατόν.
“同时显然,如果当 α 存在时 β 也必然存在,”在表明了凡能够成为某物者也将成为它对其具有潜能的那个事物之后——这是通过表明如果有人就能够成为某物者断言它不会生成,这个人就把不可能者与可能者混同为同一物,且不可能者是何种事物便逃脱了我们的把握并成为不可知的——在表明了这一点之后,他说,由此显然:如果当 α 存在时,β 出于必然性依随于它,那么当 α 是可能的时,β 也是可能的,当它是必然的时,β 也是必然的,当 α 实际归属时,β 也将实际归属。但如果有人提出异议,声称当 α 存在时,β 出于必然性依随于它,然而当 α 是可能的时,β 却并非也是可能的,那么他说:“没有任何东西妨碍 β 不是可能的,”实质上是说,如果当 α 是可能的时 β 不是可能的,它就将是不可能的;因为这正与可能者相对立。他说:“设 α 是可能的。”那么,既然它是可能的,即使它被设定为实际归属,这一假定虽是假的,却决非不可能的。因此,设 α 实际归属;并且已假定当 α 存在时,β 也存在;所以既然 α 存在,由于最初的假定,β 也将存在。但它又将不存在;因为不可能者绝不可能生成。然而,如果 β 既存在又不存在是不可能的,那么导致这一矛盾由之发生的假定就是假的;而这假定正是声称当 α 是可能的时,依随于 α 的 β 并不也是可能的。因此显然,当 α 是可能的时,β 也将是可能的,如果 α 与 β 确实是处于这种状况。至于它们是处于何种状况,他接着补充道:“以至于当 α 存在时,β 也必然存在。”因此,在表明了如果 α 是可能的,出于必然性依随于它的 β 也是可能的之后,他又表明当 α 存在时,β 也将存在,他说:如果处于这种状况下[……]αβ 将如所设定的那样处于某种状况,即如果[……]αβ 将如所设定的那样处于某种状况。而在说了这些之后,他接着补充道:“并且如果当 α 是可能的时,β 必然是〈可能的〉,”这相当于:如果已假定并证明了倘若 α 是可能的,β 也将是可能的;如果确实如此,他说,我们就说:如果 α 也存在,β 也必然存在。因为,说如果 α 是可能的,出于必然性便依随有 β 也是可能的(因为他正是通过“因为如果 α 是可能的,β 出于必然性可能存在之事”表明这一点的),因此说如果 α 是可能的,出于必然性也发生 β 是可能的这一结论,这意味着:如果 α 存在并且无论何时存在,那时 β 也存在。而“并且以它曾可能是的方式存在”相当于:无论如果 α 是必然的,β 也将是必然的,还是如果它是可能的,β 也将是可能的。
- 9.7δυνάμει λέγων ὡς εἰ τοῦ α δυνατοῦ ὄντος τὸ β οὐκ ἔστι δυνατόν, ἔσται ἀδύνατον
与格副词 δυνάμει 在此并非指“在潜能中”,而是表示“实质上”或“隐含地”。注者根据可能者与不可能者的对立关系,分析并重构了对方异议所蕴含的必然结论。
- 9.7οὔκουν ἐπειδὴ δυνατόν ἐστιν, εἰ τεθείη ὑπάρχον, ψεῦδος μέν, οὐ μέντοι ἀδύνατος ἡ ὑπόθεσις.
推论小词 οὔκουν 引导强烈的推论或反诘性肯定(“难道不因此……吗”,即“因此确实……”)。在后半句中省略了系动词 ἐστί,ἡ ὑπόθεσις 为主语,ψεῦδος 为表语名词,ἀδύνατος 为表语形容词。
- 9.7εἰ δὲ τὸ εἶναι τὸ β καὶ μὴ εἶναι ἀδύνατον
冠词化不定式短语 τὸ εἶναι τὸ β καὶ μὴ εἶναι(β 既存在又不存在)作主语,表语形容词 ἀδύνατον 之后省略了系动词 ἐστί,构成归谬法中的关键判定从句。
