- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:569.31-570.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大阐明了原初缺失与次级缺失的区分,进而论证伴随理性的能力如何基于灵魂推论部分这一单一始基同时产生相反的两者(如健康与疾病),指明其与无理性能力的不同,并说明做好某事的能力必然蕴涵仅仅做某事的能力。
ἡ γὰρ στέρησίς ἐστιν ἡ πρώτη τὸ ἐναντίον. λέγει δὲ ἐνεργείας στέρησιν πρώτην εἰ ὅτε πέφυκεν ἔχειν καὶ ὡς πέφυκεν ἔχειν καὶ ὃ πέφυκεν ἔχειν μὴ ἔχει, δευτέραν δὲ στέρησιν τὸ ὅλως μὴ ἔχειν· τὸ γὰρ λέγειν τὸν λίθον ἐστερῆσθαι ὄψεως δευτέρα στέρησίς ἐστιν. ἡ στέρησις οὖν, φησίν, ἡ πρώτη ἐστὶ τὸ ἐναντίον τῇ ἕξει, αὕτη δ’ ἐστὶν ἀποφορὰ τῆς ἕξεως· ταύτην γὰρ εἶπε θάτερον. ταῦτα εἰπὼν πάλιν ἐπαναλαμβάνει τὸν λόγον καί φησιν ἐπεὶ δὲ τἀναντία οὐκ ἐγγίνεται τῷ αὐτῷ (οὐδὲν γὰρ ἅμα λευκόν ἐστι καὶ μέλαν), ἡ δὲ ἐπιστήμη ἐστὶ δύναμις τῷ λόγον ἔχειν,1 τουτέστιν ἐν τῷ λόγον ἔχοντι (ἢ ἡ ἐπιστήμη ἐστὶ δύναμις τῷ λόγον ἔχειν ἀντὶ τοῦ ἡ ἐπιστήμη δύναμίς ἐστιν ἐν τῷ ἔχειν λόγον καὶ αἰτίαν τοῦ ἐπιστητοῦ ὅπερ ἔχει), καὶ ἔχει ἡ ψυχὴ ἀρχὴν κινήσεως τὴν ἐπιστήμην (κινεῖ γὰρ αὐτήν, ὡς ἔφαμεν, εἰς θεωρήματά τινα καὶ εὑρέσεις), τὸ μὲν ὑγιεινὸν ὑγίειαν μόνον ποιεῖ καὶ τὸ θερμὸν θερμαίνει, ὁ δ’ ἐπιστήμων ἄμφω, διὰ τὸ τὸν λόγον τὸν ἐν τῷ ἐπιστήμονι ἀμφότερα γινώσκειν, εἰ καὶ μὴ ὁμοίως. ἔστι δ’ ὁ τοιοῦτος λόγος ἤτοι ἡ ἐπιστήμη ἐν ψυχῇ, ἥτις ψυχὴ ἔχει τὸν λόγον ἢ τὴν ἐπιστήμην ἀρχὴν κινήσεως. ὥστε ἡ ψυχὴ ἄμφω τήν τε ἕξιν καὶ τὴν στέρησιν ἀπὸ τῆς αὐτῆς ἀρχῆς κινήσει καὶ ποιήσει πρὸς τὸ αὐτὸ συνάψασα, τὸ αὐτὸ λέγων τὸ λογιστικόν. συνάψασα οὖν ἄμφω, φησί, τὴν ἕξιν δηλονότι καὶ τὴν στέρησιν, ἡ ψυχὴ πρὸς τὸ αὐτό, τουτέστι τὸ λογιστικόν, ἀπὸ τῆς αὐτῆς ἀρχῆς, ἤτοι τοῦ λογιστικοῦ, ποιήσει καὶ ὑγίειαν καὶ νόσον, καὶ γράψει ὀρθῶς καὶ μὴ ὀρθῶς. καὶ ἐπὶ τούτῳ αἱ κατὰ λόγον δυνάμεις τἀναντία ποιοῦσι ταῖς ἄνευ λόγου.2 εἰ γὰρ αἱ μετὰ λόγου δυνάμεις ἀμφότερα ποιεῖν δύνανται, αἱ δ’ ἄνευ λόγου οὐκ ἀμφότερα ἀλλὰ τὸ ἕν, φανερὸν ὡς τἀναντία ποιοῦσι· τὸ γὰρ τὰ δύο δυνάμενον ποιεῖν ἐναντιοῦταί πως τῷ μὴ δυναμένῳ τὰ δύο ἀλλὰ τὸ ἓν ποιεῖν. ὥστε ἐπεὶ καὶ ἡ στέρησις καὶ ἡ ἕξις ἐν μιᾷ εἰσιν ἀρχῇ, τῷ λόγῳ, ἤτοι τῷ λογιστικῷ, ἀμφότερα ποιήσει ἡ ψυχή. φανερὸν δέ, φησί, καὶ ὅτι τῇ μὲν τοῦ εὖ δυνάμει ἀκολουθεῖ ἡ τοῦ μόνον ποιῆσαι δύναμις· τῷ γὰρ εὖ γράφοντι ἀκολουθεῖ καὶ τὸ μόνον γράφειν, τῷ δὲ μόνον γράφοντι οὐκ ἀκολουθεῖ τὸ εὖ γράφειν· διότι ἐκείνῳ μὲν πάρεστιν ἀμφοῖν δύναμις, τῷ δὲ μόνον γράφοντι οὐδαμῶς.
