← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§570.23-571.31

对麦加拉学派潜能说的驳斥及其前提

在亚里士多德驳斥麦加拉派“唯活动时方有能力”之说的语境中,亚历山大阐明了论证所预设的公理(不学不能获、无端不能失、质料毁坏不损技术)以及该反驳的严密逻辑结构。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9.4#1

" Εἰσὶ δέ τινες οἵ φασιν, οἷον οἱ Μεγαρικοί, ὅταν ἐνεργῇ μόνον δύνασθαι." Μεγαρικοὺς λέγοι ἂν τοὺς περὶ Εὐκλείδην·1 οὗτος γὰρ εἰς τὰ Μέγαρα τὸ διδασκαλεῖον εἶχε. λέγει δὴ ὅτι οἱ Μεγαρικοὶ δύναμιν καὶ ἐνέργειαν ταὐτὸν ποιοῦσιν. ἔλεγον γὰρ ὅτι ὁ οἰκοδόμος ὅταν οἰκοδομῇ τότε καὶ τὴν τοῦ οἰκοδομεῖν ἔχει δύναμιν καὶ δύναται οἰκοδομεῖν, ὅταν δὲ μὴ οἰκοδομῇ οὐ δύναται οὔτε μὴν ἔχει τὴν τοιαύτην δύναμιν, διὰ τὸ ταὐτὸν εἶναι τὴν δύναμιν τῇ ἐνεργείᾳ· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων. τοῦτο θεὶς λέγει ὅτι τὰ συμβαίνοντα ἄτοπα τοῖς ταῦτα λέγουσιν οὐ χαλεπόν ἐστιν ἰδεῖν. πρῶτον μὲν γὰρ ἀναιροῦσι τὴν κοινὴν πάντων ὑπόληψιν. πάντες γὰρ τῷ οἰκοδόμῳ τὸ εἶναι οἰκοδόμῳ διδόασιν ἐν τῷ δύνασθαι οἰκοδομεῖν· ἐξ ὧν δ’ οὗτοι λέγουσι δῆλόν ἐστιν ὅτι ὅταν μὴ οἰκοδομῇ ὁ οἰκοδόμος οὐκ ἔσται οἰκοδόμος. τοῦτο δὲ ἄλογον τὸ μὴ εἶναι τὸν οἰκοδόμον ὅταν μὴ οἰκοδομῇ οἰκοδόμον μηδὲ ἔχειν τὴν τοιαύτην δύναμιν. ταῦτα εἰπὼν καὶ μέλλων εὐθύνειν τὴν τοιαύτην ἀπόφασιν πρὸς τὴν ταύτης εὐθύνην προλαμβάνει τινὰ ἐναργῆ ἀξιώματα, ἓν μὲν ὅτι ἀδύνατόν ἐστιν ἔχειν τινὰ τῶν ἀνθρώπων οἰκοδομικὴν ἢ ἄλλην τινὰ τέχνην μὴ μαθόντα ποτὲ μηδὲ λαβόντα αὐτὴν διὰ μαθήσεως· οὐθεὶς γὰρ ὅλως μὴ μαθών ποτε οἰκοδομεῖν ἔσχε τὴν οἰκοδομικὴν τέχνην. ἄλλο δὲ ἀξίωμα λαμβάνει τοιοῦτον· ἀδύνατόν ἐστι τὸν μὴ ἀποβαλόντα ἢ χρόνῳ ἢ λήθῃ ἢ νόσῳ τινὶ μεγάλῃ ἣν ἔχει τέχνην μὴ ἔχειν αὐτήν· καὶ τοῦτο γὰρ λίαν ἐστὶ προφανές. ὃ γὰρ ἔχει τις καὶ μὴ ἀποβέβληκε δῆλον ὡς ἔχει τοῦτο. τὸ δὲ οὐ γὰρ δὴ τοῦ γε πράγματος φθαρέντος τοιοῦτον ἂν εἴη ὅτι2 τὴν τέχνην μὴ ἔχειν τότε συμβαίνει, ὅταν λήθῃ ἢ χρόνῳ ἢ πάθει ὁ ἔχων αὐτὴν ἀποβάλλῃ, οὐ μὴν τοῦ γε πράγματος καὶ τῆς ὕλης φθαρείσης· εἰ γὰρ ὑποθώμεθα ὅτι ἀνῄρηται πᾶς λίθος, οὐ συμβήσεται τῇ τούτων ἀναιρέσει ἀποβαλεῖν τὴν οἰκοδομικὴν τέχνην τὸν οἰκοδόμον, ἀλλ’ ἕξει ταύτην καὶ λίθων μὴ ὄντων. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων. τὸ δὲ εἰ γάρ ἐστιν ἴσον ἐστὶ τῷ3 εἰ ἀληθῆ ἐστιν ἅπερ εἴπομεν, καὶ ἀδύνατόν ἐστι τὸν μὴ μαθόντα ἔχειν, καὶ ἔμπαλιν ἀδύνατόν ἐστι μὴ ἔχειν τὸν μὴ ἀποβαλόντα, καὶ ὅτι οὐκ ἀνάγκη τῆς ὑποκειμένης ἑκάστῃ τέχνῃ ὕλης φθαρείσης εὐθὺς τὴν τέχνην ἀποβάλλειν, ἀλλὰ καὶ ταύτης μὴ οὔσης οὐδὲν ἧττον πάλιν τὴν τέχνην ἔχει, ὅταν παύσηται ὁ οἰκοδόμος τοῦ οἰκοδομεῖν, κατὰ τὴν τῶν Μεγαρικῶν δόξαν τε καὶ ἀπόφασιν οὐχ ἕξει τὴν οἰκοδομικήν· εἰ δὲ τοῦτο, πῶς λαβὼν πάλιν εὐθὺς οἰκοδομήσει; κεῖται γὰρ ὅτι ἀδύνατόν ἐστι τὴν τοιαύτην ἔχειν τέχνην μὴ μαθόντα, αὐτὸς δὲ ἅμα τῷ παυθῆναι τοῦ οἰκοδομεῖν μὴ μαθὼν πάλιν εὐθὺς οἰκοδομήσει. εἰ δὲ ἅμα τῷ παύσασθαι τοῦ οἰκοδομεῖν εὐθὺς πάλιν οἰκοδομεῖ, δῆλον ὅτι εἶχε καὶ μὴ οἰκοδομῶν τὴν οἰκοδομικὴν καὶ ἠδύνατο οἰκοδομῆσαι. εἰ γάρ, ὡς αὐτοί φασιν, ἅμα τῷ παυθῆναι τοῦ οἰκοδομεῖν ἀπέβαλε τὴν τοῦ οἰκοδομεῖν δύναμιν, πῶς πάλιν μὴ μαθὼν μήτε διὰ μαθήσεως λαβὼν αὐτήν (τοῦτο γὰρ ἀδύνατον) οἰκοδομεῖ; ἄλλως τε ἐπεὶ ὑπόκειται τότε μὴ ἔχειν τὴν τέχνην, ὅταν ἢ χρόνῳ ἢ λήθῃ ἢ πάθει τινὶ ταύτην ἀποβάλλῃ, οὐδὲν δὲ γέγονε τοιοῦτον περὶ τὸν οἰκοδόμον, πῶς οἷόντε λέγειν, ὅταν μὴ οἰκοδομῇ, τὴν τοιαύτην οὐκ ἔχειν δύναμιν; τοῦτο δὴ συμβαίνει καὶ ἐπὶ τοῖς ἀψύχοις. ὅταν γὰρ μὴ ἐνεργῇ τὸ μέλι ἢ τὸ ψυχρὸν ἢ τὸ θερμὸν περὶ τὰς αἰσθήσεις ἡμῶν, οὐκ ἔσται κατ’ αὐτοὺς οὔτε τὸ μέλι γλυκὺ οὔτε τὸ ψυχρὸν ψυχρόν. ὥστε συμβαίνει λέγειν τὸν τοῦ Πρωταγόρου λόγον.

