← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§574.3-575.17

可能者以及假与不可能的区别

亚历山大注释亚里士多德《形而上学》卷九第三章(1047b3),论证可能者必然能够进入现实活动,并严格区分了假与不可能。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9.6

" Εἰ δέ ἐστι τὸ εἰρημένον δυνατὸν ᾗ ἀκολουθεῖ,1 φανερὸν ὅτι οὐκ ἐνδέχεται ἀληθὲς εἶναι τὸ εἰπεῖν ὅτι2 δυνατὸν μὲν τοδί." εἰπὼν ὅτι δυνατὰ μὲν λέγεται τὰ μὴ ὄντα μὲν δυνάμενα δὲ γενέσθαι, λέγει ὅτι εἰ ἔστι τὸ εἰρημένον δυνατὸν ᾗ ἀκολουθεῖ, τουτέστιν εἰ δυνατὸν λέγεταί τι, καθὸ δύναται γενέσθαι καὶ ἀκολουθεῖ αὐτῷ τὸ ἐνεργῆσαι, οὐκ ἔστιν ἀληθὲς τὸ λέγειν ὅτι ἔστι μέν τι δυνατόν, οὐκ ἔσται δὲ οὐδὲ δυνήσεται εἰς ἐνέργειαν ἐλθεῖν. ἐκεῖνα γὰρ δυνατὰ λέγεται τὰ δυνάμενα εἰς ἐνέργειαν ἐλθεῖν τοῦ ὃ δύνανται. εἰ δέ τις φαίη ὅτι ἔστι μέν τι δυνατόν, οὐ μέντοι δύναται γενέσθαι καὶ εἰς ἐνέργειαν ἐκβῆναι, διαφεύγει ἡμᾶς καὶ ἄδηλόν ἐστι τί ποτέ ἐστι τὸ ἀδύνατον. εἰ γὰρ δυνατόν φαμεν ὅπερ μὴ ὂν μὲν τεθὲν δὲ ὑπάρχειν οὐδὲν ἀδύνατον συμβαίνει, ἀδύνατον δὲ οὗ μὴ ὄντος τεθέντος δὲ ὑπάρχειν ἕπεταί τι ἀδύνατον, λέγει δέ τις ὡς ἔστι μέν τι δυνατόν, οὐ μὴν ἔσται οὐδ’ ἂν εἰς ἐνέργειαν ἐκβαίη, πῶς γνῶμεν τὴν τοῦ δυνατοῦ καὶ ἀδυνάτου διαφοράν; οἷον ἐπειδὴ δυνατὸν λέγεται τὸ ξύλον καίεσθαι, εἰ λέγοι τις ὅτι δυνατὸν μέν ἐστι καίεσθαι, οὐ μὴν καυθήσεται, λέγει δὲ ὁ αὐτὸς ὅτι καὶ ἡ διάμετρος δυνατὴ μὲν μετρηθῆναι, οὐ μὴν μετρηθήσεται, τί διοίσει τοῦτο ἐκείνου, ἐπειδὴ ἀμφότερα δυνατὰ λέγεται, οὐ μέντοι ἐσόμενα, ὥστε ἐπίσης καὶ τὸ ξύλον ἐστὶ καυστὸν καὶ ἡ διάμετρος μετρητή· εἰ δὲ τοῦτο, διαφεύγει ἡμᾶς ποῖόν ἐστι τὸ ἀδύνατον, πότερον τὸ τὴν διάμετρον μετρηθῆναι ἢ τὸ τὸ ξύλον καυθῆναι. ὁ μὴ λογιζόμενος οὖν, φησί, μηδὲ νοῶν τὸ ἀδύνατον τί ποτέ ἐστι, καὶ τὴν διαφορὰν ἣν ἔχει πρὸς τὸ δυνατόν, ἐκεῖνος ἂν εἴποι ὡς οὐδὲν κωλύει τι ὂν δυνατὸν εἶναι ἢ γενέσθαι μὴ εἶναι μηδ’ ἔσεσθαι. εἰ δ’ ἐγίνωσκε τὴν τοῦ ἀδυνάτου φύσιν, οὐκ ἂν οὕτως