- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:561.20-562.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大讨论了有关定义的一以及形式与质料结合的疑难,论证若形式不独立分离存在,则结合的原因正是动力因(工匠或自然),并通过现实活动与本性所是的关系以及理知质料与感觉质料的区分解答了该疑难。
εἰ μὲν γὰρ ἐτύγχανεν ὂν τὸ εἶδος αὐτὸ καθ’ αὑτὸ χωρίς, καθάπερ οἱ τὰς ἰδέας πρεσβεύοντες τυγχάνουσι λέγοντες, καὶ ἡ ὕλη ὡσαύτως, τότε ἂν ἦν ὡς ἀληθῶς ἄπορον τί τὸ ἑνοῦν τὰ κεχωρισμένα καὶ καθ’ αὐτὰ ὄντα· ἐπειδὴ δὲ οὐκ ἔστι καθ’ αὑτὸ ἐν ὑποστάσει ὄν, ἀλλὰ τῆς ὕλης οἷον τοῦ χαλκοῦ ὡδὶ ὑπὸ τοῦ τεχνίτου κινουμένου ἀχρόνως ἐπιγίνεται, τίνα τοῦτο ἀπορίαν ἔχει, ὅτι τί τὸ ἑνῶσαν αὐτὰ καὶ ποιῆσαν ἕν;1 ἡ γὰρ ἀπορία, φησίν, αὕτη ἐστὶν ἡ αὐτὴ κἂν εἰ ὅρος εἴη ἱματίου ὁ στρογγύλος χαλκός2 (καὶ εἴη ἂν λέγων ὅτι εἴ τις τῇ χαλκῇ σφαίρᾳ θεῖτο ὄνομα ἱμάτιον, εἶτα ὁριζόμενος λέγοι ὅτι ἱμάτιόν ἐστι στρογγύλος χαλκός· δύναται γὰρ εἶναι τὸ ἱμάτιον ὄνομα δηλωτικὸν τοῦ στρογγύλου χαλκοῦ, ὥσπερ καὶ τὸ ἄνθρωπος ὄνομα τοῦ ζῴου πεζοῦ δίποδος), ἡ οὖν ἀπορία ἡ ζητοῦσα, ὅτι τί ἐστι τὸ ποιοῦν τὸ ζῷον πεζὸν δίπουν ἕν, ἡ αὐτή ἐστι τῇ λεγούσῃ ὅτι τί ἐστι τὸ ποιῆσαν ἓν τὸν στρογγύλον χαλκόν, καὶ οὐ φαίνεται ἔχουσα δυσχερές τι, ἐπειδὴ τὸ μέν ἐστιν ὕλη, τὸ ζῷον πεζόν, τὸ δ’ εἶδος, τὸ δίπουν, καὶ ὁ μὲν χαλκὸς ὕλη, εἶδος δὲ τὸ στρογγύλον. οὐδὲν οὖν ἕτερόν ἐστιν αἴτιον παρὰ τὸ ποιῆσαν ἤτοι τὸ ποιητικὸν αἴτιον ἐν ὅσοις ἐστὶ γένεσις. τὸ δὴ [ἓν] ποιῆσαν τὴν δυνάμει οὖσαν ὕλην τόδε τι ἐνεργείᾳ γενέσθαι ὃ ἦν δυνάμει, οἷον τὸν χαλκὸν δυνάμει ὄντα σφαῖραν ἐνεργείᾳ γενέσθαι σφαῖραν, ὁ τεχνίτης ἐστὶ καὶ οὐδὲν ἕτερον. ἀλλὰ καὶ τὴν δυνάμει οὖσαν ὕλην ζῷον οὐδὲν ἴσμεν ἕτερον αὐτὴν ποιῆσαν ἐνεργείᾳ ζῷον ἢ τὴν φύσιν τοιωσδὶ πλάσασαν αὐτὴν καὶ ἀλλοιώσασαν. εἰ δ’ ἦν τὸ εἶδος καθ’ αὑτό, πῶς ἂν τοῦτο μετὰ τῆς ὕλης ἥνωσεν, ἀδιανόητον παντελῶς. εἰπὼν δὲ ὅτι οὐδὲν γάρ ἐστιν ἕτερον τοῦ τὴν δυνάμει σφαῖραν ἐνεργείᾳ εἶναι σφαῖραν, ἐπήγαγεν ἀλλὰ τοῦτ’ ἦν τὸ τί ἦν εἶναι ἑκατέρῳ,3 ἑκάτερον λέγων τὸν ἄνθρωπον καὶ τὴν σφαῖραν· προσεχῶς γὰρ περὶ τούτοιν ἔλεγεν. ἔστι δὲ ὃ λέγει ‘ἀλλ’ ἑκατέρῳ τὸ τί ἦν εἶναι τοῦτ’ ἦν, τουτέστι τῷ μὲν ἀνθρώπῳ τὸ τί ἦν εἶναι τὸ ζῷον πεζὸν δίπουν ἐστί, τῇ δὲ σφαίρᾳ τὸ σχῆμα τοιονδί.’ ἢ οὖν τοῦτο λέγει διὰ τοῦ ἀλλὰ τοῦτ’ ἦν τὸ τί ἦν εἶναι ἑκατέρῳ, ἢ λέγοι ἂν ὅτι ἑκατέρῳ ἡ ἐνέργεια τὸ τί ἦν εἶναι ἐστιν· ἡ ἐνέργεια γὰρ τῆς ὕλης, ἥπερ ἐστὶ δυνάμει σφαῖρα, τὸ τί ἦν εἶναι σφαίρᾳ ἐστίν, καὶ ἡ τῆς δυνάμει ὁμοίως ὕλης ζῴου ἐνέργεια τὸ τί ἦν εἶναι ζῴῳ ἐστίν. ἀλλ’ εἰ καὶ ἡ ἐνέργεια τῆς ὕλης τὸ τί ἦν εἶναί ἐστιν, οὐ χρὴ λανθάνειν ὅτι τῶν ὑλῶν ἡ μὲν ἐστι νοητὴ ἡ δὲ αἰσθητή· ἐπειδὴ γὰρ καὶ τὰ γένη ὕλῃ ἀναλογεῖ, τὸ μὲν ζῷόν ἐστι νοητὴ ὕλη καὶ ὕλη τοῦ εἴδους, αἱ δὲ σάρκες καὶ τὰ ὀστᾶ αἰσθητή· καὶ πάλιν τὸ μὲν σχῆμα νοητή, ὁ δὲ χαλκὸς αἰσθητή. ἀλλὰ τὸ μὲν σχῆμα τοῦ λόγου καὶ τοῦ εἴδους, ὁ δὲ χαλκὸς καὶ τὰ ὀστᾶ καὶ τὰ νεῦρα ὁ μὲν τοῦ συνθέτου ἐκ χαλκοῦ καὶ τοῦ τοιουδὶ σχήματος, τὰ δὲ πάλιν καὶ αὐτὰ τοῦ συνθέτου ἀνθρώπου.
