- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:563.24-564.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注疏者阐明了亚里士多德在《形而上学》卷H第6章(1045a36起)中对前人(如柏拉图、吕科弗隆)的批判,指出他们因无法说明定义中统一性的原因而求助于“分有”、“交融”、“纽带”等空洞说法;进而解释亚里士多德将质料与形式把握为潜能与现实、并将统合原因归于动力因的解决方案,以及该论证最终引向创世神这一第一因的进程。
ἐπεὶ δ’ εὐθὺς ὅπερ ὄν τί εἰσι καὶ ὅπερ ἕν, οὐκ ἔστιν οὐδὲν οὐδέπω αἴτιον τοῦ ἓν εἶναι αὐτὰ ἢ ὄν. ἀλλ’ εἰ καὶ τοιαῦτά ἐστιν ἥ τε οὐσία καὶ τὸ ποιὸν καὶ τὸ ποσόν, ὅμως οὐκ εἰσι χωριστὰ τῶν καθ’ ἕκαστα ἀλλ’ ἐν αὐτοῖς. ταῦτα δὲ εἰπὼν πάλιν ἐπανατρέχει ἐπὶ τὰ πρότερα, λέγων διὰ ταύτην δὲ τὴν ἀπορίαν, τὴν ζητοῦσαν τί ποτέ ἐστιν αἴτιον τοῦ ἓν εἶναι τὸ ζῷον πεζὸν δίπουν, οἳ μὲν μέθεξίν φασιν, ὥσπερ ὁ Πλάτων μεθέξει τῶν ἰδεῶν εἶναι τὰ τῇδε, τί δὲ τὸ αἴτιον τῆς μεθέξεώς ἐστι, καὶ ὅλως τί τὸ μετέχειν καὶ ὅπως τοῦτο δυνατὸν συμβαίνειν, ἀποροῦσι καὶ οὐκ ἔχουσιν εἰπεῖν. οἱ δέ φασι συνουσίαν ψυχῆς,1 ὥσπερ Λυκόφρων ὁ σοφιστὴς τὴν ἐπιστήμην λέγων συνουσίαν τοῦ ἐπίστασθαι καὶ ψυχῆς. κάλλιον δ’ ἂν καὶ σαφέστερον ἦν, εἰ οὕτω πως εἶχεν ἡ γραφὴ ‘τὴν ἐπιστήμην τοῦ ἐπίστασθαι συνουσίαν καὶ ψυχῆς.’ ἐρωτώμενος γὰρ ὁ Λυκόφρων, τί τὸ αἴτιον τοῦ τὴν ἐπιστήμην καὶ τὴν ψυχὴν ἓν εἶναι, ἔλεγεν ὅτι ἡ συνουσία. οἱ δὲ τὸ ζῆν ἔλεγον ὡς ἔστι σύνδεσμος ψυχῆς ἐν τῷ σώματι. καίτοι, φησί, τοῦτο ἁρμόσει ἐπὶ πάντων λέγειν. εἰ γάρ μέ τις ἔροιτο, τί τὸ αἴτιον τοῦ ἐπιφάνειαν καὶ λευκὸν ἓν εἶναι, ἕτοιμον εἰπεῖν ὅτι σύνδεσμος λευκοῦ καὶ σώματος, καὶ τὸ ὑγιαίνειν ὅτι σύνδεσμος ἢ συνουσία ἢ σύνθεσις ψυχῆς καὶ ὑγιείας. τοῦτο δὲ γελοῖον. ἡ μὲν γὰρ σύνθεσις ἐπ’ ἐκείνων λέγεται τῶν χωρὶς καθ’ αὑτὰ ἐνεργείᾳ ὄντων, εἶτα συντεθέντων, ὥσπερ ἐπὶ τοῦ μελικράτου, ἡ δὲ ὑγίεια καθ’ αὑτὴν μὴ οὖσα καὶ χωρὶς πῶς μετὰ ψυχῆς συνετέθη; ἀλλὰ καὶ τὸ λέγειν ὅτι τὸ χαλκοῦν τρίγωνον2 σύνθεσίς ἐστι χαλκοῦ καὶ τριγώνου εὔηθες. οὐ γὰρ ἦν καθ’ αὑτὸ τὸ τρίγωνον καὶ συνετέθη μετὰ τοῦ χαλκοῦ ἀλλὰ τοῦ χαλκοῦ τοιωσδὶ κινουμένου γίνεται τὸ τρίγωνον. αἴτιον δέ, φησίν, αὐτοῖς τοῦ ταῦτα λέγειν, ὅτι ζητοῦντες τί τὸ αἴτιον τοῦ τὸν χαλκὸν τὸν δυνάμει ὄντα τρίγωνον ποιῆσαι αὐτὸν ἐνεργείᾳ τρίγωνον, καὶ μὴ δυνάμενοι λόγον ἑνοποιὸν ἤτοι αἰτίαν καὶ διαφορὰν ἀποδοῦναι τοῦ πῶς ἕν εἰσι, ταῦτα ἔλεγον· εἰ γὰρ ἠδυνήθησαν εὑρεῖν καὶ ἀποδοῦναι λόγον καὶ αἰτίαν ἑνοποιόν, τουτέστι τὸ ἑνοῦν τὸ δυνάμει ἤτοι τὴν ὕλην καὶ τὴν ἐνέργειαν, τουτέστι τὸ εἶδος, οὐκ ἂν εἰς τοιαῦτα ἐξετράπησαν. ὥσπερ δὲ πολλάκις εἴρηται ὅτι ἡ ὕλη ἡ ἐσχάτη (αὕτη δ’ ἐστὶν ἡ προσεχής· νῦν γὰρ ἐσχάτην αὐτὴν εἶπε) καὶ τὸ εἶδος ἕν ἐστιν· ὥστε τοῦ ταῦτα ἓν εἶναι οὐκ ἄλλο τι τὸ αἴτιον ἢ τὸ κινοῦν τὴν ὕλην ἐκ δυνάμεως εἰς ἐνέργειαν. ὅσα δέ, ὥσπερ εἴρηται, μὴ ἔχει ὕλην, πάντα ἁπλῶς καὶ κυρίως ὅπερ ἕν τί εἰσι καὶ ὅπερ ὄν. καὶ ὅρα δὴ τὸ διδασκαλικὸν καὶ δαιμόνιον τοῦδε τοῦ ἀνδρός, ὅπως ἐκ τῶν ὑστέρων (οὐ γὰρ ἄλλως ἐνῆν τοῦτο ποιῆσαι) καὶ ἡμῖν γνωρίμων ἐπὶ τὸν πολυτίμητον πατέρα καὶ ποιητὴν πάντων θεὸν ἀγαγεῖν ἡμᾶς μεθοδεύει, καὶ δεῖξαι ὅτι ὡς ὁ χαλκεὺς αἴτιός ἐστι τοῦ τὸν χαλκὸν καὶ τὴν σφαῖραν ἓν εἶναι, οὕτως καὶ ἡ ἑνοποιὸς αὐτοῦ καὶ δημιουργικὴ δύναμις πάντων τῶν ὄντων αἰτία ἐστὶ τοῦ ἔχειν ὥσπερ ἔχει.
