- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:568.37-569.31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大就《形而上学》卷九(1046a36)进行阐释,将能力区分为存在于无灵魂之物中的“无理性能力”与存在于灵魂推论部分中的“伴随理性的能力”(科学与技术),并解释了为何前者只能单向作用,而后者能够产生相反的结果(如健康与疾病),其根源在于理性兼能认识持存状态及其缺失。
" Ἐπεὶ δ’ αἱ μὲν ἐν τοῖς ἀψύχοις ἐνυπάρχουσιν ἀρχαὶ "τοιαῦται. Ἐπειδή, φησί, τῶν δυνάμεων αἱ μὲν ἀρχαὶ ἐνυπάρχουσιν ἐν τοῖς ἀψύχοις, ὡς ἡ θερμότης ἐν τῷ πυρί, αἱ δὲ ἐν τοῖς ἐμψύχοις καὶ ἐν ψυχῇ, οὐκ ἐν τῷ ἀλόγῳ μέρει αὐτῆς ἀλλ’ ἐν τῷ λογιστικῷ, ὥσπερ ἡ ἰατρική, δῆλον ὅτι καὶ τῶν δυνάμεων αἱ μὲν ἔσονται ἄλογοι αἱ δὲ μετὰ λόγου. διὸ πᾶσαι αἱ τέχναι αἵ τε ποιητικαί, ἥ τε οἰκοδομικὴ καὶ ἡ ναυπηγική, καὶ αἱ ἐπιστῆμαι (κοινότερον δὲ τέχνας εἶπε τὰς ἐπιστήμας) δυνάμεις εἰσίν· ἀρχαὶ γάρ εἰσι μεταβλητικαὶ ἐν ἄλλῳ. ἡ γὰρ ἐπιστήμη ἐν τῷ λογιστικῷ μορίῳ τῆς ψυχῆς οὖσα μεταβάλλει τὴν ψυχὴν καὶ κινεῖ εἰς θεωρήματά τινα καὶ ζητήσεις. εἰ οὖν πᾶσα δύναμις ἐνεργείας ἐστὶ δύναμις, αἱ δὲ ἐπιστῆμαι καὶ αἱ τέχναι μεταβάλλουσι τὴν ψυχὴν εἰς τὸ ἐνεργεῖν περί τι, καλῶς ἄρα δυνάμεις αὐτὰς ἐκάλεσεν. διαφέρουσι δὲ αἱ ἄλογοι δυνάμεις τῶν μετὰ λόγου, ὅτι αἱ μὲν μετὰ λόγου πᾶσαι τἀναντία ποιοῦσιν· ἰατρικὴ γὰρ ὑγίειαν καὶ νόσον· αἱ δ’ ἄλογοι μία ἑνός. ἡ γὰρ θερμότης μόνον θερμαίνει, εἰ δέ ποτε καὶ ψύχει, ἀλλ’ οὐ καθ’ αὑτὸ ἀλλὰ κατὰ συμβεβηκός· τῇ γὰρ αὐτῆς ἀπουσίᾳ συμβαίνει γίνεσθαι ψύξιν. αἴτιον δὲ τοῦ τὰς μετὰ λόγου τῶν ἐναντίων εἶναι ποιητικάς, ὅτι, φησίν, ὁ λόγος ἐστὶν ἡ ἐπιστήμη,1 τουτέστιν ἡ μετὰ λόγου δύναμις ἐπιστημονική τις γνῶσίς ἐστιν, ὁ δὲ λόγος καὶ ἡ ἐπιστημονικὴ γνῶσις δηλοῖ καὶ γνωρίζει οὐ τὸ πρᾶγμα μόνον καὶ τὴν ἕξιν, ἀλλὰ καὶ τὴν στέρησιν, πρᾶγμα μὲν καὶ ἕξιν οἷον τὴν ὑγίειαν, στέρησιν δὲ οἷον τὴν νόσον. πλὴν οὐχ ὡσαύτως ἀμφότερα, ἀλλὰ τὴν μὲν ἕξιν καθ’ αὑτὸ τὴν δὲ στέρησιν κατὰ συμβεβηκός. καὶ τρόπον μέν τινα ἀμφότερα ὁ λόγος οἶδε, τρόπον δέ τινα καὶ μᾶλλον τὸ ὑπάρχον ἤτοι τὴν ἕξιν. ὥστε αἱ τοιαῦται ἐπιστῆμαι, ἤτοι αἱ μετὰ λόγου, τῶν ἐναντίων εἰσίν, ἀλλὰ τῶν μὲν ἕξεων, ὥσπερ εἴρηται, καθ’ αὑτό, τῶν δὲ στερήσεων οὐ καθ’ αὑτό. καὶ γὰρ ὁ λόγος τοῦ μὲν καθ’ αὑτὸ τοῦ δὲ κατὰ συμβεβηκός· ἀποφάσει γὰρ καὶ ἀποφορᾷ τουτέστι στερήσει (τὸ γὰρ ἀποφορᾷ τοῦ στερήσει ἐστὶ δηλωτικόν) οἶδε τὸ ἐναντίον.2 εἰδὼς γὰρ καθ’ αὑτὸ ὅτι ὑγίειά ἐστι συμμετρία τῶν ἐν τῷ ζῴῳ θερμῶν καὶ ὑγρῶν, τῇ ταύτης στερήσει, λέγω δὴ τῇ ἀσυμμετρίᾳ, οἶδε τὴν νόσον. εἰ γὰρ ἡ κατάφασις ἢ ἡ ἕξις τὴν ὑγίειαν ἀπεργάζεται, δῆλον ὡς ἡ ἀπόφασις ἢ ἡ στέρησις (οὐθὲν γὰρ διαφέρει ὡς ἂν λέγηται) τὴν νόσον.
