- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:567.31-568.36
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德在1046a19关于作用与受动的潜能在基底上为一但在定义上相异的论述,亚历山大运用道路与教学的比喻进行阐释,并进一步注解了能力、无能与缺失的多重涵义。
" Φανερὸν οὖν ὅτι ἔστι μὲν ὡς μία δύναμις τοῦ ποιεῖν τε καὶ πάσχειν." Ὥσπερ γὰρ ἡ ἀπὸ Ἀθήνηθεν εἰς Θήβας τῇ ἀπὸ Θήβηθεν Ἀθήναζε ὁδὸς τρόπον μέν τινά ἐστιν ἡ αὐτή, τρόπον δέ τινα οὐκ ἔστι (τῷ μὲν ὑποκειμένῳ ἐστὶν ἡ αὐτή, τῷ λόγῳ δὲ οὐχ ἡ αὐτή), ὡσαύτως δὲ ἔχει καὶ ἡ ἀπὸ τοῦ διδάσκοντος ὡς πρὸς τὸν μανθάνοντα ἐνέργεια καὶ ὁδός, τῷ μὲν ὑποκειμένῳ ἐστὶν ἡ αὐτὴ τῷ λόγῳ δὲ ἑτέρα (ἀπὸ μὲν γὰρ τοῦ διδασκάλου ὡς πρὸς τὸν μανθάνοντα θεωρουμένη λέγεται δίδαξις, ἀπὸ δὲ τούτου ὡς πρὸς τὸν διδάσκαλον μάθησις)· οὕτω δὴ καὶ ἡ δύναμις τοῦ ποιεῖν καὶ πάσχειν τρόπον μέν τινά ἐστιν ἡ αὐτή, τρόπον δέ τινα ἑτέρα. ἡ γὰρ δύναμις τοῦ πυρὸς οἷον ἡ θερμότης ἡ παρ’ αὐτοῦ τῷ ὕδατι ἐνδιδομένη ἐστὶ μὲν ἡ αὐτή, ἐστὶ δὲ ὡς οὐχ ἡ αὐτή· ἀπὸ μὲν γὰρ τοῦ πυρὸς ὡς πρὸς τὸ ὕδωρ θεωρουμένη λέγεται ποίησις, ἔμπαλιν δὲ πάθησις. ἔστι μὲν οὖν, φησίν, ἡ δύναμις τοῦ ποιεῖν καὶ πάσχειν τρόπον μέν τινα ἡ αὐτή· δυνατὸν γὰρ λέγεται ἢ ἐν τῷ ἔχειν αὐτὸ δύναμιν τοῦ παθεῖν ὑπ’ ἄλλου, ὥσπερ τὸ ὕδωρ (δύναμιν γὰρ ἔχει τοῦ θερμανθῆναι ὑπὸ τοῦ πυρός) ἢ ἐν τῷ ἄλλο ὑπ’ αὐτοῦ·1 δυνατὸν γὰρ λέγεται τὸ πῦρ ὅτι δύναμιν ἔχει τὸ ὕδωρ φέρε παθεῖν ὑπ’ αὐτοῦ. τῶν δὴ δυνάμεων ἡ μέν ἐστιν ἐν τῷ πάσχοντι· διὰ γὰρ τὸ ἔχειν τινὰ δύναμιν καὶ ἀρχήν, καὶ ὅλως διὰ τὸ εἶναι τὴν ὕλην ἀρχήν τινα, πάσχει τὸ πάσχον καὶ ἄλλο ὑπ’ ἄλλου· καυστὸν γάρ ἐστι τὸ λιπαρὸν καὶ θλαστὸν τὸ ὑπεῖκον ὡδί, διὰ τὸ ἔχειν δύναμίν τινα καὶ ὕλην τοῦ τὸ μὲν καίεσθαι τὸ δὲ θλᾶσθαι. καὶ τῶν δυνάμεων ἡ μέν ἐστιν ἐν τῷ πάσχοντι ἡ δὲ ἐν τῷ ποιοῦντι. τὸ γὰρ θερμὸν καὶ ἡ οἰκοδομικὴ τὸ μὲν ἐν τῷ πυρί ἐστιν, ἡ δὲ ἐν τῷ οἰκοδόμῳ, τοῖς ποιοῦσιν. ὥστε εἰ τὸ ποιοῦν ἕτερόν ἐστι τοῦ πάσχοντος, δῆλον ὅτι τὸ συμπεφυκὸς καὶ ἓν ὂν καὶ συνεχὲς οὐ πείσεται ὑφ’ ἑαυτοῦ· τὸ γὰρ πῦρ ἓν ὂν καὶ συνεχὲς οὐ πείσεται ὑφ’ ἑαυτοῦ· τὸ γὰρ πάσχον ἕτερον εἶναι δεῖ τοῦ ποιοῦντος. ὥσπερ δὲ ἡ δύναμις καὶ τὸ δυνατὸν ἕξις ἐστίν, οὕτως ἡ ἀδυναμία ἡ τῇ τοιαύτῃ δυνάμει ἐναντία στέρησίς ἐστιν. ὥστε τοῦ αὐτοῦ καὶ κατὰ τὸ αὐτὸ πᾶσα δύναμις ἀδυναμία.2 ἡ γὰρ τοῦ πυρὸς δύναμις καθ’ ἣν θερμαίνει ἀδυναμία ἐστίν· ἀδυνατεῖ γὰρ μὴ θερμαίνειν τὰ παρακείμενα καὶ πλησιάζοντα αὐτῷ, ὥστε ἀδυναμία ἐστὶ τὸ μὴ δύνασθαι μὴ θερμαίνειν. ἀδύνατον γάρ φαμεν καὶ ἀδυναμίαν ἔχειν τὸ μὴ ἔχον δύναμιν τοῦ ποιῆσαι τόδε τι. καὶ ἡ τοῦ σιδήρου δύναμις, καθ’ ἣν οὐ δύναται εὐκόλως τέμνεσθαι, ἀδυναμία ἐστὶ καὶ αἱ λοιπαὶ ὡσαύτως· ὥστε ἄλλον μέν τινα τρόπον εἰσὶ δυνάμεις, ἄλλον δὲ ἀδυναμίαι. ὥσπερ δὲ ἡ δύναμις λέγεται πολλαχῶς, οὕτω καὶ ἡ στέρησις· καὶ γὰρ τὸ μὴ ἔχον, εἴτε πέφυκεν ἔχειν εἴτε μή, στέρησιν ἔχειν λέγεται καὶ ἡ ἐν αὐτῷ τοιαδὶ διάθεσις στέρησις, καὶ τὸ πεφυκὸς ἔχειν ἂν μὴ ἔχῃ ἢ ὅτε πέφυκεν ἔχειν, ἢ ὡδί, οἷον παντελῶς, ἢ κἂν ὁπωσοῦν. παντελῶς δὲ στέρησιν ἔχει ὄψεως ὁ ἀμφοῖν τοῖν ὀφθαλμοῖν ἐστερημένος καὶ μηδ’ ὅλως ὁρῶν, ὁπωσοῦν δὲ στέρησιν ἔχειν λέγεται ὁ ὁρῶν μὲν μὴ καλῶς δέ. ἐπ’ ἐνίων δὲ πάλιν, ἂν πεφυκότα ἔχειν τι ἀφαιρεθῶσι βίᾳ, ὅπερ ἔχειν πεφύκασιν ἐστερῆσθαι τούτου λέγομεν.3
“因此显而易见,作用与受动的潜能在某种意义上是一。” 因为正如从雅典到忒拜的路与从忒拜到雅典的路在某种意义上是同一的,在某种意义上又不是(就基底而言是同一的,但就定义而言不是同一的),并且从施教者指向受教者的活动与道路也是同样的情形,就基底而言是同一的,但就定义而言是不同的(因为从教师指向受教者被考察时被称为讲授,而从受教者指向教师则被称为学习);照样,作用与受动的能力在某种意义上也是同一的,在某种意义上则是不同的。因为火的能力,即由火赋予水的热,固然是同一的,但从某种意义上说又不是同一的;因为从火指向水被考察时被称为作用,反过来则被称为受动。