然而,既然它们直接地就是某种存在本身和某种一本身,使它们成为一或存在的原因至今根本不存在。但是,即使实体、性质和数量是这样的事物,它们仍然不与个别事物分离,而是在它们之中。在说了这些之后,他再次回到先前的论题,说正是由于这一疑难——即探求使“两足陆生动物”成为一的原因究竟是什么——有些人主张分有,正如柏拉图主张这里的事物是通过分有相而存在一样;但分有的原因是什么,究竟何为分有,以及这何以可能发生,他们陷入困境而说不出来。另一些人则说[知识是]灵魂的交融,正如智者吕科弗隆把知识称为认知与灵魂的交融一样。如果文本作“把知识[视为]认知与灵魂的交融”,本会更好、更明了。因为当吕科弗隆被问及知识与灵魂成为一的原因是什么时,他说正是交融。而另一些人则说活着是身体中灵魂的纽带。他说,然而把这一点套用于一切事物都是合适的。因为如果有人问我,表面与白成为一的原因是什么,便可现成地回答说是白与物体的纽带;对于健康,则说它是灵魂与健康的纽带或交融或复合。但这十分可笑。因为复合是就那些先各自现实地分离存在、随后被组合起来的事物而言的,正如蜜水的情形一样,然而健康并非独立分离存在,它又如何能与灵魂复合呢?而且,说青铜三角形是青铜与三角形的复合也是愚蠢的。因为三角形并非独立存在然后与青铜复合,而是在青铜受到如此这般的运动时,三角形得以生成。他说,他们之所以说这些话的原因在于:他们在探求使潜在是三角形的青铜成为现实的三角形的原因究竟是什么时,由于无法给出统一的说明——即解释它们如何成为一的原因和种差——才说了这些话;因为如果他们能够发现并给出统一的说明与原因,即统一潜能(即质料)与现实(即形式)的东西,他们就不会偏离到这类〔荒谬之说〕了。正如屡次所说的那样,终极质料(这也就是近邻质料;因为他现在把它称为终极质料)与形式乃是一;因此,使它们成为一的原因不是别的,正是把质料从潜能推向现实的动因。然而,正如已经说过的那样,凡没有质料的事物,全都单纯地且本真地就是某种一本身和某种存在本身。看哪,这位学者令人叹服且神妙的教导法:他是如何从后起之物(因为除此以外绝不可能做到这一点)以及对我们而言可知之物出发,引导我们走向万物至尊的父与创造者——神,并表明正如铜匠是使青铜与球体合而为一的原因一样,神那使万物归一的创世能力,也是一切存在物如其所是地存在的原因。
- 8.14οἱ δέ φασι συνουσίαν ψυχῆς
与谓语宾格 συνουσίαν ψυχῆς 相对应的宾语(或主语宾格)在语境中被省略,根据紧随其后的智者吕科弗隆的学说示例(“把知识称为认知与灵魂的交融”),应补充“知识(或认知)”作为被陈述的对象。
- 8.14αἴτιον δέ, φησίν, αὐτοῖς τοῦ ταῦτα λέγειν, ὅτι ζητοῦντες τί τὸ αἴτιον τοῦ τὸν χαλκὸν τὸν δυνάμει ὄντα τρίγωνον ποιῆσαι αὐτὸν ἐνεργείᾳ τρίγωνον
该句的基本句式为 αἴτιον δέ [ἐστιν] αὐτοῖς τοῦ ταῦτα λέγειν ὅτι...(“他们说这些话的原因在于……”)。从句中的不定式短语 τοῦ ... ποιῆσαι 作为属格修饰前面的 αἴτιον;在其内部,τὸν χαλκὸν τὸν δυνάμει ὄντα τρίγωνον 作致使动词 ποιῆσαι 的直接宾语,而 ἐνεργείᾳ τρίγωνον 为宾语补足语,代词 αὐτόν 则是为了强化明确而对前述名词短语的赘述性复指。
