← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§562.20-563.24

无质料最高属的直接一性与存在

针对亚里士多德关于没有感觉质料或理知质料的事物(实体、性质、数量等最高属)直接即是一与存在的论述,亚历山大理顺了文本中的倒装结构,并阐明由于最高属没有更高级的属和形式界说,其本性所是本身就是一与存在,因而不需外在的结合原因。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.14#1

" Ὅσα δὲ μὴ ἔχει ὕλην μήτε νοητὴν μήτε αἰσθητήν." Μνησθεὶς πάλιν τῆς ὕλης, καὶ τοῦτο οὐ παρέργως ἀλλ’ ἵνα τὰ περὶ τῶν δέκα γενικωτάτων γενῶν διορίσῃ, καὶ εἰπὼν ὅτι ἔστι δέ τις ὕλη ἡ μὲν νοητὴ ἡ δὲ αἰσθητή, λέγει ὅτι ὅσα δὲ μὴ ἔχει ὕλην μήτε νοητὴν μήτε αἰσθητήν, εὐθὺς ἕκαστόν ἐστιν ὅπερ ἕν τι1 καὶ ἁπλῶς ἓν καὶ κυρίως ἓν ὥσπερ καὶ ὄν. τὰ μὲν γὰρ ἄλλα τὰ ἐξ ὕλης καὶ εἴδους διὰ τὴν ἑαυτῶν συνέχειαν λέγεται ἕν, τὰ δὲ μὴ ἔχοντα ὕλην μήτε αἰσθητὴν μήτε νοητὴν εὐθὺς ἁπλῶς ἕν εἰσιν. εἰ μὲν γὰρ εἶχον ὕλην, ἦσαν ἂν ἓν ὡς τὰ ἐξ ὕλης καὶ εἴδους διὰ τὴν συνέχειαν· ἐπεὶ δὲ οὐκ ἐν ὕλῃ τυγχάνει ὄντα ἀλλ’ ἀμοιρεῖ καὶ γεγύμνωται αὐτῆς, εἰσὶν ἁπλῶς καὶ κυρίως ἕν. τίνα δέ ἐστι τὰ μήτε αἰσθητὴν μήτε νοητὴν ἔχοντα ὕλην λέγει, τὸ τόδε (λέγων τὸ τόδε τὴν οὐσίαν), τὸ ποιόν, τὸ ποσόν. ἀλλ’ ὅτι μὲν αὐτοῖς οὐκ ἔστι νοητὴ ὕλη, δῆλον· ἐπειδὴ γὰρ νοητὴν ὕλην τὰ γένη φαμέν, τούτων δ’ οὐδέν ἐστι γένος (γενικώτατα γάρ εἰσι γένη καὶ οὐκ ἔστι τις ὑπεραναβεβηκυῖα ταῦτα φύσις), δῆλον ὅτι οὐκ ἔστιν αὐτοῖς ὕλη νοητή. ἀλλὰ μὴν οὐδὲ αἰσθητή· ἡ γὰρ αἰσθητὴ ὕλη συνθέτων ἐστὶν ὕλη καὶ αἰσθητῶν, ἀλλ’ οὐχὶ τῶν ἁπλῶν καὶ νοητῶν, ταῦτα δὲ τὸ τόδε καὶ τὸ ποσὸν καὶ τὰ λοιπὰ καὶ ἁπλᾶ ἐστι καὶ νοητά. καίτοι δὲ τοιαῦτα ὄντα οὐκ εἰσι χωριστὰ οἷον αὐτοουσία ἢ αὐτοποιὸν ἢ αὐτοποσόν, ἀλλ’ ἐν τοῖς αἰσθητοῖς καὶ καθ’ ἕκαστα. καὶ μή τις λεγέτω ὅτι ἐπειδὴ ἐν τοῖς καθ’ ἕκαστα ἔστιν, ἔχει ὕλην αὐτά· ἡ μὲν γὰρ οὐσία ἥδε ἔχει ὕλην καὶ ὑποκείμενον τόδε, ἡ δ’ ἁπλῶς οὐσία οὐδαμῶς· εὑρίσκεται γὰρ καὶ ἐν τοῖς ἀσωμάτοις καὶ ὅλως ἀύλοις. ἀλλ’ ἅπερ μὲν ἐρεῖν διὰ τούτων βούλεται, οἶμαι, ταῦτά ἐστιν. τὴν δὲ λέξιν ὑπερβατῶς ἀναγνωστέον ὧδε·2 ὅσα δὲ μὴ ἔχει ὕλην μήτε νοητὴν μήτε αἰσθητήν, εὐθὺς ὅπερ ἕν τι εἶναι ἕκαστόν ἐστιν, ὥσπερ καὶ ὅπερ ὄν τι, τὸ τόδε, τὸ ποιόν, τὸ ποσόν· εἶτα τὸ οὐχ ὡς ἐν γένει τῷ ὄντι καὶ τῷ ἑνί, εἶθ’ οὕτως, διὸ οὐκ ἔστιν ἐν τοῖς ὁρισμοῖς οὔτε τὸ ὂν οὔτε τὸ ἓν καὶ τὰ ἑξῆς ἕως τοῦ εὐθὺς γὰρ ἕκαστόν ἐστιν ὄν τι καὶ ἕν τι, καὶ οὕτως τὸ οὐδ’ ὡς χωριστῶν ὄντων παρὰ τὰ καθ’ ἕκαστα. λέγει δὲ ὅτι εἰ καὶ ὅπερ ὄν τι καὶ ὅπερ ἕν τι ἐστὶ τὸ τόδε, τὸ ποσόν, τὸ ποιόν, ἀλλ’ οὖν οὐκ ἔστι γένος αὐτῶν οὔτε τὸ ὂν οὔτε τὸ ἕν· γενικώτατα γάρ εἰσι γένη, κατηγορεῖται δ’ αὐτῶν, ὡς πολλάκις εἴρηται, τὸ ὂν καὶ τὸ ἓν ὡς τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἕν. καὶ διὰ τὸ μηδὲ εἶναι αὐτῶν γένος τὸ ὂν καὶ τὸ ἕν, οὐδὲ λαμβάνεται ἐν τοῖς ὁρισμοῖς αὐτῶν, ὁρισμοὺς λέγων τὰς ὑπογραφάς·3 οἱ γὰρ ὁρισμοὶ ἐκ γενῶν καὶ διαφορῶν εἰσι, τούτων δ’ οὐκ ἔστι γένη. εἰ δὴ τοῦτο, οὐδὲ ὁρισμοὶ αὐτῶν εἰσιν, καὶ ἔστι τοῦ τόδε καὶ τοῦ ποσοῦ καὶ τῶν λοιπῶν εὐθὺς τὸ τί ἦν εἶναι τὸ ἕν τι εἶναι καὶ ὄν τι· καὶ διὰ τοῦτο, λέγω δὴ διὰ τὸ εἶναι αὐτοῖς τὸ τί ἦν εἶναι τὸ ὅπερ ἕν τι καὶ ὅπερ ὄν τι, οὐδ’ ἔστιν ἕτερόν τι αἴτιον οὐδενὶ τούτων τοῦ ἓν εἶναι καὶ ὄν· εἰ μὲν γὰρ ἦν γένος ἢ τὸ ὂν ἢ τὸ ἓν τοῦ τόδε καὶ τοῦ ποσοῦ, ὥσπερ ἀνθρώπου τὸ ζῷον, ἦν ἂν οὕτως αἴτιόν τι τοῦ ἓν εἶναι αὐτὰ καὶ ὄν.

“凡没有质料、既没有理知质料也没有感觉质料的事物”他再次提及质料,并且这并非顺带提及,而是为了对十个最高属作出规定,并在说了“有一种质料是理知的,另一种是感觉的”之后,他说,凡没有质料、既没有理知质料也没有感觉质料的事物,直接地各自就是某种一本身,并且是单纯的一,且是本真的一,正如它也是存在本身一样。因为由质料与形式组成的其他事物是由于自身的连续性而被称为一,而没有感觉质料也没有理知质料的事物则直接就是单纯的一。因为如果它们具有质料,它们就会像由质料和形式构成的事物一样由于连续性而成为一;但既然它们实际上不在质料中,反而不分有质料并被剥离了质料,它们便是单纯且本真的一。至于没有感觉质料也没有理知质料的事物是什么,他指出是:“这个”(他用“这个”指实体)、“性质”、“数量”。然而,它们没有理知质料是显而易见的;因为既然我们称属为理知质料,而这些范畴无一具有属(因为它们是最高属,不存在任何超越它们之上的本性),显而易见它们没有理知质料。而且当然也没有感觉质料;因为感觉质料是复合且可感觉之物的质料,而不是单纯且理知之物的质料,而这些——“这个”、“数量”以及其余范畴——既是单纯的也是理知的。然而,尽管它们是这样的,它们却并非像实体本身、性质本身或数量本身那样分离存在,而是在可感觉的事物和个别事物中。并且任何人都不该说,既然它们在个别事物中,它们本身就具有质料;因为虽然这一特定实体具有质料和这一基底层,但单纯的实体则绝非如此;因为实体甚至存在于无形体且完全无质料的事物之中。但是,我认为,他希望通过这些话所表达的,正是这些意思。 而这段文字必须通过倒装来读,如下:“凡没有质料、既没有理知质料也没有感觉质料的事物,直接地各自就是某种一本身,正如也是某种存在本身一样,即‘这个’、‘性质’、‘数量’”;接着是“并非作为在作为属的存在和一之中”,然后以此方式,“因此在界说中既没有存在也没有一”,接续下去直到“因为直接地各自就是某种存在和某种一”,然后以此方式接续“也不是作为与个别事物相分离而存在”。他的意思是,即使“这个”、“数量”、“性质”是某种存在本身和某种一本身,但存在和一仍然绝非它们的属;因为它们是最高属,而正如屡次指出的那样,存在和一作为源于一且归于一的事物被述说于它们。并且由于存在和一甚至不是它们的属,也不会被纳于它们的界说之中——他所说的界说指的是描述;因为界说是由属和种差构成的,但这些范畴却没有属。如果确实如此,它们也就没有界说,并且对于“这个”、“数量”及其他范畴而言,直接地,成为某种一和某种存在就是它们的本性所是;正因为此,我说的正是因为成为某种一本身和某种存在本身就是它们的本性所是,对于这些范畴中的任何一个而言,都没有使它们成为一和存在的任何其他原因;因为如果存在或一曾是“这个”与“数量”的属,就像动物之于人一样,那么在那种情况下,就会有使它们成为一和存在的某种原因了。