因此他说,作用与受动的能力在某种意义上是同一的;因为事物被称为有能力的,要么是由于其自身具有由他者引起受动的能力,如同水(因为水具有被火加热的能力),要么是由于他者受其作用;因为火被称为有能力的,是由于例如水具有由它引起受动的能力。在诸能力中,一种存在于受动者之中;因为凭借具有某种能力和始基,并且总的来说由于质料是某种始基,受动者才会受动,且一物才会被他物作用;因为油脂状物是可燃的,以这种方式退让的事物是易碎的,乃是由于具有使前者被燃烧、后者被破碎的某种能力与质料。而在诸能力中,一种存在于受动者中,另一种存在于作用者中。因为热和建筑术,前者存在于火中,后者存在于建筑师中,即存在于诸作用者之中。因此,如果作用者不同于受动者,显而易见,自然合生、单一且连续的事物不会受到自身的作用;因为火既然是单一且连续的,就不会受到自身的作用;因为受动者必须不同于作用者。而正如能力与有能力者是一种持存状态,照样,与此类能力相反的无能乃是一种缺失。因此,就同一事物并在同一方面而言,每一能力都是无能。因为火据以加热的能力乃是一种无能;因为火不可能不加热靠近它并邻接于它的事物,所以不能不加热乃是一种无能。因为我们把不具有做某特定事情之能力的事物称为不能的并具有无能。而铁据以不能轻易被切割的能力也是一种无能,其余事物亦同样如此;所以从某种意义上说它们是能力,从另一种意义上说则是无能。正如能力有多重含义,缺失也是如此;因为不具有某物的事物,无论其本性上是否应当具有,都被说成具有缺失,且其内部的这种处置状态也被称为缺失;而且本性上应当具有的事物,如果不在其本性应当具有的时候具有,或者以特定方式,例如完全不具有,或者甚至以任何一种方式不具有[也称为缺失]。双目被剥夺且根本看不见的人完全缺失视力,而看得见却看得不好的人则被说成在某种程度上具有缺失。再者,对于某些事物,如果本性应当具有某物的事物被强力剥夺了它,我们就说它们缺失了它们本性应当具有的那个东西。
- 9.2ἢ ἐν τῷ ἄλλο ὑπ’ αὐτοῦ
紧承前句的 ἐν τῷ ἔχειν αὐτὸ δύναμιν τοῦ παθεῖν ὑπ’ ἄλλου,此处省略了不定式 ἔχειν 以及宾语短语 δύναμιν τοῦ παθεῖν。其基本构架为 ἢ ἐν τῷ [ἔχειν] ἄλλο [δύναμιν τοῦ παθεῖν] ὑπ’ αὐτοῦ,即“或者由于他者[具有]由它[引起受动的能力]”。紧随其后的解释句 δυνατὸν γὰρ λέγεται τὸ πῦρ ὅτι δύναμιν ἔχει τὸ ὕδωρ φέρε παθεῖν ὑπ’ αὐτοῦ 确证了这一补足。
- 9.2ὥστε τοῦ αὐτοῦ καὶ κατὰ τὸ αὐτὸ πᾶσα δύναμις ἀδυναμία
省略系动词 ἐστί 的判断句。属格 τοῦ αὐτοῦ 用作关系属格(“关于同一事物”),与介词短语 κατὰ τὸ αὐτό(“在同一方面”)并列。正如紧随其后的例证(火加热的能力同时也是不能不加热的无能)所显示的,此处断言“每一能力在涉及同一事物且在同一方面而言都是一种无能”。
- 9.2ἂν πεφυκότα ἔχειν τι ἀφαιρεθῶσι βίᾳ, ὅπερ ἔχειν πεφύκασιν ἐστερῆσθαι τούτου λέγομεν
条件从句 ἂν ... ἀφαιρεθῶσι 的主语为实质化的中性复数分词 πεφυκότα ἔχειν τι(“本性上应当具有某物的事物”),谓语动词 ἀφαιρεθῶσι 采用第三人称复数被动态虚拟式。二重宾格动词 ἀφαιρέω 的被动句型中,被剥夺者充当主语,而被剥夺的事物则保留。在主句结论中,这些主语作为被动完成时不定式 ἐστερῆσθαι 的逻辑主语被承接,所缺失的事物则通过关系分句 ὅπερ ἔχειν πεφύκασιν 与承前指示代词属格 τούτου(分离属格)同格复指。
