← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§571.31-572.39

麦加拉学派能力说带来的荒谬后果

亚历山大注释亚里士多德《形而上学》卷九第三章(1046b29),指出麦加拉派将能力与现实活动等同的主张会导致普罗泰戈拉主义、动物在睡眠中屡次变瞎以及彻底取消运动与生成等一系列荒谬后果,从而确立了能力与现实活动的区分并阐明了潜能者的定义。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9.4#2

ἐκεῖνος γὰρ ἔφασκε μὴ εἶναι μήτε γλυκὺ μήτε ἄλλο μηδέν, ἀλλ’ οἷα ἂν αὐτὰ κρίνῃ ἡ αἴσθησις, τοιαῦτα καὶ ἔστιν. εἰ δὲ ἐκεῖνος ἐλήλεγκται πρότερον ἐν ταύτῃ τῇ πραγματείᾳ καὶ δέδεικται ψευδόμενος, δῆλον ὅτι καὶ οὗτοι ψεύδονται, λέγοντες ὡς ὅταν μὴ ἐνεργῇ τι οὐκ ἔχει τὴν τοιαύτην δύναμιν, ἐξ οὗ συμβαίνει τὸ τοῦ Πρωταγόρου· ὥστε κατ’ αὐτοὺς ὅταν τὰ ζῷα ὑπνώττῃ καὶ οὐκ αἰσθάνηται οὐδὲ ἐνεργῇ περὶ τὰς αἰσθήσεις, οὐχ ἕξει αἴσθησιν. εἰ γὰρ τότε τὰς δυνάμεις ἔχομεν ὅταν ἐνεργῶμεν, δῆλον ὡς, ὅταν ὑπνώττωμεν καὶ οὐκ ἐνεργῶμεν περὶ τὴν ὄψιν, οὐκ ἔχομεν δύναμιν τοῦ πάλιν βλέψαι· ὥστε εἰ τυφλόν ἐστι τὸ πεφυκὸς ἔχειν ὄψιν καὶ μὴ ἔχον ὅτε πέφυκε καὶ ἔτι ὂν καὶ μὴ φθαρέν, οἱ αὐτοὶ τυφλοὶ ἔσονται πολλάκις τῆς ἡμέρας. ἐπειδὴ γὰρ ἐγὼ πέφυκα ἔχειν ὄψιν ἐν ταύτῃ τῇ ἡλικίᾳ ἐν ᾗ τυγχάνω ὢν καὶ ἔτι ὑπάρχω καὶ οὐ τέθνηκα, ὅταν μύσω καὶ οὐχ ὁρῶ οὐδὲ ἐνεργῶ περὶ τοῦτο ἔσομαι τυφλός. τοῦτο δὲ ἄλογον. ἔτι εἰ τὸ ἐστερημένον δυνάμεως, οἷον τοῦ ὁρᾶν, ἀδύνατόν ἐστι βλέψαι, καὶ τὸ μὴ γινόμενον κατ’ αὐτοὺς ἀδύνατόν ἐστι γενέσθαι. ἐπειδὴ γὰρ ὅταν μὴ ἐνεργῇ τι οὐκ ἔχει δύναμιν, τὸ δὲ μὴ ἔχον δύναμιν οὐ δύναται τοῦτο ποιῆσαι οὗ τὴν δύναμιν οὐκ ἔχει, τὸ δὲ μὴ δυνάμενον ἀδύνατόν ἐστιν, ὃ δὲ ἀδύνατον γενέσθαι οὐ γενήσεταί ποτε, εἰ οὖν τοῦτο, εἴπερ τις ἵσταται καὶ μὴ ἐνεργεῖ περὶ τὸ καθῆσθαι, οὐκ ἔχει τὴν δύναμιν τοῦ καθίσαι, εἰ δὲ μὴ δύναται, ἀδύνατόν ἐστι καθίσαι. εἰ δ’ ἀδύνατόν ἐστι τοῦτο γενέσθαι, ὁ λέγων ἢ εἶναι ἢ ἔσεσθαι, τουτέστιν ἢ κάθηται ἢ καθεδεῖται, ψεύσεται· τὸ γὰρ ἀδύνατον τοῦτο σημαίνει τὸ μὴ δυνατὸν γενέσθαι· ὥστε ἀεὶ τὸ ἑστηκὸς ἑστήξεται (οὐκ ἔχει γὰρ τὴν τοῦ καθίσαι δύναμιν), καὶ τὸ καθήμενον ἀεὶ καθεδεῖται· ἀναστῆναι γὰρ οὐ δύναται, ὃ δὲ μὴ δύναται ἀναστῆναι, οὐκ ἀναστήσεται· ἀεὶ δὲ ἄρα καθεδεῖται. οὐ μόνον δὲ ταῦτα συμβαίνει λέγειν αὐτοὺς τὰ ἄτοπα (ὁρῶμεν γὰρ ὅτι καὶ ὁ καθήμενος ἀνίσταται καὶ ὁ ἀνιστάμενος πάλιν κάθηται), ἀλλ’ ἐξαιροῦσι καὶ κίνησιν καὶ γένεσιν· οὕτω γὰρ δεῖ τὸ ῥητὸν ὑπερβατῶς ἀναγινώσκειν.1 ὅτι δὲ γένεσιν ἀναιροῦσι δῆλον· πᾶσα γὰρ γένεσις ἐκ τοῦ δυνάμει πρόεισι· δύναμιν γὰρ ἔχον τόδε τι γενέσθαι τὸ καταμήνιον γίνεται· οὗτοι δὲ τὴν δύναμιν ἀναιροῦντες ἀναιροῦσι γένεσιν. εἰ δὲ γένεσιν, δῆλον ἐκ τούτου ὅτι καὶ κίνησιν· τὰ γὰρ κινούμενα δυνάμενα πρὸ τοῦ ἄρξασθαι κινεῖσθαι κινηθῆναι κινοῦνται.2 εἰ δὴ ταῦτα ἀδύνατα, φανερὸν ὅτι ἡ δύναμις ἑτέρα ἐστὶ τῆς ἐνεργείας· ἐκεῖνοι δὲ οἱ λόγοι δύναμιν καὶ ἐνέργειαν ταὐτὸν ποιοῦσι. τὸ γὰρ λέγειν ὅτι ὅτε ἐνεργεῖ τὸ ἐνεργοῦν περί τι τότε καὶ δύναται, τὸ τοῦτο δὴ λέγειν τὸ ποιεῖν ἐστιν ἐνέργειαν καὶ δύναμιν ταὐτόν.3 διὸ τοῦτο λέγοντες οὐ μικρόν τι ἀναιρεῖν ζητοῦσιν, ἀλλὰ τὰ μέγιστα, γένεσιν καὶ κίνησιν. ὥστε δῆλόν ἐστιν ἐκ τούτων ὅτι ἐνδέχεται δυνατὸν μέν τι εἶναι μὴ εἶναι δέ, οἷον δυνατὸν μέν ἐστιν ἐμὲ βαδίσαι, οὐ βαδίζω δέ, ἀλλ’ οὖν βαδίσω διὰ τὸ ἐμὲ δύναμιν ἔχειν τούτου· δύναται γὰρ τὸ μὴ βαδίζον βαδίσαι καὶ τὸ βαδίζον μὴ βαδίσαι. ταῦτα εἰπὼν ὁρίζεται τί τὸ δυνατόν ἐστιν, λέγων δυνατὸν ἐστιν ᾧ ἐὰν ὑπάρξῃ ἡ ἐνέργεια ἧς λέγεται δύναμιν ἔχειν, οὐδὲν ἔσται ἀδύνατον. εἰ γάρ τι δύναται καθίσαι καὶ ἐνδέχεται καθίσαι, τούτῳ εἴ ὑπάρξει τὸ καθῆσθαι, οὐδὲν ἀδύνατον συμβαίνει. ὁμοίως καὶ ἐπὶ τοῦ κινεῖσθαι καὶ ἵστασθαι.