语法注3 条
  1. 8.14ὅπερ ἕν τι

    中性关系代名词 ὅπερ 与 ἕν τι 连用,是亚里士多德哲学的专门惯用语,意为“某一自身即是一者”或“本性上是一者”,表示其统一性是出于本性格或自相的,而非偶性的。后文紧接并行的 ὅπερ ὄν τι(“某一自身即是存在者”)亦同此用法。

  2. 8.14τὴν δὲ λέξιν ὑπερβατῶς ἀναγνωστέον ὧδε

    用于阅读亚里士多德原文(1045a36–b7)的句法指导。由副词 ὑπερβατῶς(通过倒装/错位)与动形容词 ἀναγνωστέον(必须读作)构成。注疏者在此指示读者将因插入句和附加说明而错综复杂的原文,按照主句、从句、例示(τὸ τόδε, τὸ ποιόν, τὸ ποσόν)及否定修饰语(οὐχ ὡς... / οὐδ’ ὡς...)的内在逻辑顺序重新梳理来读。

  3. 8.14ὁρισμοὺς λέγων τὰς ὑπογραφάς

    分词 λέγων 支配双宾格(ὁρισμούς 与 τὰς ὑπογραφάς)的结构,意为“用‘界说’指称描述”。注疏者在句法上指明,由于最高属(范畴)没有更上层的属,因此不可能有严格意义上“属加种差”的界说,亚里士多德在此所说的“界说(ὁρισμός)”应当理解为广义的“概略描述(ὑπογραφή)”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:562.20-563.24