因为如果形式碰巧自身独立地分离存在,正如那些推崇相论的人碰巧所说的那样,质料亦是如此,那么究竟是什么结合了那些相互分离且自身存在的事物,确实会是一个真正的疑难。然而,既然形式并非在自立存在中自身存在,而是在质料(如铜)被工匠如此运动时无时间间隔地附加其上,那么“究竟是什么结合了它们并使之成为一”这一点又包含什么疑难呢?他说,“因为这一疑难是相同的,即使圆铜是斗篷的界说”(他的意思大概是:如果有人给铜球命名为‘斗篷’,随后在界定时说‘斗篷是圆铜’——因为‘斗篷’完全可以是表示圆铜的名称,正如‘人’是表示两足步行动物的名称一样)。因此,追问究竟是什么使两足步行动物成为一的疑难,与追问究竟是什么使圆铜成为一的疑难是相同的,而且它似乎没有任何困难,因为一方是质料,即步行动物,另一方是形式,即两足,而铜是质料,圆形是形式。所以在一切具有生成的事物中,除了使之生成者,即动力因之外,没有任何其他原因。确实,使潜能存在的质料在现实中成为它潜能所是的那种个别事物者——例如使潜能是球的铜在现实中成为球——正是工匠而非其他任何事物。而且,使潜能是动物的质料在现实中成为动物者,除了自然以如此方式塑造并改变它之外,我们知道别无他物。但如果形式是自身存在的,如何能将它与质料结合在一起,则是完全不可想象的。在说了“因为潜能的球在现实中是球并没有其他〔原因〕”之后,他又加上了“但这就是各自的本性所是”,用“各自”指人和球,因为他刚才正谈到这两者。他的意思是:“但对各自而言本性所是就是这个,也就是说,对人而言本性所是就是两足步行动物,而对球而言则是如此这般的形状。”因此,他要么是通过“但这就是各自的本性所是”来说明这一点,要么是意在表明对各自而言现实就是本性所是;因为对于潜能是球的质料而言,其现实就是球的本性所是,同样,对于潜能是动物的质料而言,其现实就是动物的本性所是。但是,即便质料的现实就是本性所是,也不应忽视质料有的是理知的,有的是可感觉的;因为既然属也类比于质料,动物就是理知质料和形式的质料,而血肉与骨骼则是可感觉的质料;同样,形状是理知的,而铜是可感觉的。然而形状属于定义和形式,而铜以及骨骼和筋腱——前者属于由铜和如此形状构成的复合物,后者又同样属于人这一复合物。
- 8.13ὅτι τί τὸ ἑνῶσαν αὐτὰ καὶ ποιῆσαν ἕν
连词 ὅτι 冗余地引导了以疑问代词 τί 开始的间接疑问句。这种在直接或间接问句前赘生 ὅτι 的用法常见于后古典期及通用希腊语,在此处作为同位成分具体展开前述的 τίνα τοῦτο ἀπορίαν ἔχει(“这包含什么疑难”)。
- 8.13κἂν εἰ ὅρος εἴη ἱματίου ὁ στρογγύλος χαλκός
复合连词 κἂν εἰ(καὶ ἂν εἰ 的缩合)引导让步条件从句(“即使……也”)。此处承接亚里士多德原文(1045a26),并配合祈愿语气 εἴη 表达虚拟让步。
- 8.13ἀλλὰ τοῦτ’ ἦν τὸ τί ἦν εἶναι ἑκατέρῳ
引自亚里士多德原文(1045a33-34)。亚历山大对其中的 ἑκατέρῳ(“对各自而言”)提出了两种句法与语义解释:(1) 将 ἑκάτερον 解释为人与球,前者的本性所是为“两足步行动物”,后者为“形状”;(2) 将各自的本性所是解释为其自身的“现实活动(ἐνέργεια)”。