“但是有些人说,正如麦加拉派所说的那样,唯当活动时才具有能力。” 所谓麦加拉派,他指的当是欧几里得及其追随者;因为后者在麦加拉设立学园。他说,麦加拉派将能力与现实活动等同起来。因为他们主张,建造者在建造时才具有建造的能力并且能够建造,但在不建造时既不能够、也不具有这样的能力,因为能力与现实活动是同一的;在其他情况下亦同样如此。在设定了这一点之后,他说,主张这些观点的人所导致的荒谬后果不难看出。因为首先他们取消了所有人的普遍理解。因为所有人都将建造者之所以为建造者归于他能够建造;但从这些人所说的话来看,显而易见的是,当建造者不建造时,他就将不是建造者。但这毫无道理,即建造者在不建造时不是建造者,也不具有这样的能力。在说了这些并即将对这一论断进行审查之际,为了审查该论断,他预先假定了若干显而易见的公理:其一,任何人在未曾学习过或未通过学习获得的情况下,绝不可能具有建筑术或任何其他技术;因为根本没有任何从未学过建造的人拥有过建筑术。他采纳的另一条公理则是:凡未曾因时间、遗忘或某种严重疾病而丧失其所拥有之技术的人,不可能不拥有该技术;因为这也是极其显然的。一个人既然拥有而未曾丧失某物,显而易见他拥有它。而“因为绝非由于事情本身毁灭了”这句话的意思应是:不具有该技术发生于拥有者因遗忘、时间或疾患而丧失它之时,绝非由于事情本身和质料毁灭了;因为即便我们假设所有石头都被毁坏了,也不会因石头的毁坏而导致建造者丧失建筑术,即便没有石头,他仍将拥有该技术。在其他情况下亦同样如此。而“因为如果是〔这样〕”这句话等于说:“如果我们所说的乃是真实的,并且未曾学习者不可能拥有,反之未曾丧失者不可能不拥有,并且并非在各门技术所依托的质料毁灭时就必须随即丧失该技术,相反即便没有质料他也照样拥有该技术,那么当建造者停止建造时,按照麦加拉派的意见和论断,他将不拥有建筑术;若是如此,他又如何在重新获得该技术后随即再次建造呢?”因为前已设定,未曾学习者不可能拥有这样的技术,然而他自己在停止建造的同时,并未重新学习就随即再次建造。但如果他在停止建造的同时随即再次建造,显而易见的是,他在不建造时也拥有建筑术并且能够建造。因为如果正如他们所说,在停止建造的同时就丧失了建造的能力,他又如何能不经学习也不通过学习获得它(因为这是不可能的)就再次建造呢?况且,既然假定只有在因时间、遗忘或某种疾患丧失技术时才不拥有该技术,而在建造者身上并未发生任何此类事情,又怎能说他在不建造时就不具有这样的能力呢?这种情况在无生命物身上也同样出现。因为当蜂蜜或冷或热不对我们的感觉起作用时,按照他们的说法,蜂蜜既不是甜的,冷也不是冷的。从而其结果就是主张普罗泰戈拉的学说。

