- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:565.2-566.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
这是对亚里士多德《形而上学》卷九开篇的注释,梳理了从实体论转向潜能与现实之考察的过渡,并排除了第一质料以及几何学中的幂等基于相似性的引申用法,从而确立对本真潜能的探究进路。
Εἰπὼν ἐν τῷ Ζ καὶ Η περὶ τοῦ καθ’ αὑτὸ ὄντος, ἐν τούτῳ λέγει περὶ τοῦ δυνάμει καὶ ἐνεργείᾳ. ἐπειδὴ γὰρ τὸ ὂν λέγεται καὶ κατὰ τοῦ δυνάμει καὶ ἐνεργείᾳ, ἡ δὲ παροῦσα μέθοδος περὶ τοῦ ὄντος ἐστίν, ἐν τῷ παρόντι βιβλίῳ λέγει περὶ δυνάμεως καὶ ἐνεργείας. λέγει δὲ περὶ ἐνεργείας ἀναγκαίως· ὡς γὰρ δείξει, τὸ πρῶτον αἴτιον, ὃ ζητοῦμεν ἐνταῦθα, οὐδὲν ἄλλο ἐστὶν ἢ ἐνέργεια. ὑπομιμνήσκει δὲ πάλιν ἡμᾶς τῶν ῥηθέντων καὶ δειχθέντων, ὅτι περὶ τοῦ πρώτου ὄντος, τοῦτο δ’ ἐστὶν ἡ οὐσία, δι’ ἣν καὶ αἱ ἄλλαι κατηγορίαι ὄντα λέγονται (κατὰ γὰρ τὸν λόγον τῆς οὐσίας ἤτοι κατ’ αὐτὴν τὴν οὐσίαν, ὁ γὰρ λόγος τῆς οὐσίας αὐτὴ ἡ οὐσία ἐστί, πάντα τὰ ὄντα λέγεται) εἴρηται. καὶ τὴν αἰτίαν τοῦ διὰ τὴν οὐσίαν πάντα ὄντα λέγεσθαι ἐπήγαγεν, εἰπὼν πάντα γὰρ ἕξει τὸν τῆς οὐσίας λόγον, ὥσπερ εἴπομεν ἐν τοῖς πρώτοις. εἰ γὰρ ἀκριβῶς τις ὁρίζεται τὸ ποσὸν ἢ τὸ ποιὸν ἢ ἄλλην τινὰ τῶν κατηγοριῶν, εἰς τὸν ὁρισμὸν αὐτῶν ἐξ ἀνάγκης τὴν οὐσίαν παραλήψεται, ὥσπερ καὶ εἰς τὸν τῆς σιμότητος τὴν ῥῖνα· εἰ δὲ τοῦτο, δῆλον ὡς διὰ ταύτην ὄντα λέγεται. περὶ δὴ τούτων πάντων εἴρηται. ἐπεὶ δὲ τὸ ὂν λέγεται τὸ μὲν τὸ τί καὶ οὐσία, τὸ δὲ ποιόν, καὶ τὰ μὲν δυνάμει τὰ δ’ ἐνεργείᾳ καὶ κατὰ τὸ ἔργον (ἐκ παραλλήλου δὲ τὸ ἐνεργείᾳ καὶ κατὰ τὸ ἔργον κεῖται), διοριστέον καὶ περὶ δυνάμεως καὶ ἐνεργείας, καὶ πρῶτον περὶ τῆς κυρίως δυνάμεως. λέγοι δὲ ἂν κυρίως δύναμιν τὴν πρώτην καὶ ἀνείδεον ὕλην· δυνάμει γὰρ πάντα ἐστίν· ἥτις κἂν πρώτη δύναμίς ἐστιν, ἀλλ’ οὖν οὐκ ἔστι χρησιμωτάτη πρὸς ὃ βουλόμεθα νῦν· ἄυλον γάρ τι καὶ ἁπλοῦν καὶ ἀσώματον ζητοῦμεν νῦν, ἀλλ’ οὐκ ἔνυλόν τι καὶ σύνθετον. τὸ δὲ ἐπὶ πλέον γάρ ἐστιν ἡ δύναμις καὶ ἡ ἐνέργεια τῶν μόνον λεγομένων κατὰ κίνησιν τοιοῦτον ἂν εἴη·1 τὸ δυνάμει καὶ ἐνεργείᾳ ὂν ἐπὶ πλέον ἐστὶ τοῦ δυνάμει μόνον ὄντος· ἔχει γὰρ ἀμφότερα, τό τε δυνάμει καὶ ἐνεργείᾳ, ἐκεῖ δὲ τὸ δυνάμει μόνον, τὸ δὲ τὰ δύο πλουτῆσαν τοῦ τὸ ἓν ἐπὶ πλέον ἐστίν.2 οὐ μόνον δὲ τὸ δυνάμει καὶ ἐνεργείᾳ ἅμα ἐπὶ πλέον ἐστὶ τοῦ δυνάμει μόνον, ἀλλὰ καὶ τοῦ ἐνεργείᾳ μόνον. τὴν δὲ δύναμιν κίνησιν εἶπε νῦν, ἢ κίνησιν τὴν ἐνέργειαν εἶπεν, ἵν’ ᾖ τὸ λεγόμενον ‘ἐπὶ πλέον γάρ ἐστιν ἡ δύναμις καὶ ἡ ἐνέργεια τῶν κατὰ κίνησιν ἤτοι κατ’ ἐνέργειαν μόνον λεγομένων.’ ἔστι δὲ δυνάμει μόνον ἡ πρώτη καὶ ἀνείδεος ὕλη, δυνάμει δὲ καὶ ἐνεργείᾳ πῦρ γῆ καὶ τὰ σύστοιχα τούτοις· τὸ γὰρ ἐνεργείᾳ ὂν πῦρ δυνάμει ἐστὶν ἀήρ. ἀλλ’ εἰ καὶ ἐπὶ πλέον ἐστὶ τὸ δυνάμει καὶ ἐνεργείᾳ τοῦ δυνάμει μόνον ἢ τοῦ ἐνεργείᾳ μόνον, ὅμως εἰπόντες περὶ τῆς κυρίως δυνάμεως ἐν τοῖς περὶ τῆς ἐνεργείας ὁρισμοῖς δηλώσομεν, φησί, καὶ περὶ τῶν ἄλλων δυνάμεων. καὶ ὅτι μὲν πολλαχῶς ἡ δύναμις καὶ τὸ δύνασθαι λέγεται οὐ χρὴ νῦν δεικνύναι· διώρισται γὰρ πρότερον. τούτων δὲ τῶν δυνάμεων ὅσαι ὁμωνύμως λέγονται ἀφείσθωσαν· ἔνιαι γὰρ ὁμοιότητί τινι λέγονται, ὥσπερ ἐν γεωμετρίᾳ· ἐκεῖ γὰρ λέγεται ὅτι εἰ ἔστιν ἥδε ἡ εὐθεῖα διπλασία τῆσδε, καὶ ὃ δύναται τετράγωνον3 τετραπλάσιόν ἐστι τοῦ τετραγώνου ὃ δύναται ἡ λοιπή. τοῦτο δὲ φανερὸν ἔσται ἐπὶ ἀριθμοῦ· ὁ γὰρ τέσσαρα διπλάσιος ὢν τοῦ δύο τὸ ἀπὸ τοῦ τέσσαρα τετράγωνον, ὅ ἐστι τὸ δεκαέξ, τετραπλάσιόν ἐστι τοῦ ἀπὸ τοῦ δύο, ὅπερ ἐστὶ τὸ τέσσαρα. τοῦτο δὴ καθ’ ὁμοιότητα λέγεται τῆς κυρίως δυνάμεως· διὰ γὰρ τὸ τὴν κυρίως δύναμιν πάντα δύνασθαι, δύναται δέ τι καὶ ἡ εὐθεῖα, λέγεται καὶ αὕτη δύναμις. λέγεται οὖν δὴ δυνατὰ καθ’ ὁμοιότητα καὶ ἀδύνατα τῷ εἶναί πως ἢ μὴ εἶναι· διπλασίου γὰρ οὔσης τῆς εὐθείας λέγεται δύνασθαι τετραπλάσιον, μὴ οὔσης δὲ λέγεται μὴ δύνασθαι.
