- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:573.1-574.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大围绕亚里士多德《形而上学》卷九第3章(1047a30)的文句,阐释了“现实活动”一词如何从原初意义上的运动引申至目的与完全现实态、以及从自然物引申至人工制品,并论证了为何非存在者不能被赋予运动与现实活动。
" Ἐλήλυθε δ’ ἡ ἐνέργεια τοὔνομα ἡ πρὸς τὴν ἐντελέχειαν συντεθειμένη καὶ ἐπὶ τὰ ἄλλα ἐκ τῶν κινήσεων μάλιστα." Ἐπειδὴ ἡ ἐνέργεια διχῶς λέγεται, ἕνα μὲν τρόπον αὐτὰ τὰ τέλη (τὸ γὰρ τῆς λευκάνσεως τέλος, τοῦτο δ’ ἐστὶ τὸ λευκόν, ἐν ᾧ πέπαυται καὶ ἔστη ἡ λεύκανσις, ἐνέργεια λέγεται· ὡσαύτως δὲ καὶ τὰ τῶν ἄλλων κινήσεων τέλη ἐνέργειαι λέγονται, ἃ δὴ καὶ κυρίως αὐτὸς ἐντελεχείας καλεῖ), ἕνα μὲν οὖν δὴ τρόπον ἡ ἐνέργεια οὕτω λέγεται, ἄλλον δὲ πάλιν ἐνέργεια λέγεται αὐτὴ ἡ κίνησις.1 ἔστω δὲ πάλιν ὑποδείγματος χάριν αὐτὴ ἡ λεύκανσις, ἥτις καὶ δυνάμει ἔστι καὶ ἐντελεχείᾳ, δυνάμει μὲν ὅτι οὔπω εἰς ἐντελέχειαν καὶ τὸ τέλος ἀφῖκται, ἐντελεχείᾳ δὲ ὅτι ἔχει τι τῆς ἐντελεχείας καὶ τοῦ τέλους· ἐν γὰρ τῇ λευκάνσει καὶ ὅλως τῷ λευκαινομένῳ ἔνεστί τι τοῦ λευκοῦ καὶ τῆς ἐντελεχείας. διχῶς οὖν τῆς ἐνεργείας λεγομένης λέγει ὅτι ἡ ἐνέργεια ἡ πρὸς τὴν ἐντελέχειαν καὶ τὸ τέλος συντεθειμένη, τουτέστι τὸ τὴν ἐντελέχειαν ἐνέργειαν λέγεσθαι, ἐκ τῶν κινήσεων ἐλήλυθεν. ἐπειδὴ γὰρ κυρίως ἐνέργεια ἡ κίνησις λέγεται (ἡ γὰρ ἐνέργεια ἐν κινήσει θεωρεῖται), ἡ δὲ κίνησις τέλους τινός ἐστι κίνησις, λέγεται καὶ τὸ τέλος ἐνέργεια διὰ τὸ ὡς εἴρηται τὴν ἐνέργειαν τὴν ἐν τῇ κινήσει θεωρουμένην διὰ τὸ τέλος γίνεσθαι. τὸ δὲ καὶ ἐπὶ τὰ ἄλλα οἶμαι διὰ τὰ τεχνητὰ πρόσκειται, ὡς εἰ ἔλεγεν ‘οὐ μόνον τὰ ἐν αὑτοῖς ἔχοντα τὴν κίνησιν καὶ τὸ κινοῦν αἴτιον ἐνέργειαι λέγονται, ἀλλὰ καὶ τὰ ἄλλα, ὧν ἐκτός ἐστι τὸ κινοῦν.’ καὶ τὸ πῶς ἐκ τῶν κινήσεων καὶ ἐπὶ τὰ ἄλλα ἧκται τὸ τῆς ἐνεργείας ὄνομα, ἐδήλωσεν εἰπὼν δοκεῖ δὲ ἡ ἐνέργεια μάλιστα ἡ κίνησις εἶναι. καὶ τοῦτο εἰκότως· ἐν γὰρ τῷ τέλει μάλιστα ἠρεμία ἀλλ’ οὐ κίνησίς ἐστι καὶ ἐνέργεια. ἐπειδὴ δὲ πᾶν τὸ κινούμενον ἢ ἐνεργοῦν ὄν τί ἐστιν, οὔ φαμεν τὴν μὴ οὖσαν οἰκίαν ἢ τὸ μὴ ὂν ζῷον κινεῖσθαι ἢ ἐνεργεῖν. εἰ γὰρ τὸ κινούμενον ἢ ἐνεργοῦν ὄν ἐστι, τὸ μὴ ὂν οὔτε κινεῖται οὔτε ἐνεργεῖ. δι’ αὐτὸ δὴ τοῦτο οὐδ’ ἡ γένεσις κίνησίς ἐστιν, ὡς ἐν τῇ Φυσικῇ δέδεικται· τὸ γὰρ γινόμενον οὐκ ἔστι. τὰ οὖν μὴ ὄντα, ὥσπερ εἴρηται, οὔ φαμεν κινεῖσθαι, ἄλλας δέ τινας κατηγορίας προσάπτομεν αὐτοῖς, οἷον διανοητὰ καὶ ἐπιθυμητά. ἔχομεν γὰρ διάνοιαν τῆς μὴ οὔσης οἰκίας καὶ ἐπιθυμίαν ἴσως χρῄζοντες αὐτῆς μὴ οὔσης, κινεῖσθαι δ’ αὐτὰ οὐ φαμεν, ὅτι οὐκ εἰσιν ἐνέργειαι, ὅμως δυνάμενά γε ἔσεσθαι ἐνεργείᾳ.2 διὰ τί δέ; ὅτι τῶν μὴ ὄντων ἔνια δυνάμει εἰσίν· οὐ γὰρ πάντα· ὁ γὰρ τραγέλαφος οὐκ ἔστι δυνάμει ὡς δύνασθαι καὶ ἐνεργείᾳ ὑπάρξαι. ὅμως δὲ εἰ καὶ δυνάμει ἐστὶν ἔνια τῶν μὴ ὄντων, τὸ ἔστιν αὐτῶν κατηγορεῖται οὐχ ὅτι ἔστιν (οὐκ ἔστι γὰρ ὅτι οὐκ ἐντελεχείᾳ ἐστίν· ἐκεῖνα γάρ φαμεν εἶναι τὰ ἐντελεχείᾳ ὄντα), ἀλλὰ κατηγορεῖται αὐτῶν τὸ ἔστιν, ὅτι δύναται γενέσθαι καὶ ἔσεσθαι.
“‘现实活动’这一与‘完全现实态’相联结的名称,主要是从诸运动也延伸到其他事物上的。” 既然现实活动以两种方式被述说,在一种方式下是诸目的自身如此被述说(因为变白的终点,即白,变白在其中停止并终止,被称为“现实活动”;同样,其他运动的终点也被称为“现实活动”,而这些正是他本人在严格意义上所称的“完全现实态”)——因此,在一种方式下现实活动是如此被述说的,而在另一种方式下运动自身又被称为“现实活动”。为了举例,且再次以变白自身为例;它既在潜能中存在,也在完全现实态中存在:在潜能中是因为它尚未达到完全现实态和终点,但在完全现实态中则是因为它具有完全现实态和终点的一部分;因为在变白中,以及总体上在正变白的事物中,内在着白和完全现实态的一部分。因此,在现实活动以两种方式被述说的情况下,他说,与完全现实态和终点相联结的现实活动——即完全现实态被称为现实活动——是从诸运动中引申而来的。因为既然运动在严格意义上被称为现实活动(因为现实活动是在运动中被考察的),而运动是某个终点的运动,那么正如所说,由于在运动中被考察的现实活动是因终点而产生的,终点也就被称为现实活动。我认为,添加上“也延伸到其他事物上”,是因为人工制品的缘故,宛如他在说:“不仅在其自身中具有运动和能动原因的事物被称为诸现实活动,而且能动原因居于外部的其他事物也是如此。”至于现实活动这一名称是如何从诸运动也引申到其他事物上的,他通过说“现实活动似乎最主要就是运动”表明了这一点。而这合乎情理;因为在终点中主要是静止,而非运动即现实活动。既然凡被运动或在活动的事物都是某种存在着的事物,我们就不说不存在的房屋或不存在的动物被运动或在活动。因为如果被运动或在活动的事物是存在者,那么非存在者既不被运动也不活动。正是由于这个原因,生成也不是运动,正如在《物理学》中所证明的那样;因为正在生成的事物并不存在。因此正如所说,我们不说非存在者被运动,但我们把某些其他述谓赋予它们,例如可思想的和可欲求的。因为我们对不存在的房屋抱有思想,并且在它不存在而我们需要它时或许抱有欲求,但我们不说它们被运动,因为它们不是诸现实活动,尽管它们能够处于现实活动之中。这是为什么呢?因为在非存在者中有一些在潜能中存在;并非全部如此;因为鹿角山羊并非如此在潜能中存在以至于能够也在现实活动中出现。然而,即便非存在者中有一些在潜能中存在,“存在”被述谓于它们也不是因为它们现存(因为它们并不存在,因为它们不在完全现实态中;因为我们所说的存在者是那些处于完全现实态中的事物),相反,“存在”被述谓于它们,是因为它们能够生成和存在。
- 9.5Ἐπειδὴ ἡ ἐνέργεια διχῶς λέγεται, ἕνα μὲν τρόπον αὐτὰ τὰ τέλη ... ἕνα μὲν οὖν δὴ τρόπον ἡ ἐνέργεια οὕτω λέγεται, ἄλλον δὲ πάλιν ἐνέργεια λέγεται αὐτὴ ἡ κίνησις.
在由 Ἐπειδὴ 引导的从句开头提出 ἕνα μὲν τρόπον αὐτὰ τὰ τέλη 之后,插入了一段冗长的括号说明;为了恢复句法结构的一致性,通过补充主语和动词以 ἕνα μὲν οὖν δὴ τρόπον ἡ ἐνέργεια οὕτω λέγεται 进行复述,随后才引出对偶项 ἄλλον δὲ πάλιν....。
- 9.5κινεῖσθαι δ’ αὐτὰ οὐ φαμεν, ὅτι οὐκ εἰσιν ἐνέργειαι, ὅμως δυνάμενά γε ἔσεσθαι ἐνεργείᾳ.
αὐτά 指代前述的 τὰ μὴ ὄντα。ὅτι 从句中的 ἐνέργειαι 为表语名词,意指“它们[非存在者]并不是现实活动[状态]”。随后的 δυνάμενα 为中性复数主格分词,作让步状语修饰主语(“尽管它们能够……”)。