ἀπερισκέπτως καὶ ἑτοίμως ἔλεγε τὴν διάμετρον καὶ τὸ ξύλον, ὅτι ἡ μὲν δυνατή ἐστι μετρηθῆναι καὶ οὐ μετρηθήσεται, τὸ δὲ καυθῆναι καὶ οὐ καυθήσεται, ἀλλ’ ἐκείνην μὲν ἀνεκήρυττεν ἂν ὡς ἀδύνατός ἐστι μετρηθῆναι καὶ οὐ μετρηθήσεται, τοῦτο δὲ διισχυρίζετο ὅτι δυνατόν ἐστι καυθῆναι καὶ καυθήσεται. ἀλλὰ ταῦτα μὲν εἴποι ἂν ὁ ἀγνοῶν τὸ ἀδύνατον, ἐκεῖνο δέ ἐστι φανερὸν ἐκ τῶν κειμένων (κεῖται δὲ ὅτι τὸ δυνάμενον γενέσθαι καὶ γενήσεται), ὅτι εἰ ὑποθώμεθα τὸ μὴ ὂν μὲν δυνάμενον δὲ γενέσθαι ὅτι ἔστιν, οὐδὲν ἀδύνατον συμβήσεται. εἰ γάρ σου καθημένου καὶ δυναμένου περιπατῆσαι ὅτε κάθησαι ὑποθοίμεθά σε περιπατεῖν, οὐδὲν ἀδύνατον συμβήσεται ἐκ τῆς ὑποθέσεως. εἰ δὴ τοῦτο ἀληθές, λέγει δέ τις ὡς δύναται μὲν οὗτος ὁ καθήμενος περιπατῆσαι, οὐ μὴν περιπατήσει, ὁμοίως καὶ ἡ διάμετρος δύναται μετρηθῆναι, οὐ μέντοι μετρηθήσεται, εἰ οὖν οὐδὲν τοῦτο ἐκείνου διαφέρει, ὥσπερ ἐπ’ ἐκείνου οὐδὲν συνέπιπτεν ἀδύνατον, οὕτως οὐδὲ ἐπὶ ταύτης. ἀλλὰ μὴν δοθέντος τοῦ τὴν διάμετρον μετρηθῆναι, συμβαίνει τὸ τὰ περιττὰ ἴσα εἶναι τοῖς ἀρτίοις, ὅπερ ἐστὶν ἀδυνατώτατον. τοῦτο δὲ συμβαίνει ἐκ τοῦ μὴ συνορᾶν τήν τε φύσιν καὶ τὴν διαφορὰν τοῦ ἀδυνάτου πρὸς τὸ δυνατόν, καὶ ἐπὶ τούτῳ λέγειν τὸ ἀδύνατον ὡς δυνατὸν μέν ἐστιν, οὐ μέντοι ἔσται. ὥστε δῆλον ἐκ τούτου ὅτι εἴ τι δυνατόν ἐστι, καὶ ἔσται. συμβαίνει δὲ τὸ ἀδύνατον τοῦτο, λέγω δὴ τὸ τὰ ἄρτια ἴσα εἶναι τοῖς περιττοῖς, οὐ παρὰ τὴν ὑπόθεσιν3 τὴν λέγουσαν ὅτι δεδόσθω ὅτι μετρεῖται ἡ διάμετρος· εἰ γὰρ παρὰ τὴν ὑπόθεσιν ἦν, συνέβαινεν ἂν ἀδύνατόν τι καὶ ἐπὶ τοῦ καθημένου λεγομένου δὲ περιπατεῖν· ἐκεῖ μὲν γὰρ τὸ συναγόμενον ψεῦδος, ἀλλ’ οὐκ ἀδύνατον, τὸ δὲ ἐνταῦθα καὶ ψεῦδος καὶ ἀδύνατον. ὥστε εἰ ταὐτὸν ἦν τὸ ψεῦδος καὶ τὸ ἀδύνατον, οὐδὲν ἂν διέφερον αἱ ὑποθέσεις ἥ τε τὸν καθήμενον περιπατεῖν ὑποτιθεμένη καὶ ἡ τὴν διάμετρον μετρεῖσθαι λέγουσα· ἐπεὶ δὲ ἕτερα ταῦτα, ἕτεραι καὶ αἱ ὑποθέσεις.