“而既然存在于无灵魂之物中的始基是”这样的。 他说,既然在诸能力中,某些始基存在于无灵魂之物中,如同火中的热,而另一些则存在于有灵魂之物中并在灵魂中——不在其无理性部分,而是在其推论部分,如同医术——显而易见,在诸能力中也将有一些是无理性的,而另一些则是伴随理性的。因此所有的技术,既包括制作性的技术(如建筑术与造船术),也包括各门科学(他在较宽泛的意义上把科学称为技术),都是能力;因为它们是在他物中引起变化的始基。因为科学存在于灵魂的推论部分中,能改变灵魂并将其推动至某些理论考察与探讨。那么,如果一切能力都是活动的能力,而科学与技术改变灵魂以使其就某事进行活动,那么他把它们称为能力就是完全合理的。无理性的能力与伴随理性的能力的区别在于,伴随理性的能力全部产生相反者(因为医术产生健康与疾病),而无理性的能力则是一对一的。因为热只加热,如果它有时也致冷,并非由于自身,而是偶性地如此;因为冷却乃是由于它的缺席而附带发生的。他说,伴随理性的能力之所以能够产生相反者,原因在于理性即是科学,也就是说,伴随理性的能力是某种科学知识,而理性与科学知识不仅指示并认识实情和持存状态,而且也指示并认识缺失;实情与持存状态如同健康,缺失如同疾病。只是并非对两者以同样的方式,而是由于自身认识持存状态,偶性地认识缺失。在某种意义上理性知晓两者,但在某种意义上且更主要地知晓当下实存者即持存状态。因此这类科学,即伴随理性的科学,是关于相反者的,但正如已经说过的,由于自身是关于诸持存状态的,而非由于自身则是关于诸缺失的。因为理性对于前者也是由于自身的,而对于后者则是偶性的;因为通过否定与除去,即通过缺失(因为“通过除去”指示的就是“通过缺失”),它知晓相反者。因为由于自身知晓健康是动物体内温热与湿润成分的均称,它便通过对此均称的缺失,即通过不均称,而知晓疾病。因为如果肯定或持存状态产生健康,显而易见,否定或缺失(无论怎么说并无区别)则产生疾病。
- 9.3αἴτιον δὲ τοῦ τὰς μετὰ λόγου τῶν ἐναντίων εἶναι ποιητικάς, ὅτι, φησίν, ὁ λόγος ἐστὶν ἡ ἐπιστήμη
带属格冠词的不定式 τοῦ ... εἶναι ποιητικάς 作为名词 αἴτιον 的补足语(“伴随理性的能力产生相反者的原因……”),表语部分由 ὅτι 从句引出,从句中插入的 φησίν 则表明是在引述亚里士多德的论述。
- 9.3ἀποφάσει γὰρ καὶ ἀποφορᾷ τουτέστι στερήσει (τὸ γὰρ ἀποφορᾷ τοῦ στερήσει ἐστὶ δηλωτικόν) οἶδε τὸ ἐναντίον
手段/方式与格 ἀποφάσει、ἀποφορᾷ 及 στερήσει 修饰动词 οἶδε(“通过否定与除去,即通过缺失……知晓相反者”)。注疏者在括号内的说明指出了词语 ἀποφορᾷ 即等同于 στερήσει(由于缺失),以此阐明理性通过否定与剥夺来间接认识相反者。