因为原初的缺失乃是相反者。他所谓的活动之原初缺失,是指在依本性应当具有时、以依本性应当具有的方式,不具有其依本性应当具有者;而次级缺失则是根本不具有;因为说石头被剥夺了视觉乃是次级缺失。因此他说,原初缺失乃是持存状态的相反者,而这也就是持存状态的除去;因为他把这称为“另一方”。在说了这些之后,他再次重提论证并说道:既然相反者不会出现在同一事物中(因为没有任何事物同时是白的又是黑的),而科学因具有理性而为一种能力,也就是说在具有理性者之中(或者“科学因具有理性而为一种能力”是用来代指“科学在于具有其所具有的可认知对象的理性与原因而为一种能力”),且灵魂具有科学作为运动的始基(正如我们所说,科学推动灵魂走向某些理论考察与发现),那么健康之物只产生健康,热只加热,但具有科学知识者却产生两者,这是由于在知者之中的理性认识两者,尽管并非以同样的方式。而这样的理性或科学存在于灵魂之中,该灵魂具有理性或科学作为运动的始基。因此,灵魂将从同一始基推动两者,即持存状态与缺失,并在将其与同一事物结合之后加以产生——所谓“同一事物”他指的是推论部分。因此他说,灵魂将两者(显然即持存状态与缺失)与同一事物(即推论部分)结合,从同一始基(即推论部分)将产生健康与疾病,也将正确地书写与不正确地书写。在此基准上,依照理性的诸能力与无理性的诸能力表现得相反。因为如果伴随理性的能力能够产生两者,而无理性的能力不能产生两者而只能产生其一,显而易见它们是相反地作动的;因为能够产生二者之物,在某种意义上与不能产生二者而只能产生其一之物相对立。因此,既然缺失与持存状态都在一个始基之中,即在理性中,或者说在推论部分中,灵魂就将产生两者。他说,同样显而易见的是,伴随做好某事之能力的,是仅仅做某事的能力;因为伴随写得好的人,也伴随着仅仅写,但伴随仅仅写的人,并不伴随写得好;这是因为前一类人具有两方面的能力,而在仅仅写的人身上则绝不具备。
- 9.3τῷ λόγον ἔχειν
带中性单数与格定冠词的不定词短语 τῷ λόγον ἔχειν 表示原因或方式。亚历山大紧接着提供了两种转述解释:第一种将其视为主体或所在场所,即“在具有理性者之中”(ἐν τῷ λόγον ἔχοντι);第二种则扩充了 ἔχειν 的宾语,解释为“在于具有可认知对象的理性与原因”(ἐν τῷ ἔχειν λόγον καὶ αἰτίαν τοῦ ἐπιστητοῦ)。译文如实保留了注疏者给出的这两种解读。
- 9.3τἀναντία ποιοῦσι ταῖς ἄνευ λόγου
与格 ταῖς ἄνευ λόγου 与 τἀναντία ποιοῦσι 构成对比关系,表示比较或对立的标准(“与无理性的诸能力相反地作动”)。正如紧随其后的句子(τὸ γὰρ τὰ δύο δυνάμενον ποιεῖν ἐναντιοῦταί πως τῷ μὴ δυναμένῳ...)所说明的,伴随理性的能力能够产生相反的两方面,这一事实本身就构成了与只能产生单一结果的无理性能力之间的“对立”。