语法注3 条
  1. 9.4Μεγαρικοὺς λέγοι ἂν τοὺς περὶ Εὐκλείδην

    λέγοι ἂν 为带有 ἄν 的希求法,表达对当下语境的审慎断定或推测(潜在希求法),意为“关于麦加拉派,他所指的当是欧几里得的门人”。

  2. 9.4τὸ δὲ οὐ γὰρ δὴ τοῦ γε πράγματος φθαρέντος τοιοῦτον ἂν εἴη ὅτι

    τὸ δὲ οὐ γὰρ δὴ τοῦ γε πράγματος φθαρέντος 借助中性定冠词 τὸ 将亚里士多德原文引语(1046b35)名词化作为主语,通过谓语 τοιοῦτον ἂν εἴη(潜在希求法)引导 ὅτι 名词性解释分句,意即“‘……’这句话的意思应是……”。

  3. 9.4τὸ δὲ εἰ γάρ ἐστιν ἴσον ἐστὶ τῷ

    将亚里士多德原文(1046b36 异文)中的短语 εἰ γάρ ἐστιν 名词化作主语,ἴσον ἐστὶ τῷ 中与格定冠词 τῷ 统辖后续长篇间接引语(εἰ ἀληθῆ ἐστιν... ὅταν παύσηται... οὐχ ἕξει...;)。它构成整段复杂句的骨架,连续并列多个前提从句后,引向 ὅταν παύσηται 以下的归结分句及随后的诘问句(εἰ δὲ τοῦτο, πῶς...;)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:570.23-571.31