“如果所说的可能者是在依随于它的方面存在,显然,说‘这虽可能[却决不会存在]’就不可能是真实的。” 在谈到那些虽不存在但能够生成的事物被称为可能者之后,他说,如果所说的可能者是在依随于它的方面存在——也就是说,如果某物被称为可能,是在它能够生成且活动依随于它的限度内——那么,说某物虽可能,却决不会存在,也不能进入现实活动,就不是真实的。因为那些被称为可能的事物,是能够进入它们所能之事的现实活动的。如果有人说某物虽可能,却不能生成并落实为现实活动,那么不可能者究竟是什么就逃脱了我们的把握并且是不明晰的。因为如果我们把那种虽不存在、但被设定为实际存在时没有任何不可能之事发生的事物称为可能者,而把那种不存在、但被设定为实际存在时便有某种不可能之事随之发生的事物称为不可能者,而有人却说某物虽可能,但决不会存在,也不会落实为现实活动,我们又怎能认识可能者与不可能者的差异呢?例如,既然木材被称为能够被燃烧,如果有人说它虽可能被燃烧,但决不会被燃烧,而同一个人又说对角线虽可能被度量,但决不会被度量,那么既然两者都被说成是可能的,却又决不会发生,这一个(对角线)与那一个(木材)又有什么区别呢?以至于同样地木材是可燃的,对角线也是可度量的;而如果是这样,不可能者是哪一种——是对角线被度量还是木材被燃烧——就逃脱了我们的把握。因此他说,凡不曾推敲也未曾理解不可能者究竟是什么、以及它相对于可能者所具有的差异的人,那个人才会说,没有任何东西妨碍一个能够存在或生成的事物既不存在也不将存在。但如果他懂得不可能者的本性,他就不会如此鲁莽和轻率地谈论对角线与木材,说前者能够被度量却决不会被度量,而后者能够被燃烧却决不会被燃烧;相反,他会宣称前者是不可能被度量且决不会被度量的,并坚持认为后者是能够被燃烧且将会被燃烧的。但这只是不认识不可能者的人所说的话;而从已确立的前提中(并且所确立的前提是:能够生成的事物也将会生成)显然可以明白,如果我们假定虽不存在但能够生成的事物存在,没有任何不可能之事会发生。因为如果你坐着,并且在你坐着时能够行走,即使我们假定你正在行走,从这一假定中也不会发生任何不可能之事。如果这确实是真实的,而有人说这个坐着的人虽能够行走,但决不会行走,同样地对角线虽能够被度量,但决不会被度量——如果这一个(对角线)与那一个(坐着的人)没有任何不同,正如在那一情形下没有任何不可能之事发生,在这一情形下也就同样不会发生。然而,一旦承认对角线被度量,就会导致奇数等于偶数,这是最为不可能的。而这一情况之所以发生,是因为没有看清不可能者的本性及其与可能者的差异,并因此谈论不可能者时称其虽可能,却决不会存在。因此由此可见,如果某物是可能的,它也将存在。然而,这一不可能的结论——我指偶数等于奇数——并不是由于那声称“假定对角线被度量”的假定本身的缘故而发生的;因为如果是因为假定的缘故,那么在说坐着的人行走的场合,某种不可能之事也本该发生;因为在那里推导出的结论是假的,但并非不可能的,而在这里推导出的结论既是假的也是不可能的。因此,如果假与不可能是同一的,那么假定坐着的人行走与声称对角线被度量的假定就不会有任何差别;但既然这两者是相异的,假定也是相异的。

语法注3 条
  1. 9.6ᾗ ἀκολουθεῖ

    关系代词 ᾗ 作副词性用法,表方式或限制(“在……方面”、“在……限度内”)。亚历山大紧接着将其转述为“在它能够生成且活动依随于它的限度内(καθὸ δύναται γενέσθαι καὶ ἀκολουθεῖ αὐτῷ τὸ ἐνεργῆσαι)”。

  2. 9.6οὐκ ἂν οὕτως ἀπερισκέπτως καὶ ἑτοίμως ἔλεγε τὴν διάμετρον καὶ τὸ ξύλον, ὅτι

    宾格短语 τὴν διάμετρον καὶ τὸ ξύλον 是先取构文(prolepsis),原本在后文 ὅτι 从句中作主语的名词被提前置于主句动词 ἔλεγε 的直接宾语位置。译文中处理为“谈论对角线与木材,说……”。

  3. 9.6οὐ παρὰ τὴν ὑπόθεσιν

    介词 παρά 接宾格在此表示原因或归咎(“由于……的缘故”、“归咎于……”)。它表明在反证法中导出的不可能结论并非源于假定本身,而是根源于对象自身的本性(对角线不可通约)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:574.3-575.17