← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§566.26-567.30

诸潜能向第一潜能的归统

亚历山大注解了亚里士多德在《形而上学》1046a9中关于同一种相下的诸潜能皆关联于某一第一者的论述,探讨了受动能力以及抗拒变化的持存状态(如坚硬)如何分有第一能动潜能(在他物中引起变化的始基)的定义。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9.1

" Ὅσαι δὲ πρὸς τὸ αὐτὸ εἶδος, πᾶσαι ἀρχαί τινές εἰσι, καὶ πρὸς πρώτην μίαν λέγονται." Ἐπειδὴ γάρ, ὡς εἴρηται, δύναμις ἡ ὕλη λέγεται, εἰσὶ δὲ τοῦ αὐτοῦ πλείους ὗλαι, ὥσπερ ἐλέγομεν τοῦ φλέγματος τά τε γλυκέα καὶ λιπαρά, αὗται δὴ αἱ ὗλαι τὸ γλυκὺ καὶ λιπαρὸν ἀρχαί τινές εἰσι καὶ δυνάμεις τοῦ αὐτοῦ εἴδους, φημὶ δὴ τοῦ φλέγματος, καὶ λέγονται δυνάμεις διὰ τὴν πρώτην καὶ μίαν δύναμιν, τὴν ἀνείδεον ὕλην, ἥτις ἀρχὴ καὶ αἰτία ἐστὶ τοῦ μεταβάλλειν τὸ ἐν ᾧ ἐστιν. ἔστω δὲ τὸ λεγόμενον δῆλον ἐπὶ τοῦ κηροῦ· ὁ γὰρ κηρὸς ἐν ἄλλῳ ὤν, φέρε εἰπεῖν τῷ κηρίνῳ ἀνδριάντι, ἀρχὴ καὶ δύναμίς ἐστι τοῦ μεταβάλλειν τε καὶ πάσχειν τὸν ἀνδριάντα ὑπ’ ἄλλου τοῦ τέμνοντος ἢ τήκοντος αὐτόν. τὸ δὲ ᾗ ἄλλο πρόσκειται,1 ἐπειδὴ νοσῶν τις ἰάσαιτ’ ἂν ἑαυτόν, καὶ ἔστιν ἐν αὐτῷ ἡ δύναμις τοῦ ὡδὶ παθεῖν αὐτόν, ἀλλ’ οὐ καθ’ αὑτὸ τοῦτο ὑπάρχει αὐτῷ ἀλλὰ καθὸ ἄλλο. ἐπειδὴ δὲ τῶν δυνάμεων αἱ μέν εἰσιν αἴτιαι τοῦ μεταβάλλειν τὰ ἐν οἷς εἰσιν ἐπὶ τὸ χεῖρον, αἱ δὲ οὔκ εἰσι, διορίζει καὶ περὶ αὐτῶν λέγων ἡ μὲν γὰρ τοῦ παθεῖν ἐστι δύναμις, ἡ ἐν αὐτῷ τῷ πάσχοντι ἀρχὴ μεταβολῆς παθητικῆς ὑπ’ ἄλλου ἢ ἄλλο, τουτέστι τῶν δυνάμεων ἡ μέν ἐστιν ἐν αὐτῷ τῷ πάσχοντι ὡς ἀρχὴ μεταβολῆς, οὐχὶ τοῦ μὴ πάσχειν ἀλλὰ τοῦ πάσχειν ὑπ’ ἄλλου, ὥσπερ εἴρηται ἐπὶ τοῦ κηρίνου ἀνδριάντος. ἡ μὲν οὖν τῶν δυνάμεών ἐστι τοιαύτη, ἡ δέ ἐστιν οὐκ ἀρχὴ τοῦ πάσχειν ὑπ’ ἄλλου, ἀλλὰ μᾶλλον ἕξις ἀπαθείας τῆς ἐπὶ τὸ χεῖρον. ἡ γὰρ σκληρότης ἡ ἐν τῷ σιδήρῳ ἕξις ἐστὶ τοῦ μὴ πάσχειν τὸν σίδηρον καὶ φθείρεσθαι ὑπ’ ἄλλου. ἐπειδὴ δέ τινα πάσχει, ὥσπερ ἡ σελήνη τοὺς φωτισμοὺς ὑπὸ τοῦ ἡλίου δεχομένη, καὶ ὅμως οὐκ ἔστι τοῦτο φθορά, ἐπήγαγε τὸ τῆς ἐπὶ τὸ χεῖρον, ἴσον λέγων τῷ ἡ δύναμις ἡ ὡς ἕξις λεγομένη οὐχὶ τοῦ μὴ μεταβάλλειν ἐπὶ τὸ κρεῖττόν ἐστιν αἰτία, ἀλλὰ τοῦ μὴ μεταβάλλειν ὑπὸ ἀρχῆς τινος μεταβλητικῆς ἐπὶ τὸ χεῖρον. εἰπὼν δὲ ὅτι καὶ ἡ ἀρχὴ καὶ ἡ αἰτία τοῦ πάσχειν, ὁμοίως καὶ τοῦ μὴ πάσχειν δυνάμεις λέγονται, δείκνυσι τοῦτο διὰ τοῦ εἰπεῖν ἐν γὰρ τούτοις ἔνεστι πᾶσι τοῖς ὅροις ὁ τῆς πρώτης δυνάμεως λόγος, τουτέστιν ἐν τούτοις πᾶσι τοῖς τῆς δυνάμεως προσδιορισμοῖς ἔνεστιν ὁ λόγος καὶ ὁ ὁρισμὸς τῆς πρώτης δυνάμεως. ἐπειδὴ γὰρ ὁ λόγος τῆς πρώτης δυνάμεώς ἐστι τὸ ἀρχὴ μεταβολῆς ἐν ἄλλῳ ἢ ἄλλο, καὶ πάλιν μαλακότης ἐστὶν ἀρχὴ μεταβολῆς παθητικῆς ὑπ’ ἄλλου ᾗ ἄλλο, ὥστε ἔνεστιν ὁ λόγος τῆς πρώτης δυνάμεως καὶ ἐν τοῖς ἄλλοις· εἰ δὲ τοῦτο, καλῶς ἄρα λέγονται δυνάμεις. πάλιν τῶν δυνάμεων αἱ μέν εἰσι τοῦ μόνον παθεῖν αἱ δὲ τοῦ καλῶς· πῶς δὲ ταῦτα λέγεται, εἴρηται ἡμῖν ἐν τῷ Δ ταύτης τῆς πραγματείας πλατύτερον, ὅτε περὶ τῶν τῆς δυνάμεως σημαινομένων ἔλεγεν. δῆλον ἄρα ἐστὶν ὅτι ἐν τοῖς τούτων τῶν δυνάμεων λόγοις ἐνυπάρχουσί πως οἱ τῶν πρώτων δυνάμεων λόγοι. τὸ δὲ πῶς πρόσκειται, ἐπειδὴ οὐχ ὡσαύτως καὶ ἵν’ οὕτως εἴποιμι ἀπαραλλάκτως ὁ τῆς πρώτης δυνάμεως λόγος ἔνεστιν ἐν τῷ τῆς σκληρότητος λόγῳ· ἐκείνης μὲν γὰρ ὁ λόγος ἐστὶν ὅτι δύναμίς ἐστιν ἀρχὴ μεταβολῆς ἐν ἄλλῳ ἢ ἄλλο, τῆς δὲ σκληρότητος ἀρχὴ τοῦ μεταβάλλειν.2