因为那个人曾声称,既无甜亦无任何其他事物,相反,感觉如何判定它们,它们便如此存在。而如果他在本论著的前面部分已被驳倒并被证明是在说谎,那么显而易见,这些人也是在说谎,因为他们声称当某物不在活动时便不具有此种能力,而普罗泰戈拉的学说正是从这一点推导出来的。因此按他们的说法,当动物睡眠、不产生感觉且不在感觉方面进行活动时,它们就将不具有感觉。因为如果我们唯有在活动时才具有诸能力,显而易见,当我们睡眠且不在视觉方面活动时,我们就不具有再次看见的能力;因此,如果盲乃是本应具有视觉的事物在其本应具有的时期、在仍存在且未被毁灭的情况下不具有视觉,那么同一些人每天将会有多次变瞎。因为既然我按本性应当在我目前所处的这一年龄拥有视觉,而且我仍存在且并未死去,那么每当我闭上眼睛、看不见且不就此进行活动时,我就会成为盲人。但这毫无道理。再者,如果被剥夺了能力(例如看见的能力)者是不可能看见的,那么按照他们的说法,尚未生成的事物也是不可能生成的。因为既然当某物不在活动时它便不具有能力,而不具有能力者又不能做出它不具能力的事物,不能者乃是不可能的,而不可能生成者将永不生成——既然如此,倘若某人站立着且不在坐下方面进行活动,他就没有坐下的能力,而如果他不能坐,他坐下便是不可能的。而如果这件事是不可能生成的,那么说〔它〕存在或将要存在的人——即他坐着或将要坐下——就是在说谎;因为“不可能”指的就是这一点,即不可能生成;从而,站立者将永远站立(因为他不具有坐下的能力),而坐着的人将永远坐着;因为他无法站起来,而无法站起来的人将不会站起来;所以他将永远坐着。他们主张的荒谬后果不仅是这些(因为我们看到坐着的人也会站起来,站起来的人也会再次坐下),而且他们还取消了运动和生成;因为必须以倒装的方式来读这一文句。而他们取消了生成,这是显而易见的;因为一切生成都来自潜能中的事物;因为经血具有成为某个“这个”的能力,它才生成为它;而这些人取消了能力,也就取消了生成。如果取消了生成,由此显然他们也取消了运动;因为被运动的事物是在开始被运动之前能够被运动,才被运动的。因此,如果这些后果是不可能的,显然能力不同于现实活动;然而那些论调却把能力和现实活动等同起来。因为声称当活动者就某事进行活动时它才是能够的,这么说本身就是把现实活动与能力等同起来。因此,他们说这话并非企图取消某种微不足道之物,而是要取消最重大的事物,即生成与运动。由此显然,某物具有可能性却并不存在,这是能够成立的,正如我有可能行走,但我并未行走,然而由于我具有行走的潜能,我终将行走;因为不行走者能够行走,行走者也能够不行走。在说了这些之后,他定义了何为潜能者,说凡属于它的现实活动(它被说成具有此种活动的潜能)若发生而没有任何不可能之结果随之而来的,便是潜能者。因为如果某物能够坐下并且可以坐下,倘若坐下属于它,不会产生任何不可能的后果。在被运动和站立的情形中亦同样如此。