在卷Ζ与卷Η中讨论了自存的存在之后,在这一卷中他讨论潜能与现实中的[存在]。因为,既然存在也在潜能与现实的意义上被言说,而眼下的探究方法是关于存在的,因此在眼前这一卷中他讨论潜能与现实。他必然地讨论现实;因为正如他将要指出的,我们在此处探求的第一原因不是别的,正是现实。他又提醒我们先前所说和所证明的事,即关于第一存在——这就是实体,由于它,其余范畴也都被称为存在(因为一切存在都是依照实体的说明,即依照实体自身而被言说的,实体的说明也就是实体自身)——已经作过论述。并且他补充了万物由于实体而被称为存在的原因,说“因为正如我们在最初几卷中所说的那样,万物都将拥有实体的说明”。因为如果有人精确地定义数量或性质或任何其他范畴,他必然会将实体纳入它们的定义中,正如把鼻子纳入塌鼻的定义中一样;若是如此,显而易见它们是由于实体才被称为存在的。关于这一切,已经作了论述。 然而,既然存在一方面被说是“是什么”和实体,另一方面被说是性质,并且有些在潜能中,有些在现实中以及依活动而说(“在现实中”与“依活动”乃是并列放置的),因此也必须对潜能与现实作出界定,且首先要界定本真意义上的潜能。而他所说的本真意义上的潜能,当是指第一且无形式的质料;因为它潜在地是一切事物;这一质料虽是第一潜能,但对我们眼下所欲求的目的而言却并非最有用;因为我们眼下探求的是某种非质料、单一且无身体的事物,而不是某种居于质料中且复合的事物。 而“因为潜能与现实比仅依运动而言的事物更为宽泛”这一说法,其含义当是如此:处于潜能与现实中的存在,比仅处于潜能中的存在更为宽泛;因为前者兼具两者,既处于潜能中又处于现实中,而后者仅有潜能,拥有两者的事物自然比拥有单一事物的更为宽泛。并且,同时处于潜能与现实中的事物,不仅比仅处于潜能中的更为宽泛,而且也比仅处于现实中的更为宽泛。他在此处把潜能称为运动,抑或把现实称为运动,以便使所说的话成为“因为潜能与现实比仅依运动即仅依现实而言的事物更为宽泛”。第一且无形式的质料仅处于潜能中,而火、土以及与此同列的事物则处于潜能与现实中;因为现实是火的东西潜在是气。他说,即便处于潜能与现实中的事物比仅处于潜能中或仅处于现实中的更为宽泛,但无论如何,在论述了本真意义上的潜能之后,我们还将在关于现实的界定中阐明其余的潜能。 至于潜能与能够是依多种方式被言说的,眼下无需加以证明;因为先前已经界定过了。在这些潜能中,凡属同名异义而言说的,且置之不理;因为有些是依某种相似性而言说的,正如在几何学中那样;因为在几何学中人们说,如果这条直线是那条直线的两倍,那么它所能生成的正方形也是其余直线所能生成的正方形的四倍。这在数上也是显而易见的:因为四是二的两倍,由四所作出的正方形(即十六)便是由二所作出的正方形(即四)的四倍。这正是依照与本真潜能的相似性而言说的;因为既然本真的潜能能够作成一切,而直线也能作成某物,因而这也被称为潜能[幂]。因此,依照相似性而被称为可能的与不可能的,是由于其以某种方式存在或不存在:因为直线若是两倍,便被称为能够生成四倍,若非如此,便被称为不能。
- 9.0τὸ δὲ ἐπὶ πλέον γάρ ἐστιν ἡ δύναμις καὶ ἡ ἐνέργεια τῶν μόνον λεγομένων κατὰ κίνησιν τοιοῦτον ἂν εἴη
由冠词 τό 引导的整句(引自亚里士多德《形而上学》1046a1–2)构成主语性名词从句,句末的 τοιοῦτον ἂν εἴη(“当是如此这般”)为主谓语。引文内部的 ἐπὶ πλέον 搭配属格 τῶν ... 构成比较结构,意为“比……外延更广/更为宽泛”。
- 9.0τὸ δὲ τὰ δύο πλουτῆσαν τοῦ τὸ ἓν ἐπὶ πλέον ἐστίν
实质化分词 τὸ τὰ δύο πλουτῆσαν(“充盈/兼具二者之物”)作主语。属格 τοῦ τὸ ἓν 与比较级 ἐπὶ πλέον 搭配构成比较属格,此处承前省略了分词或名词(如 ἔχοντος,“比[拥有]单一事物者”)。
- 9.0ὃ δύναται τετράγωνον
此处理解为动词 δύναμαι 在几何学中的专门用法,指一条线通过自乘而“生成/作出正方形”(相当于现代意义上的乘方或幂)。关系代词 ὃ 将先行词 τετράγωνον 纳入关系从句内部,整体意指“该直线所能作出的正方形”。