“凡与同一种相相关的,都是某种始基,并且都是相对于某一个第一者而言说的。” 因为,正如所说过的,质料被称为潜能,而同一事物有多重质料(正如我们曾就黏液而言提到甜味与油脂),这些质料即甜与油脂,乃是同一种相(我指黏液)的某种始基和潜能,并且因第一且单一的潜能即无形式质料而被称作潜能,而无形式质料乃是其所在之物发生变化的始基与原因。所说的这一点在蜡的例子上当是显而易见的:因为蜡存在于他物之中(譬如在蜡像中),乃是使该塑像由切割或融化它的他物引起变化和受动的始基与能力。而加上“在其为他者而言”是因为,患病之人有可能治愈自己,他自身中虽有以这种方式受动的潜能,但这一潜能并非在其自身上属于他,而是在其为他者而言属于他。既然在诸能力中,有些是使它们所存在之物向坏处变化的原因,有些则不是,因此他也界定了它们,说:“因为一种是受动的能力,即在受动者自身之中由他者或作为他者而引起的被动变化的始基”,这就是说,在诸能力中,一种存在于受动者自身之中作为变化的始基,不是不受动的[始基],而是由他者引起受动的[始基],正如在蜡像的例子中所说的那样。因此,诸能力中一种是这样的,另一种则不是由他者引起受动的始基,而更是一种抵御向坏处变化的无受动性的持存状态。因为铁中的坚硬,乃是铁不受他者影响且不被他者毁坏的持存状态。然而,既然有些事物虽受影响(正如月亮接受来自太阳的光照),但这并不是毁坏,所以他补充了“向坏处”这一语,这等于是在说:被称作持存状态的能力,不是不向好处变化的原因,而是不因某种引起变化的始基而向坏处变化的原因。在陈述了引起受动的始基与原因以及同样地不受动的[始基与原因]都被称为能力之后,他通过说“因为在所有这些界说中都包含着第一潜能的说明”来证明这一点;也就是说,在所有这些关于潜能的附加限定中,都包含着第一潜能的说明与定义。因为,既然第一潜能的说明是“在他物中或作为他者的变化始基”,而柔软性又是“由他者在其作为他者而言引起的被动变化的始基”,所以第一潜能的说明也包含在其他界说中;若是如此,它们被称为能力便是合理的。再者,诸能力中,有些仅仅是受动的[能力],有些是良好受动的[能力];关于这些是如何言说的,我们在这部著作的卷Δ中当他论述潜能的诸含义时,已经作了更详尽的阐述。显而易见,在这些能力的说明中,以某种方式内在地包含着第一诸潜能的说明。而加上“以某种方式”,是因为第一潜能的说明并非以同样的方式,或者说一模一样地包含在坚硬的说明中;因为前者的说明是潜能乃“在他物中或作为他者的变化始基”,而坚硬的[说明]则是“变化的始基”。

语法注2 条
  1. 9.1τὸ δὲ ᾗ ἄλλο πρόσκειται

    中性单数定冠词 τὸ 将直接引述的短语 ᾗ ἄλλο(“在其为他者而言”)名词化,充当动词 πρόσκειται(“被加上”)的主语。这是注疏家在讨论亚里士多德原文(1046a11–12)特定用语时的标准句式。

  2. 9.1τῆς δὲ σκληρότητος ἀρχὴ τοῦ μεταβάλλειν

    承前句 ἐκείνης μὲν γὰρ ὁ λόγος ἐστὶν... 而构成的省略句,主语 ὁ λόγος 与系词 ἐστίν 均被承前省略(即“而坚硬的[说明则是]……”)。在语境中,坚硬虽是一种抵御变化的无受动性,此处仍作为与第一能动潜能相对照的被动性界说出现。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:566.26-567.30