语法注3 条
  1. 9.4οὕτω γὰρ δεῖ τὸ ῥητὸν ὑπερβατῶς ἀναγινώσκειν

    副词 ὑπερβατῶς(倒装地、错位地)指示对亚里士多德原文(Metaph. 1047a14: οὐ μόνον δὲ ταῦτα συμβαίνει τοῖς λέγουσιν ἄτοπα, ἀλλʼ ὅτι καὶ κίνησιν ἀναιροῦσι καὶ γένεσιν)语序的梳理。亚历山大指出,该处句式需要按倒装结构来理解,使后半句与主句“不仅产生这些荒谬后果,而且他们还取消了运动与生成”相连贯。

  2. 9.4τὰ γὰρ κινούμενα δυνάμενα πρὸ τοῦ ἄρξασθαι κινεῖσθαι κινηθῆναι κινοῦνται

    该句具有层层嵌套的分词与不定式结构:(1) 主语为实质化的现在分词 τὰ κινούμενα(被运动的事物);(2) 主动词为句末的 κινοῦνται(被运动);(3) 附带分词 δυνάμενα(能够)表示方式或原因,支配补足不定式 κινηθῆναι(被运动);(4) 插入的介词短语 πρὸ τοῦ ἄρξασθαι κινεῖσθαι(在开始被运动之前)中,冠词性不定式 τοῦ ἄρξασθαι 支配另一个不定式 κινεῖσθαι。

  3. 9.4τὸ γὰρ λέγειν ὅτι ὅτε ἐνεργεῖ τὸ ἐνεργοῦν περί τι τότε καὶ δύναται, τὸ τοῦτο δὴ λέγειν τὸ ποιεῖν ἐστιν ἐνέργειαν καὶ δύναμιν ταὐτόν

    包含冠词性不定式复述(破格呼应)的结构:句首的主语成分 τὸ γὰρ λέγειν ὅτι...(声称……)因中间夹杂较长的 ὅτι 宾语从句,在系动词 ἐστιν 之前被带有指示代词的短语 τὸ τοῦτο δὴ λέγειν(声称这本身)加以复指重述。表语则是冠词性不定式短语 τὸ ποιεῖν... ταὐτόν(就是把……等同起来)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:571.31-572.39